11 | ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α | ||
1 | μιμηταί μου γίνεσθε, καθὼς κἀγὼ Χριστοῦ. | ||
2 | Ἐπαινῶ δὲ ὑμᾶς ὅτι πάντα μου μέμνησθε καὶ καθὼς παρέδωκα ὑμῖν τὰς παραδόσεις κατέχετε. | The Covering of Women's Heads 1Cor.11.2-16 | |
3 | θέλω δὲ ὑμᾶς εἰδέναι ὅτι παντὸς ἀνδρὸς ἡ κεφαλὴ ὁ Χριστός ἐστιν, κεφαλὴ δὲ γυναικὸς ὁ ἀνήρ, κεφαλὴ δὲ τοῦ Χριστοῦ ὁ θεός. | ||
4 | πᾶς ἀνὴρ προσευχόμενος ἢ προφητεύων κατὰ κεφαλῆς ἐχων καταισχύνει τὴν κεφαλὴν αὐτοῦ· | ||
5 | πᾶσα δὲ γυνὴ προσευχομένη ἢ προφητεύουσα ἀκατακαλύπτῳ τῇ κεφαλῇ καταισχύνει τὴν κεφαλὴν αὐτῆς· ἓν γάρ ἐστιν καὶ τὸ αὐτὸ τῇ ἐξυρημένῃ. | ||
6 | εἰ γὰρ οὐ κατακαλύπτεται γυνή, καὶ κειράσθω· εἰ δὲ αἰσχρὸν γυναικὶ τὸ κείρασθαι ἢ ξυρᾶσθαι, κατακαλυπτέσθω. | ||
7 | ἀνὴρ μὲν γὰρ οὐκ ὀφείλει κατακαλύπτεσθαι τὴν κεφαλήν, εἰκὼν καὶ δόξα θεοῦ ὑπάρχων· ἡ γυνὴ δὲ δόξα ἀνδρός ἐστιν. | ||
8 | οὐ γάρ ἐστιν ἀνὴρ ἐκ γυναικός, ἀλλὰ γυνὴ ἐξ ἀνδρός· | ||
9 | καὶ γὰρ οὐκ ἐκτίσθη ἀνὴρ διὰ τὴν γυναῖκα, ἀλλὰ γυνὴ διὰ τὸν ἀνδρα. | ||
10 | διὰ τοῦτο ὀφείλει ἡ γυνὴ ἐξουσίαν ἐχειν ἐπὶ τῆς κεφαλῆς διὰ τοὺς ἀγγέλους. | ||
11 | πλὴν οὐτε γυνὴ χωρὶς ἀνδρὸς οὐτε ἀνὴρ χωρὶς γυναικὸς ἐν κυρίῳ· | ||
12 | ὡσπερ γὰρ ἡ γυνὴ ἐκ τοῦ ἀνδρός, οὑτως καὶ ὁ ἀνὴρ διὰ τῆς γυναικός· τὰ δὲ πάντα ἐκ τοῦ θεοῦ. | ||
13 | ἐν ὑμῖν αὐτοῖς κρίνατε· πρέπον ἐστὶν γυναῖκα ἀκατακάλυπτον τῷ θεῷ προσεύχεσθαὶ; | ||
14 | οὐδὲ ἡ φύσις αὐτὴ διδάσκει ὑμᾶς ὅτι ἀνὴρ μὲν ἐὰν κομᾷ ἀτιμία αὐτῷ ἐστιν, | ||
15 | γυνὴ δὲ ἐὰν κομᾷ δόξα αὐτῇ ἐστιν; ὅτι ἡ κόμη ἀντὶ περιβολαίου δέδοται | .||
16 | Εἰ δέ τις δοκεῖ φιλόνεικος εἶναι, ἡμεῖς τοιαύτην συνήθειαν οὐκ ἐχομεν, οὐδὲ αἱ ἐκκλησίαι τοῦ θεοῦ. | ||
17 | Τοῦτο δὲ παραγγέλλων οὐκ ἐπαινῶ ὅτι οὐκ εἰς τὸ κρεῖσσον ἀλλὰ εἰς τὸ ἧσσον συνέρχεσθε. | Abuses at the Lord's Supper 1Cor.11.17-22 | |
18 | πρῶτον μὲν γὰρ συνερχομένων ὑμῶν ἐν ἐκκλησίᾳ ἀκούω σχίσματα ἐν ὑμῖν ὑπάρχειν, καὶ μέρος τι πιστεύω. | ||
19 | δεῖ γὰρ καὶ αἱρέσεις ἐν ὑμῖν εἶναι, ἵνα | οἱ δόκιμοι φανεροὶ γένωνται ἐν ὑμῖν.||
20 | Συνερχομένων οὖν ὑμῶν ἐπὶ τὸ αὐτὸ οὐκ ἐστιν κυριακὸν δεῖπνον φαγεῖν, | ||
21 | ἑκαστος γὰρ τὸ ἰδιον δεῖπνον προλαμβάνει ἐν τῷ φαγεῖν, καὶ ὃς μὲν πεινᾷ, ὃς δὲ μεθύει. | ||
22 | μὴ γὰρ οἰκίας οὐκ ἐχετε εἰς τὸ ἐσθίειν καὶ πίνειν; ἢ τῆς ἐκκλησίας τοῦ θεοῦ καταφρονεῖτε, καὶ καταισχύνετε τοὺς μὴ ἐχοντας; τί εἰπω ὑμῖν; ἐπαινέσω ὑμᾶς; ἐν τούτῳ οὐκ ἐπαινῶ. | ||
23 | Ἐγὼ γὰρ παρέλαβον ἀπὸ τοῦ κυρίου, ὃ καὶ παρέδωκα ὑμῖν, ὅτι ὁ κύριος Ἰησοῦς ἐν τῇ νυκτὶ ᾗ παρεδίδετο ἐλαβεν ἀρτον | 1Cor.11.23-25 | |
24 | καὶ εὐχαριστήσας ἐκλασεν καὶ εἶπεν, Τοῦτό μού ἐστιν τὸ σῶμα τὸ ὑπὲρ ὑμῶν· τοῦτο ποιεῖτε εἰς τὴν ἐμὴν ἀνάμνησιν. | ||
25 | ὡσαύτως καὶ τὸ ποτήριον μετὰ τὸ δειπνῆσαι, λέγων, Τοῦτο τὸ ποτήριον ἡ καινὴ διαθήκη ἐστὶν ἐν τῷ ἐμῷ αἱματι· τοῦτο ποιεῖτε, ὁσάκις ἐὰν πίνητε, εἰς τὴν ἐμὴν ἀνάμνησιν. | ||
26 | ὁσάκις γὰρ ἐὰν ἐσθίητε τὸν ἀρτον τοῦτον καὶ τὸ ποτήριον πίνητε, τὸν θάνατον τοῦ κυρίου καταγγέλλετε, ἀχρις οὗ ἐλθῃ. | ||
27 | Ὥστε ὃς ἂν ἐσθίῃ τὸν ἀρτον ἢ πίνῃ τὸ ποτήριον τοῦ κυρίου ἀναξίως, ἐνοχος ἐσται τοῦ σώματος καὶ τοῦ αἱματος τοῦ κυρίου. | Partaking of the Supper Unworthily 1Cor.11.27-34 | |
28 | δοκιμαζέτω δὲ ἄνθρωπος ἑαυτόν, καὶ οὑτως ἐκ τοῦ ἀρτου ἐσθιέτω καὶ ἐκ τοῦ ποτηρίου πινέτω· | ||
29 | ὁ γὰρ ἐσθίων καὶ πίνων κρίμα ἑαυτῷ ἐσθίει καὶ πίνει μὴ διακρίνων τὸ σῶμα. | ||
30 | διὰ τοῦτο ἐν ὑμῖν πολλοὶ ἀσθενεῖς καὶ ἀρρωστοι καὶ κοιμῶνται ἱκανοί. | ||
31 | εἰ δὲ ἑαυτοὺς διεκρίνομεν, οὐκ ἂν ἐκρινόμεθα· | ||
32 | κρινόμενοι δὲ ὑπὸ | κυρίου παιδευόμεθα, ἵνα μὴ σὺν τῷ κόσμῳ κατακριθῶμεν.||
33 | ὡστε, ἀδελφοί μου, συνερχόμενοι εἰς τὸ φαγεῖν ἀλλήλους ἐκδέχεσθε. | ||
34 | εἰ τις πεινᾷ, ἐν οἰκῳ ἐσθιέτω, ἵνα μὴ εἰς κρίμα συνέρχησθε. Τὰ δὲ λοιπὰ ὡς ἂν ἐλθω διατάξομαι. | ||
<< | ΚΟΡα:11 | >> |
---|