| 25 | ΚΑΤΑ ΜΑΘΘΑΙΟΝ | Passage |
|---|
| 1 |
Τότε ὁμοιωθήσεται ἡ βασιλεία τῶν οὐρανῶν δέκα παρθένοις, αἱτινες λαβοῦσαι τὰς λαμπάδας ἑαυτῶν ἐξῆλθον εἰς ὑπάντησιν τοῦ νυμφίου. |
The Parable of the Ten Maidens Mt.25.1-13
|
| 2 |
πέντε δὲ ἐξ αὐτῶν ἦσαν μωραὶ καὶ πέντε φρόνιμοι. |
|
| 3 |
αἱ γὰρ μωραὶ λαβοῦσαι τὰς λαμπάδας αὐτῶν οὐκ ἐλαβον μεθ' ἑαυτῶν ἐλαιον· |
|
| 4 |
αἱ δὲ φρόνιμοι ἐλαβον ἐλαιον ἐν τοῖς ἀγγείοις μετὰ τῶν λαμπάδων ἑαυτῶν. |
|
| 5 |
χρονίζοντος δὲ τοῦ νυμφίου ἐνύσταξαν πᾶσαι καὶ ἐκάθευδον. |
|
| 6 |
μέσης δὲ νυκτὸς κραυγὴ γέγονεν, Ἰδοὺ ὁ νυμφίος, ἐξέρχεσθε εἰς ἀπάντησιν αὐτοῦ. |
|
| 7 |
τότε ἠγέρθησαν πᾶσαι αἱ παρθένοι ἐκεῖναι καὶ ἐκόσμησαν τὰς λαμπάδας ἑαυτῶν. |
|
| 8 |
αἱ δὲ μωραὶ ταῖς φρονίμοις εἶπαν, Δότε ἡμῖν ἐκ τοῦ ἐλαίου ὑμῶν, ὅτι αἱ λαμπάδες ἡμῶν σβέννυνται. |
|
| 9 |
ἀπεκρίθησαν δὲ αἱ φρόνιμοι λέγουσαι, Μήποτε οὐ μὴ ἀρκέσῃ ἡμῖν καὶ ὑμῖν· πορεύεσθε μᾶλλον πρὸς τοὺς πωλοῦντας καὶ ἀγοράσατε ἑαυταῖς. |
|
| 10 |
ἀπερχομένων δὲ αὐτῶν ἀγοράσαι ἦλθεν ὁ νυμφίος, καὶ αἱ ἑτοιμοι εἰσῆλθον μετ' αὐτοῦ εἰς τοὺς γάμους, καὶ ἐκλείσθη ἡ θύρα. |
|
| 11 |
ὑστερον δὲ ἐρχονται καὶ αἱ λοιπαὶ παρθένοι λέγουσαι, Κύριε κύριε, ἀνοιξον ἡμῖν. |
|
| 12 |
ὁ δὲ ἀποκριθεὶς εἶπεν, Ἀμὴν λέγω ὑμῖν, οὐκ οἶδα ὑμᾶς. |
|
| 13 |
Γρηγορεῖτε οὖν, ὅτι οὐκ οἰδατε τὴν ἡμέραν οὐδὲ τὴν ὡραν. |
|
| 14 |
Ὥσπερ γὰρ ἄνθρωπος ἀποδημῶν ἐκάλεσεν τοὺς ἰδίους δούλους καὶ παρέδωκεν αὐτοῖς τὰ ὑπάρχοντα αὐτοῦ, |
The Parable of the Talents Mt.25.14-30
Lk.19.11-27
|
| 15 |
καὶ ᾧ μὲν ἐδωκεν πέντε τάλαντα, ᾧ δὲ δύο, ᾧ δὲ ἑν, ἑκάστῳ κατὰ τὴν ἰδίαν δύναμιν, καὶ ἀπεδήμησεν. εὐθέως |
|
| 16 |
πορευθεὶς ὁ τὰ πέντε τάλαντα λαβὼν ἠργάσατο ἐν αὐτοῖς καὶ ἐκέρδησεν ἀλλα πέντε· |
|
| 17 |
ὡσαύτως ὁ τὰ δύο ἐκέρδησεν ἀλλα δύο. |
|
| 18 |
ὁ δὲ τὸ ἓν λαβὼν ἀπελθὼν ὠρυξεν γῆν καὶ ἐκρυψεν τὸ ἀργύριον τοῦ κυρίου αὐτοῦ. |
|
| 19 |
μετὰ δὲ πολὺν χρόνον ἐρχεται ὁ κύριος τῶν δούλων ἐκείνων καὶ συναίρει λόγον μετ' αὐτῶν. |
|
| 20 |
καὶ προσελθὼν ὁ τὰ πέντε τάλαντα λαβὼν προσήνεγκεν ἀλλα πέντε τάλαντα λέγων, Κύριε, πέντε τάλαντά μοι παρέδωκας· ἰδε ἀλλα πέντε τάλαντα ἐκέρδησα. |
|
| 21 |
ἐφη αὐτῷ ὁ κύριος αὐτοῦ, Εὖ, δοῦλε ἀγαθὲ καὶ πιστέ, ἐπὶ ὀλίγα ἦς πιστός, ἐπὶ πολλῶν σε καταστήσω· εἰσελθε εἰς τὴν χαρὰν τοῦ κυρίου σου. |
|
| 22 |
προσελθὼν δὲ καὶ ὁ τὰ δύο τάλαντα εἶπεν, Κύριε, δύο τάλαντά μοι παρέδωκας· ἰδε ἀλλα δύο τάλαντα ἐκέρδησα. |
|
| 23 |
ἐφη αὐτῷ ὁ κύριος αὐτοῦ, Εὖ, δοῦλε ἀγαθὲ καὶ πιστέ, ἐπὶ ὀλίγα ἦς πιστός, ἐπὶ πολλῶν σε καταστήσω· εἰσελθε εἰς τὴν χαρὰν τοῦ κυρίου σου. |
|
| 24 |
προσελθὼν δὲ καὶ ὁ τὸ ἓν τάλαντον εἰληφὼς εἶπεν, Κύριε, ἐγνων σε ὅτι σκληρὸς εἶ ἄνθρωπος, θερίζων ὁπου οὐκ ἐσπειρας καὶ συνάγων ὁθεν οὐ διεσκόρπισας· |
|
| 25 |
καὶ φοβηθεὶς ἀπελθὼν ἐκρυψα τὸ τάλαντόν σου ἐν τῇ γῇ· ἰδε ἐχεις τὸ σόν. |
|
| 26 |
ἀποκριθεὶς δὲ ὁ κύριος αὐτοῦ εἶπεν αὐτῷ, Πονηρὲ δοῦλε καὶ ὀκνηρέ, ᾐδεις ὅτι θερίζω ὁπου οὐκ ἐσπειρα καὶ συνάγω ὁθεν οὐ διεσκόρπισὰ; |
|
| 27 |
ἐδει σε οὖν βαλεῖν τὰ ἀργύριά μου τοῖς τραπεζίταις, καὶ ἐλθὼν ἐγὼ ἐκομισάμην ἂν τὸ ἐμὸν σὺν τόκῳ. |
|
| 28 |
ἀρατε οὖν ἀπ' αὐτοῦ τὸ τάλαντον καὶ δότε τῷ ἐχοντι τὰ δέκα τάλαντα· |
|
| 29 |
τῷ γὰρ ἐχοντι παντὶ δοθήσεται καὶ περισσευθήσεται· τοῦ δὲ μὴ ἐχοντος καὶ ὃ ἐχει ἀρθήσεται ἀπ' αὐτοῦ. |
|
| 30 |
καὶ τὸν ἀχρεῖον δοῦλον ἐκβάλετε εἰς τὸ σκότος τὸ ἐξώτερον· ἐκεῖ ἐσται ὁ κλαυθμὸς καὶ ὁ βρυγμὸς τῶν ὀδόντων. |
|
| 31 |
Ὅταν δὲ ἐλθῃ ὁ υἱὸς τοῦ ἀνθρώπου ἐν τῇ δόξῃ αὐτοῦ καὶ πάντες οἱ ἀγγελοι μετ' αὐτοῦ, τότε καθίσει ἐπὶ θρόνου δόξης αὐτοῦ· |
The Judgment of the Nations Mt.25.31-46
|
| 32 |
καὶ συναχθήσονται ἐμπροσθεν αὐτοῦ πάντα τὰ ἐθνη, καὶ ἀφορίσει αὐτοὺς ἀπ' ἀλλήλων, ὡσπερ ὁ ποιμὴν ἀφορίζει τὰ πρόβατα ἀπὸ τῶν ἐρίφων, |
|
| 33 |
καὶ στήσει τὰ μὲν πρόβατα ἐκ δεξιῶν αὐτοῦ τὰ δὲ ἐρίφια ἐξ εὐωνύμων. |
|
| 34 |
τότε ἐρεῖ ὁ βασιλεὺς τοῖς ἐκ δεξιῶν αὐτοῦ, Δεῦτε, οἱ εὐλογημένοι τοῦ πατρός μου, κληρονομήσατε τὴν ἡτοιμασμένην ὑμῖν βασιλείαν ἀπὸ καταβολῆς κόσμου· |
|
| 35 |
ἐπείνασα γὰρ καὶ ἐδώκατέ μοι φαγεῖν, ἐδίψησα καὶ ἐποτίσατέ με, ξένος ἠμην καὶ συνηγάγετέ με, |
|
| 36 |
γυμνὸς καὶ περιεβάλετέ με, ἠσθένησα καὶ ἐπεσκέψασθέ με, ἐν φυλακῇ ἠμην καὶ ἠλθατε πρός με. |
|
| 37 |
τότε ἀποκριθήσονται αὐτῷ οἱ δίκαιοι λέγοντες, Κύριε, πότε σε εἰδομεν πεινῶντα καὶ ἐθρέψαμεν, ἢ διψῶντα καὶ ἐποτίσαμεν; |
|
| 38 |
πότε δέ σε εἰδομεν ξένον καὶ συνηγάγομεν, ἢ γυμνὸν καὶ περιεβάλομεν; |
|
| 39 |
πότε δέ σε εἰδομεν ἀσθενοῦντα ἢ ἐν φυλακῇ καὶ ἠλθομεν πρός σὲ; |
|
| 40 |
καὶ ἀποκριθεὶς ὁ βασιλεὺς ἐρεῖ αὐτοῖς, Ἀμὴν λέγω ὑμῖν, ἐφ' ὁσον ἐποιήσατε ἑνὶ τούτων τῶν ἀδελφῶν μου τῶν ἐλαχίστων, ἐμοὶ ἐποιήσατε. |
|
| 41 |
Τότε ἐρεῖ καὶ τοῖς ἐξ εὐωνύμων, Πορεύεσθε ἀπ' ἐμοῦ [οἱ] κατηραμένοι εἰς τὸ πῦρ τὸ αἰώνιον τὸ ἡτοιμασμένον τῷ διαβόλῳ καὶ τοῖς ἀγγέλοις αὐτοῦ· |
|
| 42 |
ἐπείνασα γὰρ καὶ οὐκ ἐδώκατέ μοι φαγεῖν, ἐδίψησα καὶ οὐκ ἐποτίσατέ με, |
|
| 43 |
ξένος ἠμην καὶ οὐ συνηγάγετέ με, γυμνὸς καὶ οὐ περιεβάλετέ με, ἀσθενὴς καὶ ἐν φυλακῇ καὶ οὐκ ἐπεσκέψασθέ με. |
|
| 44 |
τότε ἀποκριθήσονται καὶ αὐτοὶ λέγοντες, Κύριε, πότε σε εἰδομεν πεινῶντα ἢ διψῶντα ἢ ξένον ἢ γυμνὸν ἢ ἀσθενῆ ἢ ἐν φυλακῇ καὶ οὐ διηκονήσαμέν σοὶ; |
|
| 45 |
τότε ἀποκριθήσεται αὐτοῖς λέγων, Ἀμὴν λέγω ὑμῖν, ἐφ' ὁσον οὐκ ἐποιήσατε ἑνὶ τούτων τῶν ἐλαχίστων, οὐδὲ ἐμοὶ ἐποιήσατε. |
|
| 46 |
καὶ ἀπελεύσονται οὗτοι εἰς κόλασιν αἰώνιον, οἱ δὲ δίκαιοι εἰς ζωὴν αἰώνιον. |
|