| 15 | ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α | ||
| 1 | Γνωρίζω δὲ ὑμῖν, ἀδελφοί, τὸ εὐαγγέλιον ὃ εὐηγγελισάμην ὑμῖν, ὃ καὶ παρελάβετε, ἐν ᾧ καὶ ἑστήκατε, | The Resurrection of Christ 1Cor.15.1-11 | |
| 2 | δῖ οὗ καὶ σῴζεσθε, τίνι λόγῳ εὐηγγελισάμην ὑμῖν εἰ κατέχετε, ἐκτὸς εἰ μὴ εἰκῇ ἐπιστεύσατε. | ||
| 3 | παρέδωκα γὰρ ὑμῖν ἐν πρώτοις, ὃ καὶ παρέλαβον, ὅτι Χριστὸς ἀπέθανεν ὑπὲρ τῶν ἀμαρτιῶν ἡμῶν κατὰ τὰς γραφάς, | 1Cor.15.3-7 | |
| 4 | καὶ ὅτι ἐτάφη, καὶ ὅτι ἐγήγερται τῇ ἡμέρᾳ τῇ τρίτῃ κατὰ τὰς γραφάς, | ||
| 5 | καὶ ὅτι ὠφθη Κηφᾷ, εἶτα τοῖς δώδεκα· | ||
| 6 | ἐπειτα ὠφθη ἐπάνω πεντακοσίοις ἀδελφοῖς ἐφάπαξ, ἐξ ὧν οἱ πλείονες μένουσιν ἑως ἀρτι, τινὲς δὲ ἐκοιμήθησαν· | ||
| 7 | ἐπειτα ὠφθη Ἰακώβῳ, εἶτα τοῖς ἀποστόλοις πᾶσιν· | ||
| 8 | ἐσχατον δὲ πάντων ὡσπερεὶ τῷ ἐκτρώματι ὠφθη κἀμοί. | ||
| 9 | Ἐγὼ γάρ εἰμι ὁ ἐλάχιστος τῶν ἀποστόλων, ὃς οὐκ εἰμὶ ἱκανὸς καλεῖσθαι ἀπόστολος, διότι ἐδίωξα τὴν ἐκκλησίαν τοῦ θεοῦ· | ||
| 10 | χάριτι δὲ θεοῦ εἰμι ὁ εἰμι, καὶ ἡ χάρις αὐτοῦ ἡ εἰς ἐμὲ οὐ κενὴ ἐγενήθη, ἀλλὰ περισσότερον αὐτῶν πάντων ἐκοπίασα, οὐκ ἐγὼ δὲ ἀλλὰ ἡ χάρις τοῦ θεοῦ σὺν ἐμοί. | ||
| 11 | εἰτε οὖν ἐγὼ εἰτε ἐκεῖνοι, οὑτως κηρύσσομεν καὶ οὑτως ἐπιστεύσατε. | ||
| 12 | Εἰ δὲ Χριστὸς κηρύσσεται ὅτι ἐκ νεκρῶν ἐγήγερται, πῶς λέγουσιν ἐν ὑμῖν τινες ὅτι ἀνάστασις νεκρῶν οὐκ ἐστιν; | The Resurrection of the Dead 1Cor.15.12-34 | |
| 13 | εἰ δὲ ἀνάστασις νεκρῶν οὐκ ἐστιν, οὐδὲ Χριστὸς ἐγήγερται· | ||
| 14 | εἰ δὲ Χριστὸς οὐκ ἐγήγερται, κενὸν ἀρα τὸ κήρυγμα ἡμῶν, κενὴ καὶ ἡ πίστις ὑμῶν, | ||
| 15 | εὑρισκόμεθα δὲ καὶ ψευδομάρτυρες τοῦ θεοῦ, ὅτι ἐμαρτυρήσαμεν κατὰ τοῦ θεοῦ ὅτι ἠγειρεν τὸν Χριστόν, ὃν οὐκ ἠγειρεν εἰπερ ἀρα νεκροὶ οὐκ ἐγείρονται. | ||
| 16 | εἰ γὰρ νεκροὶ οὐκ ἐγείρονται, οὐδὲ Χριστὸς ἐγήγερται· | ||
| 17 | εἰ δὲ Χριστὸς οὐκ ἐγήγερται, ματαία ἡ πίστις ὑμῶν, ἐτι ἐστὲ ἐν ταῖς ἀμαρτίαις ὑμῶν. | ||
| 18 | ἀρα καὶ οἱ κοιμηθέντες ἐν Χριστῷ ἀπώλοντο. | ||
| 19 | εἰ ἐν τῇ ζωῇ ταύτῃ ἐν Χριστῷ ἠλπικότες ἐσμὲν μόνον, ἐλεεινότεροι πάντων ἀνθρώπων ἐσμέν. | ||
| 20 | Νυνὶ δὲ Χριστὸς ἐγήγερται ἐκ νεκρῶν, ἀπαρχὴ τῶν κεκοιμημένων. | ||
| 21 | ἐπειδὴ γὰρ δῖ ἀνθρώπου θάνατος, καὶ δῖ ἀνθρώπου ἀνάστασις νεκρῶν· | ||
| 22 | ὡσπερ γὰρ ἐν τῷ Ἀδὰμ πάντες ἀποθνῄσκουσιν, οὑτως καὶ ἐν τῷ Χριστῷ πάντες ῳοποιηθήσονται. | ||
| 23 | ἑκαστος δὲ ἐν τῷ ἰδίῳ τάγματι· ἀπαρχὴ Χριστός, ἐπειτα οἱ τοῦ Χριστοῦ ἐν τῇ παρουσίᾳ αὐτοῦ· | ||
| 24 | εἶτα τὸ τέλος, ὁταν παραδιδῷ τὴν βασιλείαν τῷ θεῷ καὶ πατρί, ὁταν καταργήσῃ πᾶσαν ἀρχὴν καὶ πᾶσαν ἐξουσίαν καὶ δύναμιν. | ||
| 25 | δεῖ γὰρ αὐτὸν βασιλεύειν ἀχρι οὗ θῇ πάντας τοὺς ἐχθροὺς ὑπὸ τοὺς πόδας αὐτοῦ. | ||
| 26 | ἐσχατος ἐχθρὸς καταργεῖται ὁ θάνατος· | ||
| 27 | πάντα γὰρ ὑπέταξεν ὑπὸ τοὺς πόδας αὐτοῦ. ὁταν δὲ εἰπῃ ὅτι πάντα ὑποτέτακται, δῆλον ὅτι ἐκτὸς τοῦ ὑποτάξαντος αὐτῷ τὰ πάντα. | - For God has put all things in subjection 1Cor.15.27 - Ps.8.6 | |
| 28 | ὁταν δὲ ὑποταγῇ αὐτῷ τὰ πάντα, τότε αὐτὸς ὁ υἱὸς ὑποταγήσεται τῷ ὑποτάξαντι αὐτῷ τὰ πάντα, ἵνα ᾖ ὁ θεὸς πάντα ἐν πᾶσιν. | ||
| 29 | Ἐπεὶ τί ποιήσουσιν οἱ βαπτιζόμενοι ὑπὲρ τῶν νεκρῶν; εἰ ὁλως νεκροὶ οὐκ ἐγείρονται, τί καὶ βαπτίζονται ὑπὲρ αὐτῶν; | ||
| 30 | τί καὶ ἡμεῖς κινδυνεύομεν πᾶσαν ὡραν; | ||
| 31 | καθ' ἡμέραν ἀποθνῄσκω, νὴ τὴν ὑμετέραν καύχησιν, ἣν ἐχω ἐν Χριστῷ Ἰησοῦ τῷ κυρίῳ ἡμῶν. | ||
| 32 | εἰ κατὰ ἄνθρωπον ἐθηριομάχησα ἐν Ἐφέσῳ, τί μοι τὸ ὀφελος; εἰ νεκροὶ οὐκ ἐγείρονται, αὔριον γὰρ ἀποθνῄσκομεν. | - If the dead are not raised 1Cor.15.32 - Is.22.13, Is.56.12 | |
| 33 | μὴ πλανᾶσθε· | ||
| 34 | ἐκνήψατε δικαίως καὶ μὴ ἀμαρτάνετε, ἀγνωσίαν γὰρ θεοῦ τινες ἐχουσιν· πρὸς ἐντροπὴν ὑμῖν λαλῶ. | ||
| 35 | Ἀλλὰ ἐρεῖ τις, Πῶς ἐγείρονται οἱ νεκροί; ποίῳ δὲ σώματι ἐρχονταὶ; | The Resurrection Body 1Cor.15.35-58 | |
| 36 | ἀφρων, σὺ ὃ σπείρεις οὐ ζῳοποιεῖται ἐὰν μὴ ἀποθάνῃ· | ||
| 37 | καὶ ὃ σπείρεις, οὐ τὸ σῶμα τὸ γενησόμενον σπείρεις ἀλλὰ γυμνὸν κόκκον εἰ τύχοι σίτου ἠ τινος τῶν λοιπῶν· | ||
| 38 | ὁ δὲ θεὸς δίδωσιν αὐτῷ σῶμα καθὼς ἠθέλησεν, καὶ ἑκάστῳ τῶν σπερμάτων ἰδιον σῶμα. | ||
| 39 | οὐ πᾶσα σὰρξ ἡ αὐτὴ σάρξ, ἀλλὰ ἀλλη μὲν ἀνθρώπων, ἀλλη δὲ σὰρξ κτηνῶν, ἀλλη δὲ σὰρξ πτηνῶν, ἀλλη δὲ ἰχθύων. | ||
| 40 | καὶ σώματα ἐπουράνια, καὶ σώματα ἐπίγεια· ἀλλὰ ἑτέρα μὲν ἡ τῶν ἐπουρανίων δόξα, ἑτέρα δὲ ἡ τῶν ἐπιγείων. | ||
| 41 | ἀλλη δόξα ἡλίου, καὶ ἀλλη δόξα σελήνης, καὶ ἀλλη δόξα ἀστέρων· ἀστὴρ γὰρ ἀστέρος διαφέρει ἐν δόξῃ. | ||
| 42 | Οὑτως καὶ ἡ ἀνάστασις τῶν νεκρῶν. σπείρεται ἐν φθορᾷ, ἐγείρεται ἐν ἀφθαρσίᾳ· | ||
| 43 | σπείρεται ἐν ἀτιμίᾳ, ἐγείρεται ἐν δόξῃ· σπείρεται ἐν ἀσθενείᾳ, ἐγείρεται ἐν δυνάμει· | ||
| 44 | σπείρεται σῶμα ψυχικόν, ἐγείρεται σῶμα πνευματικόν. εἰ ἐστιν σῶμα ψυχικόν, ἐστιν καὶ πνευματικόν. | ||
| 45 | οὑτως καὶ γέγραπται, Ἐγένετο ὁ πρῶτος ἄνθρωπος Ἀδὰμ εἰς ψυχὴν ζῶσαν· ὁ ἐσχατος Ἀδὰμ εἰς πνεῦμα ζῳοποιοῦν. | - The first man Adam became a living being 1Cor.15.45 - Gn.1.7 | |
| 46 | ἀλλ' οὐ πρῶτον τὸ πνευματικὸν ἀλλὰ τὸ ψυχικόν, ἐπειτα τὸ πνευματικόν. | ||
| 47 | ὁ πρῶτος ἄνθρωπος ἐκ γῆς χοϊκός, ὁ δεύτερος ἄνθρωπος ἐξ οὐρανοῦ. | ||
| 48 | οἷος ὁ χοϊκός, τοιοῦτοι καὶ οἱ χοϊκοί, καὶ οἷος ὁ ἐπουράνιος, τοιοῦτοι καὶ οἱ ἐπουράνιοι· | ||
| 49 | καὶ καθὼς ἐφορέσαμεν τὴν εἰκόνα τοῦ χοϊκοῦ, φορέσομεν καὶ τὴν εἰκόνα τοῦ ἐπουρανίου. | ||
| 50 | Τοῦτο δέ φημι, ἀδελφοί, ὅτι σὰρξ καὶ αἷμα βασιλείαν θεοῦ κληρονομῆσαι οὐ δύναται, οὐδὲ ἡ φθορὰ τὴν ἀφθαρσίαν κληρονομεῖ. | ||
| 51 | ἰδοὺ μυστήριον ὑμῖν λέγω· πάντες οὐ κοιμηθησόμεθα, πάντες δὲ ἀλλαγησόμεθα, | ||
| 52 | ἐν ἀτόμῳ, ἐν ῥιπῇ ὀφθαλμοῦ, ἐν τῇ ἐσχάτῃ σάλπιγγι· σαλπίσει γάρ, καὶ οἱ νεκροὶ ἐγερθήσονται ἀφθαρτοι, καὶ ἡμεῖς ἀλλαγησόμεθα. | ||
| 53 | δεῖ γὰρ τὸ φθαρτὸν τοῦτο ἐνδύσασθαι ἀφθαρσίαν καὶ τὸ θνητὸν τοῦτο ἐνδύσασθαι ἀθανασίαν. | ||
| 54 | ὁταν δὲ τὸ φθαρτὸν τοῦτο ἐνδύσηται ἀφθαρσίαν καὶ τὸ θνητὸν τοῦτο ἐνδύσηται ἀθανασίαν, τότε γενήσεται ὁ λόγος ὁ γεγραμμένος, | - Death is swallowed up in victory 1Cor.15.54 - Is.25.8 | |
| 55 | ποῦ σου, θάνατε, τὸ νῖκοσ; ποῦ σου, θάνατε, τὸ κέντρον; | - O death, where is thy victory? 1Cor.15.55 - Hs.13.14 | |
| 56 | τὸ δὲ κέντρον τοῦ θανάτου ἡ ἀμαρτία, ἡ δὲ δύναμις τῆς ἀμαρτίας ὁ νόμος· | ||
| 57 | τῷ δὲ θεῷ χάρις τῷ διδόντι ἡμῖν τὸ νῖκος διὰ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ. | ||
| 58 | Ὥστε, ἀδελφοί μου ἀγαπητοί, ἑδραῖοι γίνεσθε, ἀμετακίνητοι, περισσεύοντες ἐν τῷ ἐργῳ τοῦ κυρίου πάντοτε, εἰδότες ὅτι ὁ κόπος ὑμῶν οὐκ ἐστιν κενὸς ἐν κυρίῳ. | ||
| << | ΚΟΡα:15 | >> | |||
|---|---|---|---|