| 9 | ΚΑΤΑ ΜΑΘΘΑΙΟΝ | Passage |
|---|
| 1 |
Καὶ ἐμβὰς εἰς πλοῖον διεπέρασεν καὶ ἦλθεν εἰς τὴν ἰδίαν πόλιν. |
The Healing of a Paralytic Mt.9.1-8
Mk.2.1-12
Lk.5.17-26
|
| 2 |
καὶ ἰδοὺ προσέφερον αὐτῷ παραλυτικὸν ἐπὶ κλίνης βεβλημένον. καὶ ἰδὼν ὁ Ἰησοῦς τὴν πίστιν αὐτῶν εἶπεν τῷ παραλυτικῷ, θάρσει, τέκνον· ἀφίενταί σου αἱ ἀμαρτίαι. |
|
| 3 |
καὶ ἰδού τινες τῶν γραμματέων εἶπαν ἐν ἑαυτοῖς, Οὗτος βλασφημεῖ. |
|
| 4 |
καὶ ἰδὼν ὁ Ἰησοῦς τὰς ἐνθυμήσεις αὐτῶν εἶπεν, Ἱνατί ἐνθυμεῖσθε πονηρὰ ἐν ταῖς καρδίαις ὑμῶν; |
|
| 5 |
τί γάρ ἐστιν εὐκοπώτερον, εἰπεῖν, Ἀφίενταί σου αἱ ἀμαρτίαι, ἢ εἰπεῖν, Ἔγειρε καὶ περιπάτεὶ; |
|
| 6 |
ἵνα δὲ εἰδῆτε ὅτι ἐξουσίαν ἐχει ὁ υἱὸς τοῦ ἀνθρώπου ἐπὶ τῆς γῆς ἀφιέναι ἀμαρτίας - τότε λέγει τῷ παραλυτικῷ, Ἐγερθεὶς ἆρόν σου τὴν κλίνην καὶ ὑπαγε εἰς τὸν οἶ κόν σου. |
|
| 7 |
καὶ ἐγερθεὶς ἀπῆλθεν εἰς τὸν οἶκον αὐτοῦ. |
|
| 8 |
ἰδόντες δὲ οἱ ὀχλοι ἐφοβήθησαν καὶ ἐδόξασαν τὸν θεὸν τὸν δόντα ἐξουσίαν τοιαύτην τοῖς ἀνθρώποις. |
|
| 9 |
Καὶ παράγων ὁ Ἰησοῦς ἐκεῖθεν εἶδεν ἄνθρωπον καθήμενον ἐπὶ τὸ τελώνιον, Μαθθαῖον λεγόμενον, καὶ λέγει αὐτῷ, Ἀκολούθει μοι. καὶ ἀναστὰς ἠκολούθησεν αὐτῷ. |
The Calling of Matthew Mt.9.9-13
Mk.2.13-17
Lk.5.27-32
|
| 10 |
Καὶ ἐγένετο αὐτοῦ ἀνακειμένου ἐν τῇ οἰκίᾳ, καὶ ἰδοὺ πολλοὶ τελῶναι καὶ ἀμαρτωλοὶ ἐλθόντες συνανέκειντο τῷ Ἰησοῦ καὶ τοῖς μαθηταῖς αὐτοῦ. |
|
| 11 |
καὶ ἰδόντες οἱ Φαρισαῖοι ἐλεγον τοῖς μαθηταῖς αὐτοῦ, Διὰ τί μετὰ τῶν τελωνῶν καὶ ἀμαρτωλῶν ἐσθίει ὁ διδάσκαλος ὑμῶν; |
|
| 12 |
ὁ δὲ ἀκούσας εἶπεν, οὐ χρείαν ἐχουσιν οἱ ἰσχύοντες ἰατροῦ ἀλλ' οἱ κακῶς ἐχοντες. |
|
| 13 |
πορευθέντες δὲ μάθετε τί ἐστιν, Ἔλεος θέλω καὶ οὐ θυσίαν· οὐ γὰρ ἦλθον καλέσαι δικαίους ἀλλὰ ἀμαρτωλούς. |
- I desire mercy, and not sacrifice Mt.9.13
Hs.6.6
|
| 14 |
Τότε προσέρχονται αὐτῷ οἱ μαθηταὶ Ἰωάννου λέγοντες, Διὰ τί ἡμεῖς καὶ οἱ Φαρισαῖοι νηστεύομεν πολλά, οἱ δὲ μαθηταί σου οὐ νηστεύουσιν; |
The Question about Fasting Mt.9.14-17
Mk.2.18-22
Lk.5.33-39
|
| 15 |
καὶ εἶπεν αὐτοῖς ὁ Ἰησοῦς, Μὴ δύνανται οἱ υἱοὶ τοῦ νυμφῶνος πενθεῖν ἐφ' ὁσον μετ' αὐτῶν ἐστιν ὁ νυμφίος; ἐλεύσονται δὲ ἡμέραι ὁταν ἀπαρθῇ ἀπ' αὐτῶν ὁ νυμφίος, καὶ τότε νηστεύσουσιν. |
|
| 16 |
οὐδεὶς δὲ ἐπιβάλλει ἐπίβλημα ῥάκους ἀγνάφου ἐπὶ ἱματίῳ παλαιῷ· αἰρει γὰρ τὸ πλήρωμα αὐτοῦ ἀπὸ τοῦ ἱματίου, καὶ χεῖρον σχίσμα γίνεται. |
|
| 17 |
οὐδὲ βάλλουσιν οἶνον νέον εἰς ἀσκοὺς παλαιούς· εἰ δὲ μή γε, ῥήγνυνται οἱ ἀσκοί, καὶ ὁ οἶνος ἐκχεῖται καὶ οἱ ἀσκοὶ ἀπόλλυνται· ἀλλὰ βάλλουσιν οἶνον νέον εἰς ἀσκοὺς κ αινούς, καὶ ἀμφότεροι συντηροῦνται. |
|
| 18 |
Ταῦτα αὐτοῦ λαλοῦντος αὐτοῖς ἰδοὺ ἀρχων εἷς ἐλθὼν προσεκύνει αὐτῷ λέγων ὅτι Ἡ θυγάτηρ μου ἀρτι ἐτελεύτησεν· ἀλλὰ ἐλθὼν ἐπίθες τὴν χεῖρά σου ἐπ' αὐτήν, καὶ ζήσεται . |
The Ruler's Daughter and the Woman who Touched Jesus' Garment Mt.9.18-26
Mk.5.21-43
Lk.8.40-56
|
| 19 |
καὶ ἐγερθεὶς ὁ Ἰησοῦς ἠκολούθησεν αὐτῷ καὶ οἱ μαθηταὶ αὐτοῦ. |
|
| 20 |
Καὶ ἰδοὺ γυνὴ αἱμορροοῦσα δώδεκα ἐτη προσελθοῦσα ὀπισθεν ἡψατο τοῦ κρασπέδου τοῦ ἱματίου αὐτοῦ· |
|
| 21 |
ἐλεγεν γὰρ ἐν ἑαυτῇ, Ἐὰν μόνον ἀψωμαι τοῦ ἱματίου αὐτοῦ σωθήσομαι. |
|
| 22 |
ὁ δὲ Ἰησοῦς στραφεὶς καὶ ἰδὼν αὐτὴν εἶπεν, Θάρσει, θύγατερ· ἡ πίστις σου σέσωκέν σε. καὶ ἐσώθη ἡ γυνὴ ἀπὸ τῆς ὡρας ἐκείνης. |
|
| 23 |
Καὶ ἐλθὼν ὁ Ἰησοῦς εἰς τὴν οἰκίαν τοῦ ἀρχοντος καὶ ἰδὼν τοὺς αὐλητὰς καὶ τὸν ὀχλον θορυβούμενον |
|
| 24 |
ἐλεγεν, Ἀναχωρεῖτε, οὐ γὰρ ἀπέθανεν τὸ κοράσιον ἀλλὰ καθεύδει. καὶ κατεγέλων αὐτοῦ. |
|
| 25 |
ὅτε δὲ ἐξεβλήθη ὁ ὀχλος, εἰσελθὼν ἐκράτησεν τῆς χειρὸς αὐτῆς, καὶ ἠγέρθη τὸ κοράσιον. |
|
| 26 |
καὶ ἐξῆλθεν ἡ φήμη αὑτη εἰς ὁλην τὴν γῆν ἐκείνην. |
|
| 27 |
Καὶ παράγοντι ἐκεῖθεν τῷ Ἰησοῦ ἠκολούθησαν [αὐτῷ] δύο τυφλοὶ κράζοντες καὶ λέγοντες, Ἐλέησον ἡμᾶς, υἱὸς Δαυίδ. |
The Healing of Two Blind Men Mt.9.27-31
|
| 28 |
ἐλθόντι δὲ εἰς τὴν οἰκίαν προσῆλθον αὐτῷ οἱ τυφλοί, καὶ λέγει αὐτοῖς ὁ Ἰησοῦς, Πιστεύετε ὅτι δύναμαι τοῦτο ποιῆσαὶ λέγουσιν αὐτῷ, Ναί, κύριε. |
|
| 29 |
τότε ἡψατο τῶν ὀφθαλμῶν αὐτῶν λέγων, Κατὰ τὴν πίστιν ὑμῶν γενηθήτω ὑμῖν. |
|
| 30 |
καὶ ἠνεῴχθησαν αὐτῶν οἱ ὀφθαλμοί. καὶ ἐνεβριμήθη αὐτοῖς ὁ Ἰησοῦς λέγων, Ὁρᾶτε μηδεὶς γινωσκέτω. |
|
| 31 |
οἱ δὲ ἐξελθόντες διεφήμισαν αὐτὸν ἐν ὁλῃ τῇ γῇ ἐκείνῃ. |
|
| 32 |
Αὐτῶν δὲ ἐξερχομένων ἰδοὺ προσήνεγκαν αὐτῷ ἄνθρωπον κωφὸν δαιμονιζόμενον· |
The Healing of a Dumb Man Mt.9.32-34
|
| 33 |
καὶ ἐκβληθέντος τοῦ δαιμονίου ἐλάλησεν ὁ κωφός· καὶ ἐθαύμασαν οἱ ὀχλοι λέγοντες, Οὐδέποτε ἐφάνη οὑτως ἐν τῷ Ἰσραήλ. |
|
| 34 |
οἱ δὲ Φαρισαῖοι ἐλεγον, ἐν τῷ ἀρχοντι τῶν δαιμονίων ἐκβάλλει τὰ δαιμόνια. |
|
| 35 |
Καὶ περιῆγεν ὁ Ἰησοῦς τὰς πόλεις πάσας καὶ τὰς κώμας, διδάσκων ἐν ταῖς συναγωγαῖς αὐτῶν καὶ κηρύσσων τὸ εὐαγγέλιον τῆς βασιλείας καὶ θεραπεύων πᾶσαν νόσον καὶ πᾶσαν μαλακίαν. |
The Compassion of Jesus Mt.9.35-37
|
| 36 |
Ἰδὼν δὲ τοὺς ὀχλους ἐσπλαγχνίσθη περὶ αὐτῶν ὅτι ἦσαν ἐσκυλμένοι καὶ ἐρριμμένοι ὡσεὶ πρόβατα μὴ ἐχοντα ποιμένα. |
|
| 37 |
τότε λέγει τοῖς μαθηταῖς αὐτοῦ, Ὁ μὲν θερισμὸς πολύς, οἱ δὲ ἐργάται ὀλίγοι· |
|
| 38 |
δεήθητε οὖν τοῦ κυρίου τοῦ θερισμοῦ ὁπως ἐκβάλῃ ἐργάτας εἰς τὸν θερισμὸν αὐτοῦ. |
|