katapi New Study Bible - select-a-version
katapi HOME DB1 << >>
New Testament in Greek (UBS.Ed.26) - NEW TESTAMENT | about ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α | GNT: contents | | by passage | search---> | in flowing text | select- | 2 | -versions | notes

12ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α

1 Περὶ δὲ τῶν πνευματικῶν, ἀδελφοί, οὐ θέλω ὑμᾶς ἀγνοεῖν.

Spitritual Gifts 1Cor.12.1-11
2 Οἰδατε ὅτι ὅτε ἐθνη ἦτε πρὸς τὰ εἰδωλα τὰ ἀφωνα ὡς ἂν ἠγεσθε ἀπαγόμενοι.

 
3 διὸ γνωρίζω ὑμῖν ὅτι οὐδεὶς ἐν πνεύματι θεοῦ λαλῶν λέγει, Ἀνάθεμα Ἰησοῦς, καὶ οὐδεὶς δύναται εἰπεῖν, Κύριος Ἰησοῦς, εἰ μὴ ἐν πνεύματι ἀγίῳ.  
4 Διαιρέσεις δὲ χαρισμάτων εἰσίν, τὸ δὲ αὐτὸ πνεῦμα·  
5 καὶ διαιρέσεις διακονιῶν εἰσιν, καὶ ὁ αὐτὸς κύριος·  
6 καὶ διαιρέσεις ἐνεργημάτων εἰσίν, ὁ δὲ αὐτὸς θεός, ὁ ἐνεργῶν τὰ πάντα ἐν πᾶσιν.  
7 ἑκάστῳ δὲ δίδοται ἡ φανέρωσις τοῦ πνεύματος πρὸς τὸ συμφέρον.  
8 ᾧ μὲν γὰρ διὰ τοῦ πνεύματος δίδοται λόγος σοφίας, ἀλλῳ δὲ λόγος γνώσεως κατὰ τὸ αὐτὸ πνεῦμα,  
9 ἑτέρῳ πίστις ἐν τῷ αὐτῷ πνεύματι, ἀλλῳ δὲ χαρίσματα ἰαμάτων ἐν τῷ ἑνὶ πνεύματι,  
10 ἀλλῳ δὲ ἐνεργήματα δυνάμεων, ἀλλῳ δὲ προφητεία, ἀλλῳ δὲ διακρίσεις πνευμάτων, ἑτέρῳ γένη γλωσσῶν, ἀλλῳ δὲ ἑρμηνεία γλωσσῶν·  
11 πάντα δὲ ταῦτα ἐνεργεῖ τὸ ἓν καὶ τὸ αὐτὸ πνεῦμα, διαιροῦν ἰδίᾳ ἑκάστῳ καθὼς βούλεται.  
12 Καθάπερ γὰρ τὸ σῶμα ἑν ἐστιν καὶ μέλη πολλὰ ἐχει, πάντα δὲ τὰ μέλη τοῦ σώματος πολλὰ ὀντα ἑν ἐστιν σῶμα, οὑτως καὶ ὁ Χριστός· One Body with Many Members 1Cor.12.12-31
13 καὶ γὰρ ἐν ἑνὶ πνεύματι ἡμεῖς πάντες εἰς ἓν σῶμα ἐβαπτίσθημεν, εἰτε Ἰουδαῖοι εἰτε Ἑλληνες, εἰτε δοῦλοι εἰτε ἐλεύθεροι, καὶ πάντες ἓν Πνεῦμα ἐποτίσθημεν.

 
14 καὶ γὰρ τὸ σῶμα οὐκ ἐστιν ἓν μέλος ἀλλὰ πολλά.

 
15 ἐὰν εἰπῃ ὁ πούς, Ὅτι οὐκ εἰμὶ χείρ, οὐκ εἰμὶ ἐκ τοῦ σώματος, οὐ παρὰ τοῦτο οὐκ ἐστιν ἐκ τοῦ σώματος·  
16 καὶ ἐὰν εἰπῃ τὸ οὖς, Ὅτι οὐκ εἰμὶ ὀφθαλμός, οὐκ εἰμὶ ἐκ τοῦ σώματος, οὐ παρὰ τοῦτο οὐκ ἐστιν ἐκ τοῦ σώματος·  
17 εἰ ὁλον τὸ σῶμα ὀφθαλμός, ποῦ ἡ ἀκοή; εἰ ὁλον ἀκοή, ποῦ ἡ ὀσφρησις;  
18 νυνὶ δὲ ὁ θεὸς ἐθετο τὰ μέλη, ἓν ἑκαστον αὐτῶν, ἐν τῷ σώματι καθὼς ἠθέλησεν.

 
19 εἰ δὲ ἦν τὰ πάντα ἓν μέλος, ποῦ τὸ σῶμὰ;  
20 νῦν δὲ πολλὰ μὲν μέλη, ἓν δὲ σῶμα.

 
21 οὐ δύναται δὲ ὁ ὀφθαλμὸς εἰπεῖν τῇ χειρί, Χρείαν σου οὐκ ἐχω, ἢ πάλιν ἡ κεφαλὴ τοῖς ποσίν, Χρείαν ὑμῶν οὐκ ἐχω·  
22 ἀλλὰ πολλῷ μᾶλλον τὰ δοκοῦντα μέλη τοῦ σώματος ἀσθενέστερα ὑπάρχειν ἀναγκαῖά ἐστιν,

 
23 καὶ ἂ δοκοῦμεν ἀτιμότερα εἶναι τοῦ σώματος, τούτοις τιμὴν περισσοτέραν περιτίθεμεν, καὶ τὰ ἀσχήμονα ἡμῶν εὐσχημοσύνην περισσοτέραν ἐχει,  
24 τὰ δὲ εὐσχήμονα ἡμῶν οὐ χρείαν ἐχει. ἀλλὰ ὁ θεὸς συνεκέρασεν τὸ σῶμα, τῷ ὑστερουμένῳ περισσοτέραν δοὺς τιμήν,  
25 ἵνα μὴ ᾖ σχίσμα ἐν τῷ σώματι, ἀλλὰ τὸ αὐτὸ ὑπὲρ ἀλλήλων μεριμνῶσιν τὰ μέλη.  
26 καὶ εἰτε πάσχει ἓν μέλος, συμπάσχει πάντα τὰ μέλη· εἰτε δοξάζεται ἓν μέλος, συγχαίρει πάντα τὰ μέλη.  
27 Ὑμεῖς δέ ἐστε σῶμα Χριστοῦ καὶ μέλη ἐκ μέρους.

 
28 καὶ οὓς μὲν ἐθετο ὁ θεὸς ἐν τῇ ἐκκλησίᾳ πρῶτον ἀποστόλους, δεύτερον προφήτας, τρίτον διδασκάλους, ἐπειτα δυνάμεις, ἐπειτα χαρίσματα ἰαμάτων, ἀντιλήμψεις, κυβερνήσεις, γέν η γλωσσῶν.  
29 μὴ πάντες ἀπόστολοὶ; μὴ πάντες προφῆταὶ; μὴ πάντες διδάσκαλοὶ; μὴ πάντες δυνάμεις;  
30 μὴ πάντες χαρίσματα ἐχουσιν ἰαμάτων; μὴ πάντες γλώσσαις λαλοῦσιν; μὴ πάντες διερμηνεύουσιν;

Love 1Cor.12.30-13.13
31 ζηλοῦτε δὲ τὰ χαρίσματα τὰ μείζονα.

Καὶ ἐτι καθ' ὑπερβολὴν ὁδὸν ὑμῖν δείκνυμι.

 
    << | ΚΟΡα:12 | >>  

Notes: This webpage enables you to select-a-version from the Bible versions held on the katapi bible database.

The katapi New Study Bible reference section displays links to parallel passages, and to direct quotations by New Testament authors to Old Testament passages. Quotations of OT passages by NT authors can in most cases be viewed within their context of the OT passage as a whole, with the quoted text displayed, against a subdued background. Any mismatches, truncated verses, other mistakes ?
Please e-mail me. © This page: Paul Ingram 2012.