| 28 | ΚΑΤΑ ΜΑΘΘΑΙΟΝ | Passage |
|---|
| 1 |
Ὀψὲ δὲ σαββάτων, τῇ ἐπιφωσκούσῃ εἰς μίαν σαββάτων, ἦλθεν Μαριὰμ ἡ Μαγδαληνὴ καὶ ἡ ἀλλη Μαρία θεωρῆσαι τὸν τάφον. |
The Resurrection of Jesus Mk.28.1-10
Mk.16.1-8
Lk.24.1-12
Jn.20.1-10
|
| 2 |
καὶ ἰδοὺ σεισμὸς ἐγένετο μέγας· ἀγγελος γὰρ κυρίου καταβὰς ἐξ οὐρανοῦ καὶ προσελθὼν ἀπεκύλισεν τὸν λίθον καὶ ἐκάθητο ἐπάνω αὐτοῦ. |
|
| 3 |
ἦν δὲ ἡ εἰδέα αὐτοῦ ὡς ἀστραπὴ καὶ τὸ ἐνδυμα αὐτοῦ λευκὸν ὡς χιών. |
|
| 4 |
ἀπὸ δὲ τοῦ φόβου αὐτοῦ ἐσείσθησαν οἱ τηροῦντες καὶ ἐγενήθησαν ὡς νεκροί. |
|
| 5 |
ἀποκριθεὶς δὲ ὁ ἀγγελος εἶπεν ταῖς γυναιξίν, Μὴ φοβεῖσθε ὑμεῖς, οἶδα γὰρ ὅτι Ἰησοῦν τὸν ἐσταυρωμένον ζητεῖτε· |
|
| 6 |
οὐκ ἐστιν ὧδε, ἠγέρθη γὰρ καθὼς εἶπεν· δεῦτε ἰδετε τὸν τόπον ὁπου ἐκειτο. |
|
| 7 |
καὶ ταχὺ πορευθεῖσαι εἰπατε τοῖς μαθηταῖς αὐτοῦ ὅτι Ἠγέρθη ἀπὸ τῶν νεκρῶν, καὶ ἰδοὺ προάγει ὑμᾶς εἰς τὴν Γαλιλαίαν, ἐκεῖ αὐτὸν ὀψεσθε· ἰδοὺ εἶπον ὑμῖν. |
|
| 8 |
καὶ ἀπελθοῦσαι ταχὺ ἀπὸ τοῦ μνημείου μετὰ φόβου καὶ χαρᾶς μεγάλης ἐδραμον ἀπαγγεῖλαι τοῖς μαθηταῖς αὐτοῦ. |
|
| 9 |
καὶ ἰδοὺ Ἰησοῦς ὑπήντησεν αὐταῖς λέγων, Χαίρετε. αἱ δὲ προσελθοῦσαι ἐκράτησαν αὐτοῦ τοὺς πόδας καὶ προσεκύνησαν αὐτῷ. |
|
| 10 |
τότε λέγει αὐταῖς ὁ Ἰησοῦς, Μὴ φοβεῖσθε· ὑπάγετε ἀπαγγείλατε τοῖς ἀδελφοῖς μου ἵνα ἀπέλθωσιν εἰς τὴν Γαλιλαίαν, κἀκεῖ με ὀψονται. |
|
| 11 |
Πορευομένων δὲ αὐτῶν ἰδού τινες τῆς κουστωδίας ἐλθόντες εἰς τὴν πόλιν ἀπήγγειλαν τοῖς ἀρχιερεῦσιν ἀπαντα τὰ γενόμενα. |
The Report of the Guard Mt.28.11-15
|
| 12 |
καὶ συναχθέντες μετὰ τῶν πρεσβυτέρων συμβούλιόν τε λαβόντες ἀργύρια ἱΚανὰ ἐδωκαν τοῖς στρατιώταις |
|
| 13 |
λέγοντες, Εἰπατε ὅτι Οἱ μαθηταὶ αὐτοῦ νυκτὸς ἐλθόντες ἐκλεψαν αὐτὸν ἡμῶν κοιμωμένων. |
|
| 14 |
καὶ ἐὰν ἀκουσθῇ τοῦτο ἐπὶ τοῦ ἡγεμόνος, ἡμεῖς πείσομεν αὐτὸν καὶ ὑμᾶς ἀμερίμνους ποιήσομεν. |
|
| 15 |
οἱ δὲ λαβόντες τὰ ἀργύρια ἐποίησαν ὡς ἐδιδάχθησαν. Καὶ διεφημίσθη ὁ λόγος οὗτος παρὰ Ἰουδαίοις μέχρι τῆς σήμερον [ἡμέρας]. |
|
| 16 |
οἱ δὲ ἑνδεκα μαθηταὶ ἐπορεύθησαν εἰς τὴν Γαλιλαίαν εἰς τὸ ὀρος οὗ ἐτάξατο αὐτοῖς ὁ Ἰησοῦς, |
The Commissioning of the Disciples Mt.28.16-20
Mk.16.14-18
Lk.24.36-49
Jn.20.19-23
Ac.1.6-8
|
| 17 |
καὶ ἰδόντες αὐτὸν προσεκύνησαν, οἱ δὲ ἐδίστασαν. |
|
| 18 |
καὶ προσελθὼν ὁ Ἰησοῦς ἐλάλησεν αὐτοῖς λέγων, Ἐδόθη μοι πᾶσα ἐξουσία ἐν οὐρανῷ καὶ ἐπὶ γῆς. |
|
| 19 |
πορευθέντες οὖν μαθητεύσατε πάντα τὰ ἐθνη, βαπτίζοντες αὐτοὺς εἰς τὸ ὀνομα τοῦ πατρὸς καὶ τοῦ υἱοῦ καὶ τοῦ ἀγίου πνεύματος, |
|
| 20 |
διδάσκοντες αὐτοὺς τηρεῖν
πάντα ὁσα ἐνετειλάμην ὑμῖν·
καὶ ἰδοὺ ἐγὼ μεθ' ὑμῶν εἰμι πάσας τὰς ἡμέρας ἑως τῆς συντελείας τοῦ αἰῶνος. |
|