| 18 | ΚΑΤΑ ΜΑΘΘΑΙΟΝ | Passage |
|---|
| 1 |
Ἐν ἐκείνῃ τῇ ὡρᾳ προσῆλθον οἱ μαθηταὶ τῷ Ἰησοῦ λέγοντες, Τίς ἀρα μείζων ἐστὶν ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν; |
The Greatest in the Kingdom Mt.18.1-5
Mk.9.33-37
Lk.9.46-48
|
| 2 |
καὶ προσκαλεσάμενος παιδίον ἐστησεν αὐτὸ ἐν μέσῳ αὐτῶν |
|
| 3 |
καὶ εἶπεν, Ἀμὴν λέγω ὑμῖν, ἐὰν μὴ στραφῆτε καὶ γένησθε ὡς τὰ παιδία, οὐ μὴ εἰσέλθητε εἰς τὴν βασιλείαν τῶν οὐρανῶν. |
|
| 4 |
ὁστις οὖν ταπεινώσει ἑαυτὸν ὡς τὸ παιδίον τοῦτο, οὗτός ἐστιν ὁ μείζων ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν. |
|
| 5 |
καὶ ὃς ἐὰν δέξηται ἓν παιδίον τοιοῦτο ἐπὶ τῷ ὀνόματί μου, ἐμὲ δέχεται. |
Temptations to Sin Mt.18.5-9
Mk.9.42-48
Lk.17.1-2
|
| 6 |
Ὃς δ' ἂν σκανδαλίσῃ ἑνα τῶν μικρῶν τούτων τῶν πιστευόντων εἰς ἐμέ, συμφέρει αὐτῷ ἵνα κρεμασθῇ μύλος ὀνικὸς περὶ τὸν τράχηλον αὐτοῦ καὶ καταποντισθῇ ἐν τῷ πελάγει τη 'ς θαλάσσης. |
|
| 7 |
οὐαὶ τῷ κόσμῳ ἀπὸ τῶν σκανδάλων· ἀνάγκη γὰρ ἐλθεῖν τὰ σκάνδαλα, πλὴν οὐαὶ τῷ ἀνθρώπῳ δῖ οὗ τὸ σκάνδαλον ἐρχεται. |
|
| 8 |
Εἰ δὲ ἡ χείρ σου ἢ ὁ πούς σου σκανδαλίζει σε, ἐκκοψον αὐτὸν καὶ βάλε ἀπὸ σοῦ· καλόν σοί ἐστιν εἰσελθεῖν εἰς τὴν ζωὴν κυλλὸν ἢ χωλόν, ἢ δύο χεῖρας ἢ δύο πόδας ἐχοντ α βληθῆναι εἰς τὸ πῦρ τὸ αἰώνιον. |
|
| 9 |
καὶ εἰ ὁ ὀφθαλμός σου σκανδαλίζει σε, ἐξελε αὐτὸν καὶ βάλε ἀπὸ σοῦ· καλόν σοί ἐστιν μονόφθαλμον εἰς τὴν ζωὴν εἰσελθεῖν, ἢ δύο ὀφθαλμοὺς ἐχοντα βληθῆναι εἰς τὴν γέενναν τοῦ πυρός. |
|
| 10 |
Ὁρᾶτε μὴ καταφρονήσητε ἑνὸς τῶν μικρῶν τούτων· λέγω γὰρ ὑμῖν ὅτι οἱ ἀγγελοι αὐτῶν ἐν οὐρανοῖς διὰ παντὸς βλέπουσι τὸ πρόσωπον τοῦ πατρός μου τοῦ ἐν οὐρανοῖς. |
The Parable of the Lost Sheep Mt.18.10-14
Lk.15.3-7
|
| 11 |
ῆλθεν γὰρ ὁ υἱὸς τοῦ ἀνθρώπου σῶσαι τὸ ἀπολωλός. |
|
| 12 |
Τί ὑμῖν δοκεῖ; ἐὰν γένηταί τινι ἀνθρώπῳ ἑκατὸν πρόβατα καὶ πλανηθῇ ἓν ἐξ αὐτῶν, οὐχὶ ἀφήσει τὰ ἐνενήκοντα ἐννέα ἐπὶ τὰ ὀρη καὶ πορευθεὶς ζητεῖ τὸ πλανώμενον; |
|
| 13 |
καὶ ἐὰν γένηται εὑρεῖν αὐτό, ἀμὴν λέγω ὑμῖν ὅτι χαίρει ἐπ' αὐτῷ μᾶλλον ἢ ἐπὶ τοῖς ἐνενήκοντα ἐννέα τοῖς μὴ πεπλανημένοις. |
|
| 14 |
οὑτως οὐκ ἐστιν θέλημα ἐμπροσθεν τοῦ πατρὸς ὑμῶν τοῦ ἐν οὐρανοῖς ἵνα ἀπόληται ἓν τῶν μικρῶν τούτων. |
|
| 15 |
Ἐὰν δὲ ἀμαρτήσῃ [εἰς σὲ] ὁ ἀδελφός σου, ὑπαγε ἐλεγξον αὐτὸν μεταξὺ σοῦ καὶ αὐτοῦ μόνου. ἐάν σου ἀκούσῃ, ἐκέρδησας τὸν ἀδελφόν σου· |
A Brother who Sins Mt.18.15-20
Lk.17.3
|
| 16 |
ἐὰν δὲ μὴ ἀκούσῃ, παράλαβε μετὰ σοῦ ἐτι ἑνα ἢ δύο, ἵνα ἐπὶ στόματος δύο μαρτύρων ἢ τριῶν σταθῇ πᾶν ῥῆμα· |
- confirmed by the evidence of two or three witnesses Mt.18.16
Dt.19.15
|
| 17 |
ἐὰν δὲ παρακούσῃ αὐτῶν, εἰπὲ τῇ ἐκκλησίᾳ· ἐὰν δὲ καὶ τῆς ἐκκλησίας παρακούσῃ, ἐστω σοι ὡσπερ ὁ ἐθνικὸς καὶ ὁ τελώνης. |
|
| 18 |
Ἀμὴν λέγω ὑμῖν, ὁσα ἐὰν δήσητε ἐπὶ τῆς γῆς ἐσται δεδεμένα ἐν οὐρανῷ καὶ ὁσα ἐὰν λύσητε ἐπὶ τῆς γῆς ἐσται λελυμένα ἐν οὐρανῷ. |
|
| 19 |
Πάλιν λέγω ὑμῖν ὅτι ἐὰν δύο συμφωνήσωσιν ἐξ ὑμῶν ἐπὶ τῆς γῆς περὶ παντὸς πράγματος οὗ ἐὰν αἰτήσωνται, γενήσεται αὐτοῖς παρὰ τοῦ πατρός μου τοῦ ἐν οὐρανοῖς. |
|
| 20 |
οὗ γάρ εἰσιν δύο ἢ τρεῖς συνηγμένοι εἰς τὸ ἐμὸν ὀνομα, ἐκεῖ εἰμι ἐν μέσῳ αὐτῶν. |
|
| 21 |
Τότε προσελθὼν ὁ Πέτρος εἶπεν αὐτῷ, Κύριε, ποσάκις ἀμαρτήσει εἰς ἐμὲ ὁ ἀδελφός μου καὶ ἀφήσω αὐτῷ; ἑως ἑπτάκις; |
The Parable of the Unforgiving Servant Mt.18.21-35
|
| 22 |
λέγει αὐτῷ ὁ Ἰησοῦς, Οὐ λέγω σοι ἑως ἑπτάκις ἀλλὰ ἑως ἑβδομηκοντάκις ἑπτά. |
|
| 23 |
Διὰ τοῦτο ὡμοιώθη ἡ βασιλεία τῶν οὐρανῶν ἀνθρώπῳ βασιλεῖ ὃς ἠθέλησεν συνᾶραι λόγον μετὰ τῶν δούλων αὐτοῦ. |
|
| 24 |
ἀρξαμένου δὲ αὐτοῦ συναίρειν προσηνέχθη αὐτῷ εἷς ὀφειλέτης μυρίων ταλάντων. |
|
| 25 |
μὴ ἐχοντος δὲ αὐτοῦ ἀποδοῦναι ἐκέλευσεν αὐτὸν ὁ κύριος πραθῆναι καὶ τὴν γυναῖκα καὶ τὰ τέκνα καὶ πάντα ὁσα ἐχει, καὶ ἀποδοθῆναι. |
|
| 26 |
πεσὼν οὖν ὁ δοῦλος προσεκύνει αὐτῷ λέγων, Μακροθύμησον ἐπ' ἐμοί, καὶ πάντα ἀποδώσω σοι. |
|
| 27 |
σπλαγχνισθεὶς δὲ ὁ κύριος τοῦ δούλου ἐκείνου ἀπέλυσεν αὐτόν, καὶ τὸ δάνειον ἀφῆκεν αὐτῷ. |
|
| 28 |
ἐξελθὼν δὲ ὁ δοῦλος ἐκεῖνος εὗρεν ἑνα τῶν συνδούλων αὐτοῦ ὃς ὠφειλεν αὐτῷ ἑκατὸν δηνάρια, καὶ κρατήσας αὐτὸν ἐπνιγεν λέγων, Ἀπόδος εἰ τι ὀφείλεις. |
|
| 29 |
πεσὼν οὖν ὁ σύνδουλος αὐτοῦ παρεκάλει αὐτὸν λέγων, Μακροθύμησον ἐπ' ἐμοί, καὶ ἀποδώσω σοι. |
|
| 30 |
ὁ δὲ οὐκ ἠθελεν, ἀλλὰ ἀπελθὼν ἐβαλεν αὐτὸν εἰς φυλακὴν ἑως ἀποδῷ τὸ ὀφειλόμενον. |
|
| 31 |
ἰδόντες οὖν οἱ σύνδουλοι αὐτοῦ τὰ γενόμενα ἐλυπήθησαν σφόδρα, καὶ ἐλθόντες διεσάφησαν τῷ κυρίῳ ἑαυτῶν πάντα τὰ γενόμενα. |
|
| 32 |
τότε προσκαλεσάμενος αὐτὸν ὁ κύριος αὐτοῦ λέγει αὐτῷ, Δοῦλε πονηρέ, πᾶσαν τὴν ὀφειλὴν ἐκείνην ἀφῆκά σοι, ἐπεὶ παρεκάλεσάς με· |
|
| 33 |
οὐκ ἐδει καὶ σὲ ἐλεῆσαι τὸν σύνδουλόν σου, ὡς κἀγὼ σὲ ἠλέησὰ; |
|
| 34 |
καὶ ὀργισθεὶς ὁ κύριος αὐτοῦ παρέδωκεν αὐτὸν τοῖς βασανισταῖς ἑως οὗ ἀποδῷ πᾶν τὸ ὀφειλόμενον. |
|
| 35 |
Οὑτως καὶ ὁ πατήρ μου ὁ οὐράνιος ποιήσει ὑμῖν ἐὰν μὴ ἀφῆτε ἑκαστος τῷ ἀδελφῷ αὐτοῦ ἀπὸ τῶν καρδιῶν ὑμῶν. |
|