| 13 | ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α | ||
| 1 | Ἐὰν ταῖς γλώσσαις τῶν ἀνθρώπων λαλῶ καὶ τῶν ἀγγέλων, ἀγάπην δὲ μὴ ἐχω, γέγονα χαλκὸς ἠχῶν ἢ κύμβαλον ἀλαλάζον. | ||
| 2 | καὶ ἐὰν ἐχω προφητείαν καὶ εἰδῶ τὰ μυστήρια πάντα καὶ πᾶσαν τὴν γνῶσιν, καὶ ἐὰν ἐχω πᾶσαν τὴν πίστιν ὡστε ὀρη μεθιστάναι, ἀγάπην δὲ μὴ ἐχω, οὐθέν εἰμι. | ||
| 3 | κἂν ψωμίσω πάντα τὰ ὑπάρχοντά μου, καὶ ἐὰν παραδῶ τὸ σῶμά μου ἵνα καυχήσωμαι, ἀγάπην δὲ μὴ ἐχω, οὐδὲν ὠφελοῦμαι. | ||
| 4 | Ἡ ἀγάπη μακροθυμεῖ, χρηστεύεται ἡ ἀγάπη, οὐ ζηλοῖ, οὐ περπερεύεται, οὐ φυσιοῦται, | ||
| 5 | οὐκ ἀσχημονεῖ, οὐ ζητεῖ τὰ ἑαυτῆς, οὐ παροξύνεται, οὐ λογίζεται τὸ κακόν, | ||
| 6 | οὐ χαίρει ἐπὶ τῇ ἀδικίᾳ, συγχαίρει δὲ τῇ ἀληθείᾳ· | ||
| 7 | πάντα στέγει, πάντα πιστεύει, πάντα ἐλπίζει, πάντα ὑπομένει. | ||
| 8 | Ἡ ἀγάπη οὐδέποτε πίπτει. εἰτε δὲ προφητεῖαι, καταργηθήσονται· εἰτε γλῶσσαι, παύσονται· εἰτε γνῶσις, καταργηθήσεται. | ||
| 9 | ἐκ μέρους γὰρ γινώσκομεν καὶ ἐκ μέρους προφητεύομεν· | ||
| 10 | ὁταν δὲ ἐλθῃ τὸ τέλειον, τὸ ἐκ μέρους καταργηθήσεται. | ||
| 11 | ὅτε ἠμην νήπιος, ἐλάλουν ὡς νήπιος, ἐφρόνουν ὡς νήπιος, ἐλογιζόμην ὡς νήπιος· ὅτε γέγονα ἀνήρ, κατήργηκα τὰ τοῦ νηπίου. | ||
| 12 | βλέπομεν γὰρ ἀρτι δῖ ἐσόπτρου ἐν αἰνίγματι, τότε δὲ πρόσωπον πρὸς πρόσωπον· ἀρτι γινώσκω ἐκ μέρους, τότε δὲ ἐπιγνώσομαι καθὼς καὶ ἐπεγνώσθην. | ||
| 13 | νυνὶ δὲ μένει πίστις, ἐλπίς, ἀγάπη, τὰ τρία ταῦτα· μείζων δὲ τούτων ἡ ἀγάπη. | ||
| << | ΚΟΡα:13 | >> | |||
|---|---|---|---|