katapi New Study Bible - select-a-version
katapi HOME DB1 << >>
New Testament in Greek (UBS.Ed.26) - NEW TESTAMENT | about ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α | GNT: contents | | by passage | search---> | in flowing text | select- | 2 | -versions | notes

14ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α

1 Διώκετε τὴν ἀγάπην, ζηλοῦτε δὲ τὰ πνευματικά, μᾶλλον δὲ ἵνα προφητεύητε. Tongues and Prophecy 1Cor.14.1-25
2 ὁ γὰρ λαλῶν γλώσσῃ οὐκ ἀνθρώποις λαλεῖ ἀλλὰ θεῷ, οὐδεὶς γὰρ ἀκούει, πνεύματι δὲ λαλεῖ μυστήρια·  
3 ὁ δὲ προφητεύων ἀνθρώποις λαλεῖ οἰκοδομὴν καὶ παράκλησιν καὶ παραμυθίαν.  
4 ὁ λαλῶν γλώσσῃ ἑαυτὸν οἰκοδομεῖ· ὁ δὲ προφητεύων ἐκκλησίαν οἰκοδομεῖ.  
5 θέλω δὲ πάντας ὑμᾶς λαλεῖν γλώσσαις, μᾶλλον δὲ ἵνα προφητεύητε· μείζων δὲ ὁ προφητεύων ἢ ὁ λαλῶν γλώσσαις, ἐκτὸς εἰ μὴ διερμηνεύῃ, ἵνα ἡ ἐκκλησία οἰκοδομὴν λάβῃ.  
6 Νῦν δέ, ἀδελφοί, ἐὰν ἐλθω πρὸς ὑμᾶς γλώσσαις λαλῶν, τί ὑμᾶς ὠφελήσω, ἐὰν μὴ ὑμῖν λαλήσω ἢ ἐν ἀποκαλύψει ἢ ἐν γνώσει ἢ ἐν προφητείᾳ ἢ ἐν διδαχῇ;

 
7 ὁμως τὰ ἀψυχα φωνὴν διδόντα, εἰτε αὐλὸς εἰτε κιθάρα, ἐὰν διαστολὴν τοῖς φθόγγοις μὴ δῷ, πῶς γνωσθήσεται τὸ αὐλούμενον ἢ τὸ κιθαριζόμενον;

 
8 καὶ γὰρ ἐὰν ἀδηλον σάλπιγξ φωνὴν δῷ, τίς παρασκευάσεται εἰς πόλεμον;  
9 οὑτως καὶ ὑμεῖς διὰ τῆς γλώσσης ἐὰν μὴ εὐσημον λόγον δῶτε, πῶς γνωσθήσεται τὸ λαλούμενον; ἐσεσθε γὰρ εἰς ἀέρα λαλοῦντες.  
10 τοσαῦτα εἰ τύχοι γένη φωνῶν εἰσιν ἐν κόσμῳ, καὶ οὐδὲν ἀφωνον·  
11 ἐὰν οὖν μὴ εἰδῶ τὴν δύναμιν τῆς φωνῆς, ἐσομαι τῷ λαλοῦντι βάρβαρος καὶ ὁ λαλῶν ἐν ἐμοὶ βάρβαρος.  
12 οὑτως καὶ ὑμεῖς, ἐπεὶ ζηλωταί ἐστε πνευμάτων, πρὸς τὴν οἰκοδομὴν τῆς ἐκκλησίας ζητεῖτε ἵνα περισσεύητε.  
13 διὸ ὁ λαλῶν γλώσσῃ προσευχέσθω ἵνα διερμηνεύῃ.

 
14 ἐὰν γὰρ προσεύχωμαι γλώσσῃ, τὸ πνεῦμά μου προσεύχεται, ὁ δὲ νοῦς μου ἀκαρπός ἐστιν.  
15 τί οὖν ἐστιν; προσεύξομαι τῷ πνεύματι, προσεύξομαι δὲ καὶ τῷ νοΐ· ψαλῶ τῷ πνεύματι, ψαλῶ δὲ καὶ τῷ νοΐ.  
16 ἐπεὶ ἐὰν εὐλογῇς ἐν πνεύματι, ὁ ἀναπληρῶν τὸν τόπον τοῦ ἰδιώτου πῶς ἐρεῖ τὸ Ἀμήν ἐπὶ τῇ σῇ εὐχαριστίᾳ, ἐπειδὴ τί λέγεις οὐκ οἶδεν;

 
17 σὺ μὲν γὰρ καλῶς εὐχαριστεῖς, ἀλλ' ὁ ἑτερος οὐκ οἰκοδομεῖται.

 
18 εὐχαριστῶ τῷ θεῷ, πάντων ὑμῶν μᾶλλον γλώσσαις λαλῶ·

 
19 ἀλλὰ ἐν ἐκκλησίᾳ θέλω πέντε λόγους τῷ νοΐ μου λαλῆσαι, ἵνα καὶ ἀλλους κατηχήσω, ἢ μυρίους λόγους ἐν γλώσσῃ.  
20 Ἀδελφοί, μὴ παιδία γίνεσθε ταῖς φρεσίν, ἀλλὰ τῇ κακίᾳ νηπιάζετε, ταῖς δὲ φρεσὶν τέλειοι γίνεσθε.  
21 ἐν τῷ νόμῳ γέγραπται ὅτι
Ἐν ἑτερογλώσσοις
καὶ ἐν χείλεσιν ἑτέρων
λαλήσω τῷ λαῷ τούτῳ,
καὶ οὐδ'
οὕτως εἰσακούσονταί μου,
λέγει κύριος.

- By men of strange tongues 1Cor.14.21 - Is.28.11-12, Dt.28.49
22 ὡστε αἱ γλῶσσαι εἰς σημεῖόν εἰσιν οὐ τοῖς πιστεύουσιν ἀλλὰ τοῖς ἀπίστοις, ἡ δὲ προφητεία οὐ τοῖς ἀπίστοις ἀλλὰ τοῖς πιστεύουσιν.

 
23 Ἐὰν οὖν συνέλθῃ ἡ ἐκκλησία ὁλη ἐπὶ τὸ αὐτὸ καὶ πάντες λαλῶσιν γλώσσαις, εἰσέλθωσιν δὲ ἰδιῶται ἢ ἀπιστοι, οὐκ ἐροῦσιν ὅτι μαίνεσθὲ;  
24 ἐὰν δὲ πάντες προφητεύωσιν, εἰσέλθῃ δέ τις ἀπιστος ἢ ἰδιώτης, ἐλέγχεται ὑπὸ πάντων, ἀνακρίνεται ὑπὸ πάντων,  
25 τὰ κρυπτὰ τῆς καρδίας αὐτοῦ φανερὰ γίνεται, καὶ οὑτως πεσὼν ἐπὶ πρόσωπον προσκυνήσει τῷ θεῷ, ἀπαγγέλλων ὅτι Ὄντως ὁ θεὸς ἐν ὑμῖν ἐστιν.

 
26 Τί οὖν ἐστιν, ἀδελφοί; ὁταν συνέρχησθε, ἑκαστος ψαλμὸν ἐχει, διδαχὴν ἐχει, ἀποκάλυψιν ἐχει, γλῶσσαν ἐχει, ἑρμηνείαν ἐχει· πάντα πρὸς οἰκοδομὴν γινέσθω. All Things to be Done in Order 1Cor.14.26-40
27 εἰτε γλώσσῃ τις λαλεῖ, κατὰ δύο ἢ τὸ πλεῖστον τρεῖς, καὶ ἀνὰ μέρος, καὶ εἷς διερμηνευέτω·  
28 ἐὰν δὲ μὴ ᾖ διερμηνευτής, σιγάτω ἐν ἐκκλησίᾳ, ἑαυτῷ δὲ λαλείτω καὶ τῷ θεῷ.  
29 προφῆται δὲ δύο ἢ τρεῖς λαλείτωσαν, καὶ οἱ ἀλλοι διακρινέτωσαν·  
30 ἐὰν δὲ ἀλλῳ ἀποκαλυφθῇ καθημένῳ, ὁ πρῶτος σιγάτω.  
31 δύνασθε γὰρ καθ' ἑνα πάντες προφητεύειν, ἵνα πάντες μανθάνωσιν καὶ πάντες παρακαλῶνται,  
32 καὶ πνεύματα προφητῶν προφήταις ὑποτάσσεται·  
33 οὐ γάρ ἐστιν ἀκαταστασίας ὁ θεὸς ἀλλὰ εἰρήνης. Ὡς ἐν πάσαις ταῖς ἐκκλησίαις τῶν ἀγίων,

 
34 αἱ γυναῖκες ἐν ταῖς ἐκκλησίαις σιγάτωσαν, οὐ γὰρ ἐπιτρέπεται αὐταῖς λαλεῖν· ἀλλὰ ὑποτασσέσθωσαν, καθὼς καὶ ὁ νόμος λέγει.

 
35 εἰ δέ τι μαθεῖν θέλουσιν, ἐν οἰκῳ τοὺς ἰδίους ἀνδρας ἐπερωτάτωσαν, αἰσχρὸν γάρ ἐστιν γυναικὶ λαλεῖν ἐν ἐκκλησίᾳ.  
36 ἢ ἀφ' ὑμῶν ὁ λόγος τοῦ θεοῦ ἐξῆλθεν, ἢ εἰς ὑμᾶς μόνους κατήντησεν;

 
37 Εἰ τις δοκεῖ προφήτης εἶναι ἢ πνευματικός, ἐπιγινωσκέτω ἂ γράφω ὑμῖν ὅτι κυρίου ἐστὶν ἐντολή·

 
38 εἰ δέ τις ἀγνοεῖ, ἀγνοεῖται.

 
39 ὡστε, ἀδελφοί μου, ζηλοῦτε τὸ προφητεύειν, καὶ τὸ λαλεῖν μὴ κωλύετε γλώσσαις·

 
40 πάντα δὲ εὐσχημόνως καὶ κατὰ τάξιν γινέσθω.  
    << | ΚΟΡα:14 | >>  

Notes: This webpage enables you to select-a-version from the Bible versions held on the katapi bible database.

The katapi New Study Bible reference section displays links to parallel passages, and to direct quotations by New Testament authors to Old Testament passages. Quotations of OT passages by NT authors can in most cases be viewed within their context of the OT passage as a whole, with the quoted text displayed, against a subdued background. Any mismatches, truncated verses, other mistakes ?
Please e-mail me. © This page: Paul Ingram 2012.