| 10 | ΚΑΤΑ ΜΑΘΘΑΙΟΝ | Passage |
|---|
| 1 |
Καὶ προσκαλεσάμενος τοὺς δώδεκα μαθητὰς αὐτοῦ ἐδωκεν αὐτοῖς ἐξουσίαν πνευμάτων ἀκαθάρτων ὡστε ἐκβάλλειν αὐτὰ καὶ θεραπεύειν πᾶσαν νόσον καὶ πᾶσαν μαλακίαν. |
The Mission of the Twelve Mt.10.1-4
Mk.3.13-19
Lk.6.12-16
|
| 2 |
Τῶν δὲ δώδεκα ἀποστόλων τὰ ὀνόματά ἐστιν ταῦτα· πρῶτος Σίμων ὁ λεγόμενος Πέτρος καὶ Ἀνδρέας ὁ ἀδελφὸς αὐτοῦ, καὶ Ἰάκωβος ὁ τοῦ Ζεβεδαίου καὶ Ἰωάννης ὁ ἀδελφὸς αὐτοῦ, |
|
| 3 |
Φίλιππος καὶ Βαρθολομαῖος, Θωμᾶς καὶ Μαθθαῖος ὁ τελώνης, Ἰάκωβος ὁ τοῦ Ἀλφαίου καὶ Θαδδαῖος, |
|
| 4 |
Σίμων ὁ Καναναῖος καὶ Ἰούδας ὁ Ἰσκαριώτης ὁ καὶ παραδοὺς αὐτόν. |
|
| 5 |
Τούτους τοὺς δώδεκα ἀπέστειλεν ὁ Ἰησοῦς παραγγείλας αὐτοῖς λέγων, Εἰς ὁδὸν ἐθνῶν μὴ ἀπέλθητε, καὶ εἰς πόλιν Σαμαριτῶν μὴ εἰσέλθητε· |
The Commissioning of the Twelve Mt.10.5-15
Mk.6.7-13
Lk.9.1-6
|
| 6 |
πορεύεσθε δὲ μᾶλλον πρὸς τὰ πρόβατα τὰ ἀπολωλότα οἰκου Ἰσραήλ. |
|
| 7 |
πορευόμενοι δὲ κηρύσσετε λέγοντες ὅτι Ἤγγικεν ἡ βασιλεία τῶν οὐρανῶν. |
|
| 8 |
ἀσθενοῦντας θεραπεύετε, νεκροὺς ἐγείρετε, λεπροὺς καθαρίζετε, δαιμόνια ἐκβάλλετε· δωρεὰν ἐλάβετε, δωρεὰν δότε. |
|
| 9 |
Μὴ κτήσησθε χρυσὸν μηδὲ ἀργυρον μηδὲ χαλκὸν εἰς τὰς ζώνας ὑμῶν, |
|
| 10 |
μὴ πήραν εἰς ὁδὸν μηδὲ δύο χιτῶνας μηδὲ ὑποδήματα μηδὲ ῥάβδον· ἄξιος γὰρ ὁ ἐργάτης τῆς τροφῆς αὐτοῦ. |
|
| 11 |
εἰς ἣν δ' ἂν πόλιν ἢ κώμην εἰσέλθητε, ἐξετάσατε τίς ἐν αὐτῇ ἀξιός ἐστιν· κἀκεῖ μείνατε ἑως ἂν ἐξέλθητε. |
|
| 12 |
εἰσερχόμενοι δὲ εἰς τὴν οἰκίαν ἀσπάσασθε αὐτήν· |
|
| 13 |
καὶ ἐὰν μὲν ᾖ ἡ οἰκία ἀξία, ἐλθάτω ἡ εἰρήνη ὑμῶν ἐπ' αὐτήν· ἐὰν δὲ μὴ ᾖ ἀξία, ἡ εἰρήνη ὑμῶν πρὸς ὑμᾶς ἐπιστραφήτω. |
|
| 14 |
καὶ ὃς ἂν μὴ δέξηται ὑμᾶς μηδὲ ἀκούσῃ τοὺς λόγους ὑμῶν, ἐξερχόμενοι ἐξω τῆς οἰκίας ἢ τῆς πόλεως ἐκείνης ἐκτινάξατε τὸν κονιορτὸν τῶν ποδῶν ὑμῶν. |
|
| 15 |
ἀμὴν λέγω ὑμῖν, ἀνεκτότερον ἐσται γῇ Σοδόμων καὶ Γομόρρων ἐν ἡμέρᾳ κρίσεως ἢ τῇ πόλει ἐκείνῃ. |
|
| 16 |
Ἰδοὺ ἐγὼ ἀποστέλλω ὑμᾶς ὡς πρόβατα ἐν μέσῳ λύκων· γίνεσθε οὖν φρόνιμοι ὡς οἱ ὀφεις καὶ ἀκέραιοι ὡς αἱ περιστεραί. |
Coming Persecutions Mt.10.16-25
Mk.13.9-13
Lk.21.12-17
|
| 17 |
προσέχετε δὲ ἀπὸ τῶν ἀνθρώπων· παραδώσουσιν γὰρ ὑμᾶς εἰς συνέδρια, καὶ ἐν ταῖς συναγωγαῖς αὐτῶν μαστιγώσουσιν ὑμᾶς· |
|
| 18 |
καὶ ἐπὶ ἡγεμόνας δὲ καὶ βασιλεῖς ἀχθήσεσθε ἑνεκεν ἐμοῦ εἰς μαρτύριον αὐτοῖς καὶ τοῖς ἐθνεσιν. |
|
| 19 |
ὁταν δὲ παραδῶσιν ὑμᾶς, μὴ μεριμνήσητε πῶς ἢ τί λαλήσητε· δοθήσεται γὰρ ὑμῖν ἐν ἐκείνῃ τῇ ὡρᾳ τί λαλήσητε· |
|
| 20 |
οὐ γὰρ ὑμεῖς ἐστε οἱ λαλοῦντες ἀλλὰ τὸ πνεῦμα τοῦ πατρὸς ὑμῶν τὸ λαλοῦν ἐν ὑμῖν. |
|
| 21 |
παραδώσει δὲ ἀδελφὸς ἀδελφὸν εἰς θάνατον καὶ πατὴρ τέκνον, καὶ ἐπαναστήσονται τέκνα ἐπὶ γονεῖς καὶ θανατώσουσιν αὐτούς. |
|
| 22 |
καὶ ἐσεσθε μισούμενοι ὑπὸ πάντων διὰ τὸ ὀνομά μου· ὁ δὲ ὑπομείνας εἰς τέλος οὗτος σωθήσεται. |
|
| 23 |
ὁταν δὲ διώκωσιν ὑμᾶς ἐν τῇ πόλει ταύτῃ, φεύγετε εἰς τὴν ἑτέραν· ἀμὴν γὰρ λέγω ὑμῖν, οὐ μὴ τελέσητε τὰς πόλεις τοῦ Ἰσραὴλ ἑως ἂν ἐλθῃ ὁ υἱὸς τοῦ ἀνθρώπου. |
|
| 24 |
Οὐκ ἐστιν μαθητὴς ὑπὲρ τὸν διδάσκαλον οὐδὲ δοῦλος ὑπὲρ τὸν κύριον αὐτοῦ. |
|
| 25 |
ἀρκετὸν τῷ μαθητῇ ἵνα γένηται ὡς ὁ διδάσκαλος αὐτοῦ, καὶ ὁ δοῦλος ὡς ὁ κύριος αὐτοῦ. εἰ τὸν οἰκοδεσπότην Βεελζεβοὺλ ἐπεκάλεσαν, πόσῳ μᾶλλον τοὺς οἰκιακοὺς αὐτοῦ. |
|
| 26 |
Μὴ οὖν φοβηθῆτε αὐτούς· οὐδὲν γάρ ἐστιν κεκαλυμμένον ὃ οὐκ ἀποκαλυφθήσεται, καὶ κρυπτὸν ὃ οὐ γνωσθήσεται. |
Whom to Fear Mt.10.26-31
Lk.12.2-7
|
| 27 |
ὃ λέγω ὑμῖν ἐν τῇ σκοτίᾳ, εἰπατε ἐν τῷ φωτί· καὶ ὃ εἰς τὸ οὖς ἀκούετε, κηρύξατε ἐπὶ τῶν δωμάτων. |
|
| 28 |
καὶ μὴ φοβεῖσθε ἀπὸ τῶν ἀποκτεννόντων τὸ σῶμα, τὴν δὲ ψυχὴν μὴ δυναμένων ἀποκτεῖναι· φοβεῖσθε δὲ μᾶλλον τὸν δυνάμενον καὶ ψυχὴν καὶ σῶμα ἀπολέσαι ἐν γεέννῃ. |
|
| 29 |
οὐχὶ δύο στρουθία ἀσσαρίου πωλεῖταὶ καὶ ἓν ἐξ αὐτῶν οὐ πεσεῖται ἐπὶ τὴν γῆν ἀνευ τοῦ πατρὸς ὑμῶν. |
|
| 30 |
ὑμῶν δὲ καὶ αἱ τρίχες τῆς κεφαλῆς πᾶσαι ἠριθμημέναι εἰσίν. |
|
| 31 |
μὴ οὖν φοβεῖσθε· πολλῶν στρουθίων διαφέρετε ὑμεῖς. |
|
| 32 |
Πᾶς οὖν ὁστις ὁμολογήσει ἐν ἐμοὶ ἐμπροσθεν τῶν ἀνθρώπων, ὁμολογήσω κἀγὼ ἐν αὐτῷ ἐμπροσθεν τοῦ πατρός μου τοῦ ἐν [τοῖς] οὐρανοῖς· |
Confessing Christ before Men Mt.10.32-33
Lk.12.8-9
|
| 33 |
ὁστις δ' ἂν ἀρνήσηταί με ἐμπροσθεν τῶν ἀνθρώπων, ἀρνήσομαι κἀγὼ αὐτὸν ἐμπροσθεν τοῦ πατρός μου τοῦ ἐν [τοῖς] οὐρανοῖς. |
|
| 34 |
Μὴ νομίσητε ὅτι ἦλθον βαλεῖν εἰρήνην ἐπὶ τὴν γῆν· οὐκ ἦλθον βαλεῖν εἰρήνην ἀλλὰ μάχαιραν. |
Not Peace, but a Sword Mt.10.34-39
Lk.12.51-53
Lk.14.26-27
|
| 35 |
ἦλθον γὰρ διχάσαι
ἄνθρωπον κατὰ τοῦ πατρὸς αὐτοῦ
καὶ θυγατέρα κατὰ τῆς μητρὸς αὐτῆς,
καὶ νύμφην κατὰ τῆς πενθερᾶς αὐτῆς,
|
|
| 36 |
καὶ ἐχθροὶ τοῦ ἀνθρώπου οἱ οἰκιακοὶ αὐτοῦ. |
- and a man's foes will be those of his own household. Mt.10.36
Mic.7.6
|
| 37 |
Ὁ φιλῶν πατέρα ἢ μητέρα ὑπὲρ ἐμὲ οὐκ ἐστιν μου ἄξιος· καὶ ὁ φιλῶν υἱὸν ἢ θυγατέρα ὑπὲρ ἐμὲ οὐκ ἐστιν μου ἄξιος· |
|
| 38 |
καὶ ὃς οὐ λαμβάνει τὸν σταυρὸν αὐτοῦ καὶ ἀκολουθεῖ ὀπίσω μου, οὐκ ἐστιν μου ἄξιος. |
|
| 39 |
ὁ εὑρὼν τὴν ψυχὴν αὐτοῦ ἀπολέσει αὐτήν, καὶ ὁ ἀπολέσας τὴν ψυχὴν αὐτοῦ ἑνεκεν ἐμοῦ εὑρήσει αὐτήν. |
|
| 40 |
Ὁ δεχόμενος ὑμᾶς ἐμὲ δέχεται, καὶ ὁ ἐμὲ δεχόμενος δέχεται τὸν ἀποστείλαντά με. |
Rewards Mt.10.40-42
Mk.9.41
|
| 41 |
ὁ δεχόμενος προφήτην εἰς ὀνομα προφήτου μισθὸν προφήτου λήμψεται, καὶ ὁ δεχόμενος δίκαιον εἰς ὀνομα δικαίου μισθὸν δικαίου λήμψεται. |
|
| 42 |
καὶ ὃς ἂν ποτίσῃ ἑνα τῶν μικρῶν τούτων ποτήριον ψυχροῦ μόνον εἰς ὀνομα μαθητοῦ, ἀμὴν λέγω ὑμῖν, οὐ μὴ ἀπολέσῃ τὸν μισθὸν αὐτοῦ. |
|