|
10 | ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α |
|
1 |
Οὐ θέλω γὰρ ὑμᾶς ἀγνοεῖν, ἀδελφοί, ὅτι οἱ πατέρες ἡμῶν πάντες ὑπὸ τὴν νεφέλην ἦσαν καὶ πάντες διὰ τῆς θαλάσσης διῆλθον, | Warning against Idolatry 1Cor.10.1-22 |
2 |
καὶ πάντες εἰς τὸν Μωϋσῆν ἐβαπτίσθησαν ἐν τῇ νεφέλῃ καὶ ἐν τῇ θαλάσσῃ, | |
3 |
καὶ πάντες τὸ αὐτὸ πνευματικὸν βρῶμα ἐφαγον, | |
4 |
καὶ πάντες τὸ αὐτὸ πνευματικὸν ἐπιον πόμα· ἐπινον γὰρ ἐκ πνευματικῆς ἀκολουθούσης πέτρας· ἡ πέτρα δὲ ἦν ὁ Χριστός. | |
5 |
ἀλλ' οὐκ ἐν τοῖς πλείοσιν αὐτῶν εὐδόκησεν ὁ θεός, κατεστρώθησαν γὰρ ἐν τῇ ἐρήμῳ. | |
6 |
ταῦτα δὲ τύποι ἡμῶν ἐγενήθησαν, εἰς τὸ μὴ εἶναι ἡμᾶς ἐπιθυμητὰς κακῶν, καθὼς κἀκεῖνοι ἐπεθύμησαν. | |
7 |
μηδὲ εἰδωλολάτραι γίνεσθε, καθώς τινες αὐτῶν· ὡσπερ γέγραπται, Ἐκάθισεν ὁ λαὸς φαγεῖν καὶ πεῖν, καὶ ἀνέστησαν παίζειν. | - The people sat down to eat and drink 1Cor.10.7 - Ex.32.6 |
8 |
μηδὲ πορνεύωμεν, καθώς τινες αὐτῶν ἐπόρνευσαν, καὶ ἐπεσαν μιᾷ ἡμέρᾳ εἰκοσι τρεῖς χιλιάδες. | |
9 |
μηδὲ ἐκπειράζωμεν τὸν Χριστόν, καθώς τινες αὐτῶν ἐπείρασαν, καὶ ὑπὸ τῶν ὀφεων ἀπώλλυντο. | |
10 |
μηδὲ γογγύζετε, καθάπερ τινὲς αὐτῶν ἐγόγγυσαν, καὶ ἀπώλοντο ὑπὸ τοῦ ὀλοθρευτοῦ. | |
11 |
ταῦτα δὲ τυπικῶς συνέβαινεν ἐκείνοις, ἐγράφη δὲ πρὸς νουθεσίαν ἡμῶν, εἰς οὓς τὰ τέλη τῶν αἰώνων κατήντηκεν. | |
12 |
ὡστε ὁ δοκῶν ἑστάναι βλεπέτω μὴ πέσῃ. | |
13 |
πειρασμὸς ὑμᾶς οὐκ εἰληφεν εἰ μὴ ἀνθρώπινος· πιστὸς δὲ ὁ θεός, ὃς οὐκ ἐάσει ὑμᾶς πειρασθῆναι ὑπὲρ ὃ δύνασθε, ἀλλὰ ποιήσει σὺν τῷ πειρασμῷ καὶ τὴν ἐκβασιν τοῦ δύνα σθαι ὑπενεγκεῖν. | |
14 |
Διόπερ, ἀγαπητοί μου, φεύγετε ἀπὸ τῆς εἰδωλολατρίας. | |
15 |
ὡς φρονίμοις λέγω· κρίνατε ὑμεῖς ὁ φημι. | |
16 |
τὸ ποτήριον τῆς εὐλογίας ὃ εὐλογοῦμεν, οὐχὶ κοινωνία ἐστὶν τοῦ αἱματος τοῦ Χριστοῦ; τὸν ἀρτον ὃν κλῶμεν, οὐχὶ κοινωνία τοῦ σώματος τοῦ Χριστοῦ ἐστιν; | |
17 |
ὁτι εἷς ἀρτος, ἓν σῶμα οἱ πολλοί ἐσμεν, οἱ γὰρ πάντες ἐκ τοῦ ἑνὸς ἀρτου μετέχομεν. | |
18 |
βλέπετε τὸν Ἰσραὴλ κατὰ σάρκα· οὐχ οἱ ἐσθίοντες τὰς θυσίας κοινωνοὶ τοῦ θυσιαστηρίου εἰσίν; | |
19 |
τί οὖν φημὶ ὅτι εἰδωλόθυτόν τί ἐστιν; ἢ ὅτι εἰδωλόν τί ἐστιν; | |
20 |
ἀλλ' ὅτι ἂ θύουσιν, δαιμονίοις καὶ οὐ θεῷ , οὐ θέλω δὲ ὑμᾶς κοινωνοὺς τῶν δαιμονίων γίνεσθαι. | |
21 |
οὐ δύνασθε ποτήριον κυρίου πίνειν καὶ ποτήριον δαιμονίων· οὐ δύνασθε τραπέζης κυρίου μετέχειν καὶ τραπέζης δαιμονίων. | |
22 |
ἢ παραζηλοῦμεν τὸν κύριον; μὴ ἰσχυρότεροι αὐτοῦ ἐσμεν; | |
23 |
Πάντα ἐξεστιν, ἀλλ' οὐ πάντα συμφέρει. πάντα ἐξεστιν, ἀλλ' οὐ πάντα οἰκοδομεῖ. | Do All to the Glory of God 1Cor.10.23-11.1 |
24 |
μηδεὶς τὸ ἑαυτοῦ ζητείτω ἀλλὰ τὸ τοῦ ἑτέρου. | |
25 |
Πᾶν τὸ ἐν μακέλλῳ πωλούμενον ἐσθίετε μηδὲν ἀνακρίνοντες διὰ τὴν συνείδησιν, | |
26 |
τοῦ κυρίου γὰρ ἡ γῆ καὶ τὸ πλήρωμα αὐτῆς. | - the earth is the Lord's, and everything in it. 1Cor.10.26 - Ps.24.1, Ps.50.12, Ps.89.11 |
27 |
εἰ τις καλεῖ ὑμᾶς τῶν ἀπίστων καὶ θέλετε πορεύεσθαι, πᾶν τὸ παρατιθέμενον ὑμῖν ἐσθίετε μηδὲν ἀνακρίνοντες διὰ τὴν συνείδησιν. | |
28 |
ἐὰν δέ τις ὑμῖν εἰπῃ, Τοῦτο ἱερόθυτόν ἐστιν, μὴ ἐσθίετε δῖ ἐκεῖνον τὸν μηνύσαντα καὶ τὴν συνείδησιν - | |
29 |
συνείδησιν δὲ λέγω οὐχὶ τὴν ἑαυτοῦ ἀλλὰ τὴν τοῦ ἑτέρου. ἵνατί γὰρ ἡ ἐλευθερία μου κρίνεται ὑπὸ ἀλλης συνειδήσεως; | |
30 |
εἰ ἐγὼ χάριτι μετέχω, τί βλασφημοῦμαι ὑπὲρ οὗ ἐγὼ εὐχαριστῶ; | |
31 |
εἰτε οὖν ἐσθίετε εἰτε πίνετε εἰτε τι ποιεῖτε, πάντα εἰς δόξαν θεοῦ ποιεῖτε. | |
32 |
ἀπρόσκοποι καὶ Ἰουδαίοις γίνεσθε καὶ Ἑλλησιν καὶ τῇ ἐκκλησίᾳ τοῦ θεοῦ, | |
33 |
καθὼς κἀγὼ πάντα πᾶσιν ἀρέσκω, μὴ ζητῶν τὸ ἐμαυτοῦ σύμφορον ἀλλὰ τὸ τῶν πολλῶν, ἵνα σωθῶσιν. | |
|
|
<< | ΚΟΡα:10 | >> |
|