| 20 | ΚΑΤΑ ΜΑΘΘΑΙΟΝ | Passage |
|---|
| 1 |
Ὁμοία γάρ ἐστιν ἡ βασιλεία τῶν οὐρανῶν ἀνθρώπῳ οἰκοδεσπότῃ ὁστις ἐξῆλθεν ἀμα πρωῒ μισθώσασθαι ἐργάτας εἰς τὸν ἀμπελῶνα αὐτοῦ· |
The Workers in the Vineyard Mt.20.1-16
|
| 2 |
συμφωνήσας δὲ μετὰ τῶν ἐργατῶν ἐκ δηναρίου τὴν ἡμέραν ἀπέστειλεν αὐτοὺς εἰς τὸν ἀμπελῶνα αὐτοῦ. |
|
| 3 |
καὶ ἐξελθὼν περὶ τρίτην ὡραν εἶδεν ἀλλους ἑστῶτας ἐν τῇ ἀγορᾷ ἀργούς· |
|
| 4 |
καὶ ἐκείνοις εἶπεν, Ὑπάγετε καὶ ὑμεῖς εἰς τὸν ἀμπελῶνα, καὶ ὃ ἐὰν ᾖ δίκαιον δώσω ὑμῖν. |
|
| 5 |
οἱ δὲ ἀπῆλθον. πάλιν [δὲ] ἐξελθὼν περὶ ἑκτην καὶ ἐνάτην ὡραν ἐποίησεν ὡσαύτως. |
|
| 6 |
περὶ δὲ τὴν ἑνδεκάτην ἐξελθὼν εὗρεν ἀλλους ἑστῶτας, καὶ λέγει αὐτοῖς, Τί ὧδε ἑστήκατε ὁλην τὴν ἡμέραν ἀργοί; |
|
| 7 |
λέγουσιν αὐτῷ, Ὅτι οὐδεὶς ἡμᾶς ἐμισθώσατο. λέγει αὐτοῖς, Ὑπάγετε καὶ ὑμεῖς εἰς τὸν ἀμπελῶνα. |
|
| 8 |
ὀψίας δὲ γενομένης λέγει ὁ κύριος τοῦ ἀμπελῶνος τῷ ἐπιτρόπῳ αὐτοῦ, Κάλεσον τοὺς ἐργάτας καὶ ἀπόδος αὐτοῖς τὸν μισθὸν ἀρξάμενος ἀπὸ τῶν ἐσχάτων ἑως τῶν πρώτων. |
|
| 9 |
καὶ ἐλθόντες οἱ περὶ τὴν ἑνδεκάτην ὡραν ἐλαβον ἀνὰ δηνάριον. |
|
| 10 |
καὶ ἐλθόντες οἱ πρῶτοι ἐνόμισαν ὅτι πλεῖον λήμψονται· καὶ ἐλαβον [τὸ] ἀνὰ δηνάριον καὶ αὐτοί. |
|
| 11 |
λαβόντες δὲ ἐγόγγυζον κατὰ τοῦ οἰκοδεσπότου |
|
| 12 |
λέγοντες, Οὗτοι οἱ ἐσχατοι μίαν ὡραν ἐποίησαν, καὶ ἰσους ἡμῖν αὐτοὺς ἐποίησας τοῖς βαστάσασι τὸ βάρος τῆς ἡμέρας καὶ τὸν καύσωνα. |
|
| 13 |
ὁ δὲ ἀποκριθεὶς ἑνὶ αὐτῶν εἶπεν, Ἑταῖρε, οὐκ ἀδικῶ σε· οὐχὶ δηναρίου συνεφώνησάς μοὶ; |
|
| 14 |
ἆρον τὸ σὸν καὶ ὑπαγε· θέλω δὲ τούτῳ τῷ ἐσχάτῳ δοῦναι ὡς καὶ σοί. |
|
| 15 |
[ἢ] οὐκ ἐξεστίν μοι ὃ θέλω ποιῆσαι ἐν τοῖς ἐμοῖς; ἢ ὁ ὀφθαλμός σου πονηρός ἐστιν ὅτι ἐγὼ ἀγαθός εἰμὶ; |
|
| 16 |
Οὑτως ἐσονται οἱ ἐσχατοι πρῶτοι καὶ οἱ πρῶτοι ἐσχατοι. |
|
| 17 |
Καὶ ἀναβαίνων ὁ Ἰησοῦς εἰς Ἱεροσόλυμα παρέλαβεν τοὺς δώδεκα [μαθητὰς] κατ' ἰδίαν, καὶ ἐν τῇ ὁδῷ εἶπεν αὐτοῖς, |
A Third Time Jesus foretells His Death and Resurrection Mt.20.17-19
Mk.10.32-34
Lk.18.31-34
|
| 18 |
Ἰδοὺ ἀναβαίνομεν εἰς Ἱεροσόλυμα, καὶ ὁ υἱὸς τοῦ ἀνθρώπου παραδοθήσεται τοῖς ἀρχιερεῦσιν καὶ γραμματεῦσιν, καὶ κατακρινοῦσιν αὐτὸν θανάτῳ, |
|
| 19 |
καὶ παραδώσουσιν αὐτὸν τοῖς ἐθνεσιν εἰς τὸ ἐμπαῖξαι καὶ μαστιγῶσαι καὶ σταυρῶσαι, καὶ τῇ τρίτῃ ἡμέρᾳ ἐγερθήσεται. |
|
| 20 |
Τότε προσῆλθεν αὐτῷ ἡ μήτηρ τῶν υἱῶν Ζεβεδαίου μετὰ τῶν υἱῶν αὐτῆς προσκυνοῦσα καὶ αἰτοῦσά τι ἀπ' αὐτοῦ. |
The Request of James and John Mt.20.20-28
Mk.10.35-45
|
| 21 |
ὁ δὲ εἶπεν αὐτῇ, Τί θέλεις; λέγει αὐτῷ, Εἰπὲ ἵνα καθίσωσιν οὗτοι οἱ δύο υἱοί μου εἷς ἐκ δεξιῶν σου καὶ εἷς ἐξ εὐωνύμων σου ἐν τῇ βασιλείᾳ σου. |
|
| 22 |
ἀποκριθεὶς δὲ ὁ Ἰησοῦς εἶπεν, Οὐκ οἰδατε τί αἰτεῖσθε· δύνασθε πιεῖν τὸ ποτήριον ὃ ἐγὼ μέλλω πίνειν; λέγουσιν αὐτῷ, Δυνάμεθα. |
|
| 23 |
λέγει αὐτοῖς, Τὸ μὲν ποτήριόν μου πίεσθε, τὸ δὲ καθίσαι ἐκ δεξιῶν μου καὶ ἐξ εὐωνύμων οὐκ ἐστιν ἐμὸν τοῦτο δοῦναι, ἀλλ' οἷς ἡτοίμασται ὑπὸ τοῦ πατρός μου. |
|
| 24 |
Καὶ ἀκούσαντες οἱ δέκα ἠγανάκτησαν περὶ τῶν δύο ἀδελφῶν. |
|
| 25 |
ὁ δὲ Ἰησοῦς προσκαλεσάμενος αὐτοὺς εἶπεν, Οἰδατε ὅτι οἱ ἀρχοντες τῶν ἐθνῶν κατακυριεύουσιν αὐτῶν καὶ οἱ μεγάλοι κατεξουσιάζουσιν αὐτῶν. |
|
| 26 |
οὐχ οὑτως ἐσται ἐν ὑμῖν· ἀλλ' ὃς ἐὰν θέλῃ ἐν ὑμῖν μέγας γενέσθαι ἐσται ὑμῶν διάκονος, |
|
| 27 |
καὶ ὃς ἂν θέλῃ ἐν ὑμῖν εἶναι πρῶτος ἐσται ὑμῶν δοῦλος· |
|
| 28 |
ὡσπερ ὁ υἱὸς τοῦ ἀνθρώπου οὐκ ἦλθεν διακονηθῆναι ἀλλὰ διακονῆσαι καὶ δοῦναι τὴν ψυχὴν αὐτοῦ λύτρον ἀντὶ πολλῶν. |
|
| 29 |
Καὶ ἐκπορευομένων αὐτῶν ἀπὸ Ἰεριχὼ ἠκολούθησεν αὐτῷ ὀχλος πολύς. |
The Healing of Two Blind Men Mt.20.29-34
Mk.10.46-52
Lk.18.35-43
|
| 30 |
καὶ ἰδοὺ δύο τυφλοὶ καθήμενοι παρὰ τὴν ὁδόν, ἀκούσαντες ὅτι Ἰησοῦς παράγει, ἐκραξαν λέγοντες, ἐλέησον ἡμᾶς, [Κύριε], υἱὸς Δαυίδ. |
|
| 31 |
ὁ δὲ ὀχλος ἐπετίμησεν αὐτοῖς ἵνα σιωπήσωσιν· οἱ δὲ μεῖζον ἐκραξαν λέγοντες, ἐλέησον ἡμᾶς, Κύριε, υἱὸς Δαυίδ. |
|
| 32 |
καὶ στὰς ὁ Ἰησοῦς ἐφώνησεν αὐτοὺς καὶ εἶπεν, Τί θέλετε ποιήσω ὑμῖν; |
|
| 33 |
λέγουσιν αὐτῷ, Κύριε, ἵνα ἀνοιγῶσιν οἱ ὀφθαλμοὶ ἡμῶν. |
|
| 34 |
σπλαγχνισθεὶς δὲ ὁ Ἰησοῦς ἡψατο τῶν ὀμμάτων αὐτῶν, καὶ εὐθέως ἀνέβλεψαν καὶ ἠκολούθησαν αὐτῷ. |
|