| 26 | ΚΑΤΑ ΜΑΘΘΑΙΟΝ | Passage |
|---|
| 1 |
Καὶ ἐγένετο ὅτε ἐτέλεσεν ὁ Ἰησοῦς πάντας τοὺς λόγους τούτους, εἶπεν τοῖς μαθηταῖς αὐτοῦ, |
The Plot to Kill Jesus Mt.26.1-5
Mk.14.1-2
Lk.22.1-2
Jn.11.45-53
|
| 2 |
Οἰδατε ὅτι μετὰ δύο ἡμέρας τὸ πάσχα γίνεται, καὶ ὁ υἱὸς τοῦ ἀνθρώπου παραδίδοται εἰς τὸ σταυρωθῆναι. |
|
| 3 |
Τότε συνήχθησαν οἱ ἀρχιερεῖς καὶ οἱ πρεσβύτεροι τοῦ λαοῦ εἰς τὴν αὐλὴν τοῦ ἀρχιερέως τοῦ λεγομένου Καϊάφα, |
|
| 4 |
καὶ συνεβουλεύσαντο ἵνα τὸν Ἰησοῦν δόλῳ κρατήσωσιν καὶ ἀποκτείνωσιν· |
|
| 5 |
ἐλεγον δέ, Μὴ ἐν τῇ ἑορτῇ, ἵνα μὴ θόρυβος γένηται ἐν τῷ λαῷ. |
|
| 6 |
Τοῦ δὲ Ἰησοῦ γενομένου ἐν Βηθανίᾳ ἐν οἰκίᾳ Σίμωνος τοῦ λεπροῦ, |
The Anointing at Bethany Mt.26.6-13
Mk.14.3-9
Lk.12.1-8
|
| 7 |
προσῆλθεν αὐτῷ γυνὴ ἐχουσα ἀλάβαστρον μύρου βαρυτίμου καὶ κατέχεεν ἐπὶ τῆς κεφαλῆς αὐτοῦ ἀνακειμένου. |
|
| 8 |
ἰδόντες δὲ οἱ μαθηταὶ ἠγανάκτησαν λέγοντες, Εἰς τί ἡ ἀπώλεια αὑτὴ; |
|
| 9 |
ἐδύνατο γὰρ τοῦτο πραθῆναι πολλοῦ καὶ δοθῆναι πτωχοῖς. |
|
| 10 |
γνοὺς δὲ ὁ Ἰησοῦς εἶπεν αὐτοῖς, Τί κόπους παρέχετε τῇ γυναικί; ἐργον γὰρ καλὸν ἠργάσατο εἰς ἐμέ· |
|
| 11 |
πάντοτε γὰρ τοὺς πτωχοὺς ἐχετε μεθ' ἑαυτῶν, ἐμὲ δὲ οὐ πάντοτε ἐχετε· |
|
| 12 |
βαλοῦσα γὰρ αὑτη τὸ μύρον τοῦτο ἐπὶ τοῦ σώματός μου πρὸς τὸ ἐνταφιάσαι με ἐποίησεν. |
|
| 13 |
ἀμὴν λέγω ὑμῖν, ὁπου ἐὰν κηρυχθῇ τὸ εὐαγγέλιον τοῦτο ἐν ὁλῳ τῷ κόσμῳ, λαληθήσεται καὶ ὃ ἐποίησεν αὑτη εἰς μνημόσυνον αὐτῆς. |
|
| 14 |
Τότε πορευθεὶς εἷς τῶν δώδεκα, ὁ λεγόμενος Ἰούδας Ἰσκαριώτης, πρὸς τοὺς ἀρχιερεῖς |
Judas' Agreement to Betray Jesus Mt.26.14-16
Mk.14.10-11
Lk.22.3-6
|
| 15 |
εἶπεν, Τί θέλετέ μοι δοῦναι κἀγὼ ὑμῖν παραδώσω αὐτόν; οἱ δὲ ἔστησαν αὐτῷ τριάκοντα ἀργύρια. |
- they paid him thirty pieces of silver. Mt.26.15
Zch.11.12
|
| 16 |
καὶ ἀπὸ τότε ἐζήτει εὐκαιρίαν ἵνα αὐτὸν παραδῷ. |
|
| 17 |
Τῇ δὲ πρώτῃ τῶν ἀζύμων προσῆλθον οἱ μαθηταὶ τῷ Ἰησοῦ λέγοντες, Ποῦ θέλεις ἑτοιμάσωμέν σοι φαγεῖν τὸ πάσχὰ; |
The Passover with the Disciples Mt.26.17-25
Mk.14.12-21
Lk.22.7-14
Lk.22.21-23
Jn.13.21-30
|
| 18 |
ὁ δὲ εἶπεν, Ὑπάγετε εἰς τὴν πόλιν πρὸς τὸν δεῖνα καὶ εἰπατε αὐτῷ, Ὁ διδάσκαλος λέγει, Ὁ καιρός μου ἐγγύς ἐστιν· πρὸς σὲ ποιῶ τὸ πάσχα μετὰ τῶν μαθητῶν μου. |
|
| 19 |
καὶ ἐποίησαν οἱ μαθηταὶ ὡς συνέταξεν αὐτοῖς ὁ Ἰησοῦς, καὶ ἡτοίμασαν τὸ πάσχα. |
|
| 20 |
Ὀψίας δὲ γενομένης ἀνέκειτο μετὰ τῶν δώδεκα. |
|
| 21 |
καὶ ἐσθιόντων αὐτῶν εἶπεν, Ἀμὴν λέγω ὑμῖν ὅτι εἷς ἐξ ὑμῶν παραδώσει με. |
|
| 22 |
καὶ λυπούμενοι σφόδρα ἠρξαντο λέγειν αὐτῷ εἷς ἑκαστος, Μήτι ἐγώ εἰμι, κύριὲ; |
|
| 23 |
Ὁ δὲ ἀποκριθεὶς εἶπεν, ὁ ἐμβάψας μετ' ἐμοῦ τὴν χεῖρα ἐν τῷ τρυβλίῳ οὗτός με παραδώσει. |
|
| 24 |
ὁ μὲν υἱὸς τοῦ ἀνθρώπου ὑπάγει καθὼς γέγραπται περὶ αὐτοῦ, οὐαὶ δὲ τῷ ἀνθρώπῳ ἐκείνῳ δῖ οὗ ὁ υἱὸς τοῦ ἀνθρώπου παραδίδοται· καλὸν ἦν αὐτῷ εἰ οὐκ ἐγεννήθη ὁ ἄνθρωπος ἐκεῖνος. |
|
| 25 |
ἀποκριθεὶς δὲ Ἰούδας ὁ παραδιδοὺς αὐτὸν εἶπεν, Μήτι ἐγώ εἰμι, Ῥαββί; λέγει αὐτῷ, Σὺ εἶπας. |
|
| 26 |
Ἐσθιόντων δὲ αὐτῶν λαβὼν ὁ Ἰησοῦς ἀρτον καὶ εὐλογήσας ἐκλασεν καὶ δοὺς τοῖς μαθηταῖς εἶπεν, Λάβετε φάγετε, τοῦτό ἐστιν τὸ σῶμά μου. |
The Institution of the Lord's Supper Mt.26.26-30
Mk.14.22-25
Lk.22.14-23
1Cor.11.23-26
|
| 27 |
καὶ λαβὼν ποτήριον καὶ εὐχαριστήσας ἐδωκεν αὐτοῖς λέγων, Πίετε ἐξ αὐτοῦ πάντες, |
|
| 28 |
τοῦτο γάρ ἐστιν τὸ αἷμά μου τῆς διαθήκης τὸ περὶ πολλῶν ἐκχυννόμενον εἰς ἀφεσιν ἀμαρτιῶν. |
|
| 29 |
λέγω δὲ ὑμῖν, οὐ μὴ πίω ἀπ' ἀρτι ἐκ τούτου τοῦ γενήματος τῆς ἀμπέλου ἑως τῆς ἡμέρας ἐκείνης ὁταν αὐτὸ πίνω μεθ' ὑμῶν καινὸν ἐν τῇ βασιλείᾳ τοῦ πατρός μου. |
|
| 30 |
Καὶ ὑμνήσαντες ἐξῆλθον εἰς τὸ Ὀρος τῶν Ἐλαιῶν. |
|
| 31 |
Τότε λέγει αὐτοῖς ὁ Ἰησοῦς, Πάντες ὑμεῖς σκανδαλισθήσεσθε ἐν ἐμοὶ ἐν τῇ νυκτὶ ταύτῃ, γέγραπται γάρ, Πατάξω τὸν ποιμένα,
καὶ διασκορπισθήσονται τὰ πρόβατα τῆς ποίμνης· |
Peter's Denial Foretold Mt.26.31-35
Mk.14.27-31
Lk.22.31-34
Jn.13.36-38
|
| 32 |
μετὰ δὲ τὸ ἐγερθῆναί με προάξω ὑμᾶς εἰς τὴν Γαλιλαίαν. |
|
| 33 |
ἀποκριθεὶς δὲ ὁ Πέτρος εἶπεν αὐτῷ, Εἰ πάντες σκανδαλισθήσονται ἐν σοί, ἐγὼ οὐδέποτε σκανδαλισθήσομαι. |
|
| 34 |
ἐφη αὐτῷ ὁ Ἰησοῦς, Ἀμὴν λέγω σοι ὅτι ἐν ταύτῃ τῇ νυκτὶ πρὶν ἀλέκτορα φωνῆσαι τρὶς ἀπαρνήσῃ με. |
|
| 35 |
λέγει αὐτῷ ὁ Πέτρος, Κἂν δέῃ με σὺν σοὶ ἀποθανεῖν, οὐ μή σε ἀπαρνήσομαι. ὁμοίως καὶ πάντες οἱ μαθηταὶ εἶπαν. |
|
| 36 |
Τότε ἐρχεται μετ' αὐτῶν ὁ Ἰησοῦς εἰς χωρίον λεγόμενον Γεθσημανί, καὶ λέγει τοῖς μαθηταῖς, Καθίσατε αὐτοῦ ἑως [οὗ] ἀπελθὼν ἐκεῖ προσεύξωμαι. |
The Prayer in Gethsemane Mt.26.36-46
Mk.14.32-42
Lk.22.39-46
|
| 37 |
καὶ παραλαβὼν τὸν Πέτρον καὶ τοὺς δύο υἱοὺς Ζεβεδαίου ἠρξατο λυπεῖσθαι καὶ ἀδημονεῖν. |
|
| 38 |
τότε λέγει αὐτοῖς, Περίλυπός ἐστιν ἡ ψυχή μου ἑως θανάτου· μείνατε ὧδε καὶ γρηγορεῖτε μετ' ἐμοῦ. |
|
| 39 |
καὶ προελθὼν μικρὸν ἐπεσεν ἐπὶ πρόσωπον αὐτοῦ προσευχόμενος καὶ λέγων, Πάτερ μου, εἰ δυνατόν ἐστιν, παρελθάτω ἀπ' ἐμοῦ τὸ ποτήριον τοῦτο· πλὴν οὐχ ὡς ἐγὼ θέλω ἀλλ' ὡς σύ. |
|
| 40 |
καὶ ἐρχεται πρὸς τοὺς μαθητὰς καὶ εὑρίσκει αὐτοὺς καθεύδοντας, καὶ λέγει τῷ Πέτρῳ, οὑτως οὐκ ἰσχύσατε μίαν ὡραν γρηγορῆσαι μετ' ἐμοῦ; |
|
| 41 |
γρηγορεῖτε καὶ προσεύχεσθε, ἵνα μὴ εἰσέλθητε εἰς πειρασμόν· τὸ μὲν Πνεῦμα πρόθυμον ἡ δὲ σὰρξ ἀσθενής. |
|
| 42 |
πάλιν ἐκ δευτέρου ἀπελθὼν προσηύξατο λέγων, Πάτερ μου, εἰ οὐ δύναται τοῦτο παρελθεῖν ἐὰν μὴ αὐτὸ πίω, γενηθήτω τὸ θέλημά σου. |
|
| 43 |
καὶ ἐλθὼν πάλιν εὗρεν αὐτοὺς καθεύδοντας, ἦσαν γὰρ αὐτῶν οἱ ὀφθαλμοὶ βεβαρημένοι. |
|
| 44 |
καὶ ἀφεὶς αὐτοὺς πάλιν ἀπελθὼν προσηύξατο ἐκ τρίτου τὸν αὐτὸν λόγον εἰπὼν πάλιν. |
|
| 45 |
τότε ἐρχεται πρὸς τοὺς μαθητὰς καὶ λέγει αὐτοῖς, Καθεύδετε τὸ λοιπὸν καὶ ἀναπαύεσθὲ; ἰδοὺ ἤγγικεν ἡ ὡρα καὶ ὁ υἱὸς τοῦ ἀνθρώπου παραδίδοται εἰς χεῖρας ἀμαρτωλῶν. |
|
| 46 |
ἐγείρεσθε, ἀγωμεν· ἰδοὺ ἤγγικεν ὁ παραδιδούς με. |
|
| 47 |
Καὶ ἐτι αὐτοῦ λαλοῦντος ἰδοὺ Ἰούδας εἷς τῶν δώδεκα ἦλθεν καὶ μετ' αὐτοῦ ὀχλος πολὺς μετὰ μαχαιρῶν καὶ ξύλων ἀπὸ τῶν ἀρχιερέων καὶ πρεσβυτέρων τοῦ λαοῦ. |
The Betrayal and Arrest of Jesus Mt.26.47-56
Mk.14.43-50
Lk.22.47-53
Jn.18.3-12
|
| 48 |
ὁ δὲ παραδιδοὺς αὐτὸν ἐδωκεν αὐτοῖς σημεῖον λέγων, Ὅν ἂν φιλήσω αὐτός ἐστιν· κρατήσατε αὐτόν. |
|
| 49 |
καὶ εὐθέως προσελθὼν τῷ Ἰησοῦ εἶπεν, Χαῖρε, Ῥαββί· καὶ κατεφίλησεν αὐτόν. |
|
| 50 |
ὁ δὲ Ἰησοῦς εἶπεν αὐτῷ, Ἑταῖρε, ἐφ' ὃ πάρει. τότε προσελθόντες ἐπέβαλον τὰς χεῖρας ἐπὶ τὸν Ἰησοῦν καὶ ἐκράτησαν αὐτόν. |
|
| 51 |
καὶ ἰδοὺ εἷς τῶν μετὰ Ἰησοῦ ἐκτείνας τὴν χεῖρα ἀπέσπασεν τὴν μάχαιραν αὐτοῦ καὶ πατάξας τὸν δοῦλον τοῦ ἀρχιερέως ἀφεῖλεν αὐτοῦ τὸ ὠτίον. |
|
| 52 |
τότε λέγει αὐτῷ ὁ Ἰησοῦς, Ἀπόστρεψον τὴν μάχαιράν σου εἰς τὸν τόπον αὐτῆς, πάντες γὰρ οἱ λαβόντες μάχαιραν ἐν μαχαίρῃ ἀπολοῦνται. |
|
| 53 |
ἢ δοκεῖς ὅτι οὐ δύναμαι παρακαλέσαι τὸν πατέρα μου, καὶ παραστήσει μοι ἀρτι πλείω δώδεκα λεγιῶνας ἀγγέλων; |
|
| 54 |
πῶς οὖν πληρωθῶσιν αἱ γραφαὶ ὅτι οὑτως δεῖ γενέσθαὶ; |
|
| 55 |
Ἐν ἐκείνῃ τῇ ὡρᾳ εἶπεν ὁ Ἰησοῦς τοῖς ὀχλοις, Ὡς ἐπὶ λῃστὴν ἐξήλθατε μετὰ μαχαιρῶν καὶ ξύλων συλλαβεῖν μὲ καθ' ἡμέραν ἐν τῷ ἱερῷ ἐκαθεζόμην διδάσκων καὶ οὐκ ἐκρ ατήσατέ με. |
|
| 56 |
τοῦτο δὲ ὁλον γέγονεν ἵνα πληρωθῶσιν αἱ γραφαὶ τῶν προφητῶν. Τότε οἱ μαθηταὶ πάντες ἀφέντες αὐτὸν ἐφυγον. |
|
| 57 |
Οἱ δὲ κρατήσαντες τὸν Ἰησοῦν ἀπήγαγον πρὸς Καϊάφαν τὸν ἀρχιερέα, ὁπου οἱ γραμματεῖς καὶ οἱ πρεσβύτεροι συνήχθησαν. |
Jesus before the Council Mt.26.57-68
Mk.14.53-65
Lk.22.54-55
Jn.18.13-14
Jn.18.19-24
|
| 58 |
ὁ δὲ Πέτρος ἠκολούθει αὐτῷ ἀπὸ μακρόθεν ἑως τῆς αὐλῆς τοῦ ἀρχιερέως, καὶ εἰσελθὼν ἐσω ἐκάθητο μετὰ τῶν ὑπηρετῶν ἰδεῖν τὸ τέλος. |
|
| 59 |
οἱ δὲ ἀρχιερεῖς καὶ τὸ συνέδριον ὁλον ἐζήτουν ψευδομαρτυρίαν κατὰ τοῦ Ἰησοῦ ὁπως αὐτὸν θανατώσωσιν, |
|
| 60 |
καὶ οὐχ εὗρον πολλῶν προσελθόντων ψευδομαρτύρων. ὑστερον δὲ προσελθόντες δύο |
|
| 61 |
εἶπαν, Οὗτος ἐφη, Δύναμαι καταλῦσαι τὸν ναὸν τοῦ θεοῦ καὶ διὰ τριῶν ἡμερῶν οἰκοδομῆσαι. |
|
| 62 |
καὶ ἀναστὰς ὁ ἀρχιερεὺς εἶπεν αὐτῷ, Οὐδὲν ἀποκρίνῃ; τί οὗτοί σου καταμαρτυροῦσιν; |
|
| 63 |
ὁ δὲ Ἰησοῦς ἐσιώπα. καὶ ὁ ἀρχιερεὺς εἶπεν αὐτῷ, Ἐξορκίζω σε κατὰ τοῦ θεοῦ τοῦ ζῶντος ἵνα ἡμῖν εἰπῃς εἰ σὺ εἶ ὁ Χριστὸς ὁ υἱὸς τοῦ θεοῦ. |
|
| 64 |
λέγει αὐτῷ ὁ Ἰησοῦς, Σὺ εἶπας· πλὴν λέγω ὑμῖν, ἀπ' ἀρτι ὀψεσθε τὸν υἱὸν τοῦ ἀνθρώπου
καθήμενον ἐκ δεξιῶν τῆς δυνάμεως
καὶ ἐρχόμενον ἐπὶ τῶν νεφελῶν τοῦ οὐρανοῦ. |
- hereafter you will see the Son of man Mt.26.64
Ps.110.1
Dn.7.13
|
| 65 |
τότε ὁ ἀρχιερεὺς διέρρηξεν τὰ ἱμάτια αὐτοῦ λέγων, Ἐβλασφήμησεν· τί ἐτι χρείαν ἐχομεν μαρΤύρων; ἰδε νῦν ἠκούσατε τὴν βλασφημίαν· |
|
| 66 |
τί ὑμῖν δοκεῖ; οἱ δὲ ἀποκριθέντες εἶπαν, Ἔνοχος θανάτου ἐστίν. |
|
| 67 |
Τότε ἐνέπτυσαν εἰς τὸ πρόσωπον αὐτοῦ καὶ ἐκολάφισαν αὐτόν, οἱ δὲ ἐράπισαν |
|
| 68 |
λέγοντες, Προφήτευσον ἡμῖν, Χριστέ, τίς ἐστιν ὁ παίσας σὲ; |
|
| 69 |
Ὁ δὲ Πέτρος ἐκάθητο ἐξω ἐν τῇ αὐλῇ· καὶ προσῆλθεν αὐτῷ μία παιδίσκη λέγουσα, Καὶ σὺ ἦσθα μετὰ Ἰησοῦ τοῦ Γαλιλαίου. |
Peter's Denial of Jesus Mt.26.69-75
Mk.14.66-72
Lk.22.56-62
Jn.18.15-18
Jn.18.25-27
|
| 70 |
ὁ δὲ ἠρνήσατο ἐμπροσθεν πάντων λέγων, Οὐκ οἶδα τί λέγεις. |
|
| 71 |
ἐξελθόντα δὲ εἰς τὸν πυλῶνα εἶδεν αὐτὸν ἀλλη καὶ λέγει τοῖς ἐκεῖ, Οὗτος ἦν μετὰ Ἰησοῦ τοῦ Ναζωραίου. |
|
| 72 |
καὶ πάλιν ἠρνήσατο μετὰ ὁρκου ὅτι Οὐκ οἶδα τὸν ἄνθρωπον. |
|
| 73 |
μετὰ μικρὸν δὲ προσελθόντες οἱ ἑστῶτες εἶπον τῷ Πέτρῳ, Ἀληθῶς καὶ σὺ ἐξ αὐτῶν εἶ, καὶ γὰρ ἡ λαλιά σου δῆλόν σε ποιεῖ. |
|
| 74 |
τότε ἠρξατο καταθεματίζειν καὶ ὀμνύειν ὅτι Οὐκ οἶδα τὸν ἄνθρωπον. καὶ εὐθέως ἀλέκτωρ ἐφώνησεν. |
|
| 75 |
καὶ ἐμνήσθη ὁ Πέτρος τοῦ ῥήματος Ἰησοῦ εἰρηκότος ὅτι Πρὶν ἀλέκτορα φωνῆσαι τρὶς ἀπαρνήσῃ με· καὶ ἐξελθὼν ἐξω ἐκλαυσεν πικρῶς. |
|