| 27 | ΚΑΤΑ ΜΑΘΘΑΙΟΝ | Passage |
|---|
| 1 |
Πρωΐας δὲ γενομένης συμβούλιον ἐλαβον πάντες οἱ ἀρχιερεῖς καὶ οἱ πρεσβύτεροι τοῦ λαοῦ κατὰ τοῦ Ἰησοῦ ὡστε θανατῶσαι αὐτόν· |
Jesus Brought before Pilate Mt.27.1-2
Mk.15.1
Lk.23.1-2
Jn.18.28-32
|
| 2 |
καὶ δήσαντες αὐτὸν ἀπήγαγον καὶ παρέδωκαν Πιλάτῳ τῷ ἡγεμόνι. |
|
| 3 |
Τότε ἰδὼν Ἰούδας ὁ παραδιδοὺς αὐτὸν ὅτι κατεκρίθη μεταμεληθεὶς ἐστρεψεν τὰ τριάκοντα ἀργύρια τοῖς ἀρχιερεῦσιν καὶ πρεσβυτέροις |
The Death of Judas Mt.27.3-10
Ac.1.18-19
|
| 4 |
λέγων, Ἥμαρτον παραδοὺς αἷμα ἀθῷον. οἱ δὲ εἶπαν, Τί πρὸς ἡμᾶς; σὺ ὀψῃ. |
|
| 5 |
καὶ ῥίψας τὰ ἀργύρια εἰς τὸν ναὸν ἀνεχώρησεν, καὶ ἀπελθὼν ἀπήγξατο. |
|
| 6 |
οἱ δὲ ἀρχιερεῖς λαβόντες τὰ ἀργύρια εἶπαν, Οὐκ ἐξεστιν βαλεῖν αὐτὰ εἰς τὸν κορβανᾶν, ἐπεὶ τιμὴ αἱματός ἐστιν. |
|
| 7 |
συμβούλιον δὲ λαβόντες ἠγόρασαν ἐξ αὐτῶν τὸν Ἀγρὸν τοῦ Κεραμέως εἰς ταφὴν τοῖς ξένοις. |
|
| 8 |
διὸ ἐκλήθη ὁ ἀγρὸς ἐκεῖνος Ἀγρὸς Αἵματος ἑως τῆς σήμερον. |
|
| 9 |
τότε ἐπληρώθη τὸ ῥηθὲν διὰ Ἰερεμίου τοῦ προφήτου λέγοντος, Καὶ ἔλαβον τὰ τριάκοντα ἀργύρια, τὴν τιμὴν τοῦ τετιμημένου ὃν ἐτιμήσαντο ἀπὸ υἱῶν Ἰσραήλ, |
- And they took the thirty pieces of silver Mt.27.9
Zch.11.12-13
|
| 10 |
καὶ ἔδωκαν αὐτὰ εἰς τὸν ἀγρὸν τοῦ κεραμέως, καθὰ συνέταξέν μοι κύριος. |
|
| 11 |
Ὁ δὲ Ἰησοῦς ἐστάθη ἐμπροσθεν τοῦ ἡγεμόνος· καὶ ἐπηρώτησεν αὐτὸν ὁ ἡγεμὼν λέγων, Σὺ εἶ ὁ βασιλεὺς τῶν Ἰουδαίων; ὁ δὲ Ἰησοῦς ἐφη, Σὺ λέγεις. |
Jesus Questioned by Pilate Mt.27.11-14
Mk.15.2-5
Lk.23.3-5
Jn.18.33-38
|
| 12 |
καὶ ἐν τῷ κατηγορεῖσθαι αὐτὸν ὑπὸ τῶν ἀρχιερέων καὶ πρεσβυτέρων οὐδὲν ἀπεκρίνατο. |
|
| 13 |
τότε λέγει αὐτῷ ὁ Πιλᾶτος, Οὐκ ἀκούεις πόσα σου καταμαρτυροῦσιν; |
|
| 14 |
καὶ οὐκ ἀπεκρίθη αὐτῷ πρὸς οὐδὲ ἓν ῥῆμα, ὡστε θαυμάζειν τὸν ἡγεμόνα λίαν. |
|
| 15 |
Κατὰ δὲ ἑορτὴν εἰώθει ὁ ἡγεμὼν ἀπολύειν ἑνα τῷ ὀχλῳ δέσμιον ὃν ἠθελον. |
Jesus Sentenced to Die Mt.27.15-26
Mk.15.6-15
Lk.23.13-25
Jn.18.39-19.16
|
| 16 |
εἶχον δὲ τότε δέσμιον ἐπίσημον λεγόμενον [Ἰησοῦν] Βαραββᾶν. |
|
| 17 |
συνηγμένων οὖν αὐτῶν εἶπεν αὐτοῖς ὁ Πιλᾶτος, Τίνα θέλετε ἀπολύσω ὑμῖν, [Ἰησοῦν τὸν] Βαραββᾶν ἢ Ἰησοῦν τὸν λεγόμενον Χριστόν; |
|
| 18 |
ᾐδει γὰρ ὅτι διὰ φθόνον παρέδωκαν αὐτόν. |
|
| 19 |
Καθημένου δὲ αὐτοῦ ἐπὶ τοῦ βήματος ἀπέστειλεν πρὸς αὐτὸν ἡ γυνὴ αὐτοῦ λέγουσα, Μηδὲν σοὶ καὶ τῷ δικαίῳ ἐκείνῳ, πολλὰ γὰρ ἐπαθον σήμερον κατ' ὀναρ δῖ αὐτόν. |
|
| 20 |
Οἱ δὲ ἀρχιερεῖς καὶ οἱ πρεσβύτεροι ἐπεισαν τοὺς ὀχλους ἵνα αἰτήσωνται τὸν Βαραββᾶν τὸν δὲ Ἰησοῦν ἀπολέσωσιν. |
|
| 21 |
ἀποκριθεὶς δὲ ὁ ἡγεμὼν εἶπεν αὐτοῖς, Τίνα θέλετε ἀπὸ τῶν δύο ἀπολύσω ὑμῖν; οἱ δὲ εἶπαν, Τὸν Βαραββᾶν. |
|
| 22 |
λέγει αὐτοῖς ὁ Πιλᾶτος, Τί οὖν ποιήσω Ἰησοῦν τὸν λεγόμενον Χριστόν; λέγουσιν πάντες, Σταυρωθήτω. |
|
| 23 |
ὁ δὲ ἐφη, Τί γὰρ κακὸν ἐποίησεν; οἱ δὲ περισσῶς ἐκραζον λέγοντες, ΣΤΑΥΡΩΘΗΤΩ. |
|
| 24 |
ἰδὼν δὲ ὁ Πιλᾶτος ὅτι οὐδὲν ὠφελεῖ ἀλλὰ μᾶλλον θόρυβος γίνεται, λαβὼν ὑδωρ ἀπενίψατο τὰς χεῖρας ἀπέναντι τοῦ ὀχλου, λέγων, Ἀθῷός εἰμι ἀπὸ τοῦ αἱματος τούτου· ὑμει 'ς ὀψεσθε. |
|
| 25 |
καὶ ἀποκριθεὶς πᾶς ὁ λαὸς εἶπεν, Τὸ αἷμα αὐτοῦ ἐφ' ἡμᾶς καὶ ἐπὶ τὰ τέκνα ἡμῶν. |
|
| 26 |
τότε ἀπέλυσεν αὐτοῖς τὸν Βαραββᾶν, τὸν δὲ Ἰησοῦν φραγελλώσας παρέδωκεν ἵνα σταυρωθῇ. |
|
| 27 |
Τότε οἱ στρατιῶται τοῦ ἡγεμόνος παραλαβόντες τὸν Ἰησοῦν εἰς τὸ πραιτώριον συνήγαγον ἐπ' αὐτὸν ὁλην τὴν σπεῖραν. |
The Soldiers Mock Jesus Mt.27.27-31
Mk.15.16-20
Jn.19.2-3
|
| 28 |
καὶ ἐκδύσαντες αὐτὸν χλαμύδα κοκκίνην περιέθηκαν αὐτῷ, |
|
| 29 |
καὶ πλέξαντες στέφανον ἐξ ἀκανθῶν ἐπέθηκαν ἐπὶ τῆς κεφαλῆς αὐτοῦ καὶ κάλαμον ἐν τῇ δεξιᾷ αὐτοῦ, καὶ γονυπετήσαντες ἐμπροσθεν αὐτοῦ ἐνέπαιξαν αὐτῷ λέγοντες, Χαῖρε, βασι λεῦ τῶν Ἰουδαίων, |
|
| 30 |
καὶ ἐμπτύσαντες εἰς αὐτὸν ἐλαβον τὸν κάλαμον καὶ ἐτυπτον εἰς τὴν κεφαλὴν αὐτοῦ. |
|
| 31 |
καὶ ὅτε ἐνέπαιξαν αὐτῷ, ἐξέδυσαν αὐτὸν τὴν χλαμύδα καὶ ἐνέδυσαν αὐτὸν τὰ ἱμάτια αὐτοῦ, καὶ ἀπήγαγον αὐτὸν εἰς τὸ σταυρῶσαι. |
|
| 32 |
Ἐξερχόμενοι δὲ εὗρον ἄνθρωπον Κυρηναῖον ὀνόματι Σίμωνα· τοῦτον ἠγγάρευσαν ἵνα ἀρῃ τὸν σταυρὸν αὐτοῦ. |
The Crucifixion of Jesus Mt.27.32-44
Mk.15.21-32
Lk.23.26-43
Jn.19.17-27
|
| 33 |
Καὶ ἐλθόντες εἰς τόπον λεγόμενον Γολγοθᾶ, ὁ ἐστιν Κρανίου τόπος λεγόμενος, |
|
| 34 |
ἔδωκαν αὐτῷ πιεῖν οἶνον μετὰ χολῆς μεμιγμένον· καὶ γευσάμενος οὐκ ἠθέλησεν πιεῖν. |
- they offered him wine to drink, mingled with gall - but when he tasted it, he would not drink Mt.27.34
Ps.69.21
|
| 35 |
σταυρώσαντες δὲ αὐτὸν διεμερίσαντο τὰ ἱμάτια αὐτοῦ βάλλοντες κλῆρον, |
- And when they had crucified him, they divided his garments among them by casting lots - Mt.27.35
Ps.22.18
|
| 36 |
καὶ καθήμενοι ἐτήρουν αὐτὸν ἐκεῖ. |
|
| 37 |
καὶ ἐπέθηκαν ἐπάνω τῆς κεφαλῆς αὐτοῦ τὴν αἰτίαν αὐτοῦ γεγραμμένην· ΟΥΤΟΣ ΕΣΤΙΝ ΙΗΣΟΥΣ Ο ΒΑΣΙΛΕΥΣ Ο ΙΟΥΔΑΙΩΝ. |
|
| 38 |
Τότε σταυροῦνται σὺν αὐτῷ δύο λῃσταί, εἷς ἐκ δεξιῶν καὶ εἷς ἐξ εὐωνύμων. |
|
| 39 |
οἱ δὲ παραπορευόμενοι ἐβλασφήμουν αὐτὸν κινοῦντες τὰς κεφαλὰς αὐτῶν |
- And those who passed by derided him, wagging their heads Mt.27.39
Ps.22.7
Ps.109.25
Lm.2.15
|
| 40 |
καὶ λέγοντες, Ὁ καταλύων τὸν ναὸν καὶ ἐν τρισὶν ἡμέραις οἰκοδομῶν, σῶσον σεαυτόν, εἰ υἱὸς εἶ τοῦ θεοῦ, [καὶ] κατάβηθι ἀπὸ τοῦ σταυροῦ. |
|
| 41 |
ὁμοίως καὶ οἱ ἀρχιερεῖς ἐμπαίζοντες μετὰ τῶν γραμματέων καὶ πρεσβυτέρων ἐλεγον, |
|
| 42 |
Ἄλλους ἐσωσεν, ἑαυτὸν οὐ δύναται σῶσαι· βασιλεὺς Ἰσραήλ ἐστιν, καταβάτω νῦν ἀπὸ τοῦ σταυροῦ καὶ πιστεύσομεν ἐπ' αὐτόν. |
|
| 43 |
πέποιθεν ἐπὶ τὸν θεόν, ῥυσάσθω νῦν εἰ θέλει αὐτόν· εἶπεν γὰρ ὅτι Θεοῦ εἰμι υἱός. |
- He trusts in God - let God deliver him now, if he desires him - for he said, 'I am the Son of Mt.27.43
Ps.22.8
|
| 44 |
τὸ δ' αὐτὸ καὶ οἱ λῃσταὶ οἱ συσταυρωθέντες σὺν αὐτῷ ὠνείδιζον αὐτόν. |
|
| 45 |
Ἀπὸ δὲ ἑκτης ὡρας σκότος ἐγένετο ἐπὶ πᾶσαν τὴν γῆν ἑως ὡρας ἐνάτης. |
The Death of Jesus Mt.27.45-56
Mk.15.33-41
Lk.23.44-49
Jn.19.28-30
|
| 46 |
περὶ δὲ τὴν ἐνάτην ὡραν ἀνεβόησεν ὁ Ἰησοῦς φωνῇ μεγάλῃ λέγων, Hλι ηλι λεμα σαβαχθανι; τοῦτ' ἐστιν, Θεέ μου θεέ μου, ἱνατί με ἐγκατέλιπεσ; |
- My God, my God, why hast thou forsaken me? Mt.27.46
Ps.22.1
|
| 47 |
τινὲς δὲ τῶν ἐκεῖ ἑστηκότων ἀκούσαντες ἐλεγον ὅτι Ἠλίαν φωνεῖ οὗτος. |
|
| 48 |
καὶ εὐθέως δραμὼν εἷς ἐξ αὐτῶν καὶ λαβὼν σπόγγον πλήσας τε ὀξους καὶ περιθεὶς καλάμῳ ἐπότιζεν αὐτόν. |
|
| 49 |
οἱ δὲ λοιποὶ ἐλεγον, Ἄφες ἰδωμεν εἰ ἐρχεται Ἠλίας σώσων αὐτόν. |
|
| 50 |
ὁ δὲ Ἰησοῦς πάλιν κράξας φωνῇ μεγάλῃ ἀφῆκεν τὸ Πνεῦμα. |
|
| 51 |
Καὶ ἰδοὺ τὸ καταπέτασμα τοῦ ναοῦ ἐσχίσθη ἀπ' ἀνωθεν ἑως κάτω εἰς δύο, καὶ ἡ γῆ ἐσείσθη, καὶ αἱ πέτραι ἐσχίσθησαν, |
|
| 52 |
καὶ τὰ μνημεῖα ἀνεῴχθησαν καὶ πολλὰ σώματα τῶν κεκοιμημένων ἀγίων ἠγέρθησαν, |
|
| 53 |
καὶ ἐξελθόντες ἐκ τῶν μνημείων μετὰ τὴν ἐγερσιν αὐτοῦ εἰσῆλθον εἰς τὴν ἀγίαν πόλιν καὶ ἐνεφανίσθησαν πολλοῖς. |
|
| 54 |
Ὁ δὲ ἑκατόνταρχος καὶ οἱ μετ' αὐτοῦ τηροῦντες τὸν Ἰησοῦν ἰδόντες τὸν σεισμὸν καὶ τὰ γενόμενα ἐφοβήθησαν σφόδρα, λέγοντες, Ἀληθῶς θεοῦ υἱὸς ἦν οὗτος. |
|
| 55 |
Ἦσαν δὲ ἐκεῖ γυναῖκες πολλαὶ ἀπὸ μακρόθεν θεωροῦσαι, αἱτινες ἠκολούθησαν τῷ Ἰησοῦ ἀπὸ τῆς Γαλιλαίας διακονοῦσαι αὐτῷ· |
|
| 56 |
ἐν αἷς ἦν Μαρία ἡ Μαγδαληνὴ καὶ Μαρία ἡ τοῦ Ἰακώβου καὶ Ἰωσὴφ μήτηρ καὶ ἡ μήτηρ τῶν υἱῶν Ζεβεδαίου. |
|
| 57 |
Ὀψίας δὲ γενομένης ἦλθεν ἄνθρωπος πλούσιος ἀπὸ Ἁριμαθαίας, τοὐνομα Ἰωσήφ, ὃς καὶ αὐτὸς ἐμαθητεύθη τῷ Ἰησοῦ· |
The Burial of Jesus Mt.27.57-61
Mk.15.42-47
Lk.23.50-56
Jn.19.38-42
|
| 58 |
οὗτος προσελθὼν τῷ Πιλάτῳ ᾐτήσατο τὸ σῶμα τοῦ Ἰησοῦ. τότε ὁ Πιλᾶτος ἐκέλευσεν ἀποδοθῆναι. |
|
| 59 |
καὶ λαβὼν τὸ σῶμα ὁ Ἰωσὴφ ἐνετύλιξεν αὐτὸ ἐν σινδόνι καθαρᾷ, |
|
| 60 |
καὶ ἐθηκεν αὐτὸ ἐν τῷ καινῷ αὐτοῦ μνημείῳ ὃ ἐλατόμησεν ἐν τῇ πέτρᾳ, καὶ προσκυλίσας λίθον μέγαν τῇ θύρᾳ τοῦ μνημείου ἀπῆλθεν. |
|
| 61 |
ἦν δὲ ἐκεῖ Μαριὰμ ἡ Μαγδαληνὴ καὶ ἡ ἀλλη Μαρία καθήμεναι ἀπέναντι τοῦ τάφου. |
|
| 62 |
Τῇ δὲ ἐπαύριον, ἡτις ἐστὶν μετὰ τὴν παρασκευήν, συνήχθησαν οἱ ἀρχιερεῖς καὶ οἱ Φαρισαῖοι πρὸς Πιλᾶτον |
The Guard on the Tomb Mt.27.62-66
|
| 63 |
λέγοντες, Κύριε, ἐμνήσθημεν ὅτι ἐκεῖνος ὁ πλάνος εἶπεν ἐτι ζῶν, Μετὰ τρεῖς ἡμέρας ἐγείρομαι. |
|
| 64 |
κέλευσον οὖν ἀσφαλισθῆναι τὸν τάφον ἑως τῆς τρίτης ἡμέρας, μήποτε ἐλθόντες οἱ μαθηταὶ αὐτοῦ κλέψωσιν αὐτὸν καὶ εἰπωσιν τῷ λαῷ, Ἠγέρθη ἀπὸ τῶν νεκρῶν, καὶ ἐσται ἡ ἐσχάτη πλάνη χείρων τῆς πρώτης. |
|
| 65 |
ἐφη αὐτοῖς ὁ Πιλᾶτος, Ἔχετε κουστωδίαν· ὑπάγετε ἀσφαλίσασθε ὡς οἰδατε. |
|
| 66 |
οἱ δὲ πορευθέντες ἠσφαλίσαντο τὸν τάφον σφραγίσαντες τὸν λίθον μετὰ τῆς κουστωδίας. |
|