1Περὶ δὲ τῆς λογείας τῆς εἰς τοὺς ἀγίους, ὡσπερ διέταξα ταῖς ἐκκλησίαις τῆς Γαλατίας, οὑτως καὶ ὑμεῖς ποιήσατε. 2κατὰ μίαν σαββάτου ἑκαστος ὑμῶν παρ' ἑαυτῷ τιθέτω θησαυρίζων ὁ τι ἐὰν εὐοδῶται, ἵνα μὴ ὁταν ἐλθω τότε λογεῖαι γίνωνται. 3ὁταν δὲ παραγένωμαι, οὓς ἐὰν δοκιμάσητε, δῖ ἐπιστολῶν τούτους πέμψω ἀπενεγκεῖν τὴν χάριν ὑμῶν εἰς Ἰερουσαλήμ· 4ἐὰν δὲ ἀξιον ᾖ τοῦ κἀμὲ πορεύεσθαι, σὺν ἐμοὶ πορεύσονται.
5Ἐλεύσομαι δὲ πρὸς ὑμᾶς ὁταν Μακεδονίαν διέλθω, Μακεδονίαν γὰρ διέρχομαι· 6πρὸς ὑμᾶς δὲ τυχὸν παραμενῶ ἢ καὶ παραχειμάσω, ἵνα ὑμεῖς με προπέμψητε οὗ ἐὰν πορεύωμαι. 7οὐ θέλω γὰρ ὑμᾶς ἀρτι ἐν παρόδῳ ἰδεῖν, ἐλπίζω γὰρ χρόνον τινὰ ἐπιμεῖναι πρὸς ὑμᾶς, ἐὰν ὁ κύριος ἐπιτρέψῃ. 8ἐπιμενῶ δὲ ἐν Ἐφέσῳ ἑως τῆς πεντηκοστῆς· 9θύρα γάρ μοι ἀνέῳγεν μεγάλη καὶ ἐνεργής, καὶ ἀντικείμενοι πολλοί.
10Ἐὰν δὲ ἐλθῃ Τιμόθεος, βλέπετε ἵνα ἀφόβως γένηται πρὸς ὑμᾶς, τὸ γὰρ ἐργον κυρίου ἐργάζεται ὡς κἀγώ· 11μή τις οὖν αὐτὸν ἐξουθενήσῃ. προπέμψατε δὲ αὐτὸν ἐν εἰρήνῃ, ἵνα ἐλθῃ πρός με, ἐκδέχομαι γὰρ αὐτὸν μετὰ τῶν ἀδελφῶν.
12Περὶ δὲ Ἀπολλῶ τοῦ ἀδελφοῦ, πολλὰ παρεκάλεσα αὐτὸν ἵνα ἐλθῃ πρὸς ὑμᾶς μετὰ τῶν ἀδελφῶν· καὶ πάντως οὐκ ἦν θέλημα ἵνα νῦν ἐλθῃ, ἐλεύσεται δὲ ὁταν εὐκαιρήσῃ.
13Γρηγορεῖτε, στήκετε ἐν τῇ πίστει, ἀνδρίζεσθε, κραταιοῦσθε· 14πάντα ὑμῶν ἐν ἀγάπῃ γινέσθω.
15Παρακαλῶ δὲ ὑμᾶς, ἀδελφοί· οἰδατε τὴν οἰκίαν Στεφανᾶ, ὅτι ἐστὶν ἀπαρχὴ τῆς Ἀχαΐας καὶ εἰς διακονίαν τοῖς ἀγίοις ἐταξαν ἑαυτούς· 16ἵνα καὶ ὑμεῖς ὑποτάσσησθε τοῖς τοιούτοις καὶ παντὶ τῷ συνεργοῦντι καὶ κοπιῶντι. 17χαίρω δὲ ἐπὶ τῇ παρουσίᾳ Στεφανᾶ καὶ Φορτουνάτου καὶ Ἀχαϊκοῦ, ὅτι τὸ ὑμέτερον ὑστέρημα οὗτοι ἀνεπλήρωσαν, 18ἀνέπαυσαν γὰρ τὸ ἐμὸν Πνεῦμα καὶ τὸ ὑμῶν. ἐπιγινώσκετε οὖν τοὺς τοιούτους.
19Ἀσπάζονται ὑμᾶς αἱ ἐκκλησίαι τῆς Ἀσίας. ἀσπάζεται ὑμᾶς ἐν κυρίῳ πολλὰ Ἀκύλας καὶ Πρίσκα σὺν τῇ κατ' οἶκον αὐτῶν ἐκκλησίᾳ. 20ἀσπάζονται ὑμᾶς οἱ ἀδελφοὶ πάντες. Ἀσπάσασθε ἀλλήλους ἐν φιλήματι ἀγίῳ.
21Ὁ ἀσπασμὸς τῇ ἐμῇ χειρὶ Παύλου. 22εἰ τις οὐ φιλεῖ τὸν κύριον, ἠτω ἀνάθεμα.
Μαρανα θα. 23ἡ χάρις τοῦ κυρίου Ἰησοῦ μεθ' ὑμῶν. 24ἡ ἀγάπη μου μετὰ πάντων ὑμῶν ἐν Χριστῷ Ἰησοῦ.
<< | ΚΟΡα:16 | |
---|