1Ἐὰν ταῖς γλώσσαις τῶν ἀνθρώπων λαλῶ καὶ τῶν ἀγγέλων,
ἀγάπην δὲ μὴ ἐχω,
γέγονα χαλκὸς ἠχῶν ἢ κύμβαλον ἀλαλάζον.
2καὶ ἐὰν ἐχω προφητείαν
καὶ εἰδῶ τὰ μυστήρια πάντα
καὶ πᾶσαν τὴν γνῶσιν,
καὶ ἐὰν ἐχω πᾶσαν τὴν πίστιν
ὡστε ὀρη μεθιστάναι,
ἀγάπην δὲ μὴ ἐχω,
οὐθέν εἰμι.
3κἂν ψωμίσω πάντα τὰ ὑπάρχοντά μου,
καὶ ἐὰν παραδῶ τὸ σῶμά μου ἵνα καυχήσωμαι,
ἀγάπην δὲ μὴ ἐχω,
οὐδὲν ὠφελοῦμαι.
4Ἡ ἀγάπη μακροθυμεῖ, χρηστεύεται ἡ ἀγάπη,
οὐ ζηλοῖ, οὐ περπερεύεται, οὐ φυσιοῦται,
5οὐκ ἀσχημονεῖ,
οὐ ζητεῖ τὰ ἑαυτῆς,
οὐ παροξύνεται,
οὐ λογίζεται τὸ κακόν,
6οὐ χαίρει ἐπὶ τῇ ἀδικίᾳ,
συγχαίρει δὲ τῇ ἀληθείᾳ·
7πάντα στέγει,
πάντα πιστεύει,
πάντα ἐλπίζει,
πάντα ὑπομένει.
8Ἡ ἀγάπη οὐδέποτε πίπτει.
εἰτε δὲ προφητεῖαι, καταργηθήσονται·
εἰτε γλῶσσαι, παύσονται·
εἰτε γνῶσις, καταργηθήσεται.
9ἐκ μέρους γὰρ γινώσκομεν
καὶ ἐκ μέρους προφητεύομεν·
10ὁταν δὲ ἐλθῃ τὸ τέλειον,
τὸ ἐκ μέρους καταργηθήσεται.
11ὅτε ἠμην νήπιος,
ἐλάλουν ὡς νήπιος,
ἐφρόνουν ὡς νήπιος,
ἐλογιζόμην ὡς νήπιος·
ὅτε γέγονα ἀνήρ,
κατήργηκα τὰ τοῦ νηπίου.
12βλέπομεν γὰρ ἀρτι δῖ ἐσόπτρου ἐν αἰνίγματι,
τότε δὲ πρόσωπον πρὸς πρόσωπον·
ἀρτι γινώσκω ἐκ μέρους,
τότε δὲ ἐπιγνώσομαι
καθὼς καὶ ἐπεγνώσθην.
13νυνὶ δὲ μένει πίστις, ἐλπίς, ἀγάπη,
τὰ τρία ταῦτα·
μείζων δὲ τούτων ἡ ἀγάπη.
<< | ΚΟΡα:13 | >> |
---|