| 16 | ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α | ||
| 1 | Περὶ δὲ τῆς λογείας τῆς εἰς τοὺς ἀγίους, ὡσπερ διέταξα ταῖς ἐκκλησίαις τῆς Γαλατίας, οὑτως καὶ ὑμεῖς ποιήσατε. | The Contribution for the Saints 1Cor.16.1-4 | |
| 2 | κατὰ μίαν σαββάτου ἑκαστος ὑμῶν παρ' ἑαυτῷ τιθέτω θησαυρίζων ὁ τι ἐὰν εὐοδῶται, ἵνα μὴ ὁταν ἐλθω τότε λογεῖαι γίνωνται. | ||
| 3 | ὁταν δὲ παραγένωμαι, οὓς ἐὰν δοκιμάσητε, δῖ ἐπιστολῶν τούτους πέμψω ἀπενεγκεῖν τὴν χάριν ὑμῶν εἰς Ἰερουσαλήμ· | ||
| 4 | ἐὰν δὲ ἀξιον ᾖ τοῦ κἀμὲ πορεύεσθαι, σὺν ἐμοὶ πορεύσονται. | ||
| 5 | Ἐλεύσομαι δὲ πρὸς ὑμᾶς ὁταν Μακεδονίαν διέλθω, Μακεδονίαν γὰρ διέρχομαι· | Plans for Travel 1Cor.16.5-12 | |
| 6 | πρὸς ὑμᾶς δὲ τυχὸν παραμενῶ ἢ καὶ παραχειμάσω, ἵνα ὑμεῖς με προπέμψητε οὗ ἐὰν πορεύωμαι. | ||
| 7 | οὐ θέλω γὰρ ὑμᾶς ἀρτι ἐν παρόδῳ ἰδεῖν, ἐλπίζω γὰρ χρόνον τινὰ ἐπιμεῖναι πρὸς ὑμᾶς, ἐὰν ὁ κύριος ἐπιτρέψῃ. | ||
| 8 | ἐπιμενῶ δὲ ἐν Ἐφέσῳ ἑως τῆς πεντηκοστῆς· | ||
| 9 | θύρα γάρ μοι ἀνέῳγεν μεγάλη καὶ ἐνεργής, καὶ ἀντικείμενοι πολλοί. | ||
| 10 | Ἐὰν δὲ ἐλθῃ Τιμόθεος, βλέπετε ἵνα ἀφόβως γένηται πρὸς ὑμᾶς, τὸ γὰρ ἐργον κυρίου ἐργάζεται ὡς κἀγώ· | ||
| 11 | μή τις οὖν αὐτὸν ἐξουθενήσῃ. προπέμψατε δὲ αὐτὸν ἐν εἰρήνῃ, ἵνα ἐλθῃ πρός με, ἐκδέχομαι γὰρ αὐτὸν μετὰ τῶν ἀδελφῶν. | ||
| 12 | Περὶ δὲ Ἀπολλῶ τοῦ ἀδελφοῦ, πολλὰ παρεκάλεσα αὐτὸν ἵνα ἐλθῃ πρὸς ὑμᾶς μετὰ τῶν ἀδελφῶν· καὶ πάντως οὐκ ἦν θέλημα ἵνα νῦν ἐλθῃ, ἐλεύσεται δὲ ὁταν εὐκαιρήσῃ. | ||
| 13 | Γρηγορεῖτε, στήκετε ἐν τῇ πίστει, ἀνδρίζεσθε, κραταιοῦσθε· | Final Request and Greetings 1Cor.16.13-24 | |
| 14 | πάντα ὑμῶν ἐν ἀγάπῃ γινέσθω. | ||
| 15 | Παρακαλῶ δὲ ὑμᾶς, ἀδελφοί· οἰδατε τὴν οἰκίαν Στεφανᾶ, ὅτι ἐστὶν ἀπαρχὴ τῆς Ἀχαΐας καὶ εἰς διακονίαν τοῖς ἀγίοις ἐταξαν ἑαυτούς· | ||
| 16 | ἵνα καὶ ὑμεῖς ὑποτάσσησθε τοῖς τοιούτοις καὶ παντὶ τῷ συνεργοῦντι καὶ κοπιῶντι. | ||
| 17 | χαίρω δὲ ἐπὶ τῇ παρουσίᾳ Στεφανᾶ καὶ Φορτουνάτου καὶ Ἀχαϊκοῦ, ὅτι τὸ ὑμέτερον ὑστέρημα οὗτοι ἀνεπλήρωσαν, | ||
| 18 | ἀνέπαυσαν γὰρ τὸ ἐμὸν Πνεῦμα καὶ τὸ ὑμῶν. ἐπιγινώσκετε οὖν τοὺς τοιούτους. | ||
| 19 | Ἀσπάζονται ὑμᾶς αἱ ἐκκλησίαι τῆς Ἀσίας. ἀσπάζεται ὑμᾶς ἐν κυρίῳ πολλὰ Ἀκύλας καὶ Πρίσκα σὺν τῇ κατ' οἶκον αὐτῶν ἐκκλησίᾳ. | ||
| 20 | ἀσπάζονται ὑμᾶς οἱ ἀδελφοὶ πάντες. Ἀσπάσασθε ἀλλήλους ἐν φιλήματι ἀγίῳ. | ||
| 21 | Ὁ ἀσπασμὸς τῇ ἐμῇ χειρὶ Παύλου. | ||
| 22 | εἰ τις οὐ φιλεῖ τὸν κύριον, ἠτω ἀνάθεμα. Μαρανα θα. | ||
| 23 | ἡ χάρις τοῦ κυρίου Ἰησοῦ μεθ' ὑμῶν. | ||
| 24 | ἡ ἀγάπη μου μετὰ πάντων ὑμῶν ἐν Χριστῷ Ἰησοῦ. | ||
| << | ΚΟΡα:16 | | |||
|---|---|---|---|