| 10 | ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ | ||
| 1 | Ἀδελφοί, ἡ μὲν εὐδοκία τῆς ἐμῆς καρδίας καὶ ἡ δέησις πρὸς τὸν θεὸν ὑπὲρ αὐτῶν εἰς σωτηρίαν. | ||
| 2 | μαρτυρῶ γὰρ αὐτοῖς ὅτι ζῆλον θεοῦ ἐχουσιν, ἀλλ' οὐ κατ' ἐπίγνωσιν· | ||
| 3 | ἀγνοοῦντες γὰρ τὴν τοῦ θεοῦ δικαιοσύνην, καὶ τὴν ἰδίαν ζητοῦντες στῆσαι, τῇ δικαιοσύνῃ τοῦ θεοῦ οὐχ ὑπετάγησαν· | ||
| 4 | τέλος γὰρ νόμου Χριστὸς εἰς δικαιοσύνην παντὶ τῷ πιστεύοντι. | ||
| 5 | Μωϋσῆς γὰρ γράφει τὴν δικαιοσύνην τὴν ἐκ νόμου ὅτι ὁ ποιήσας αὐτὰ ἄνθρωπος ζήσεται ἐν αὐτῇ. | Salvation for All Ro.10.5-21 | |
| 6 | ἡ δὲ ἐκ πίστεως δικαιοσύνη οὑτως λέγει, Mὴ εἴπῃς ἐν τῇ καρδίᾳ σου, Tίς ἀναβήσεται εἰς τὸν οὐρανόν; τοῦτ' ἐστιν Χριστὸν καταγαγεῖν· | - Do not say in your heart Ro.10.6 - Dt.9.4 | |
| 7 | ἠ, Tίς καταβήσεται εἰς τὴν ἄβυσσον; τοῦτ' ἐστιν Χριστὸν ἐκ νεκρῶν ἀναγαγεῖν. | - Who will descend into the abyss? Ro.10.7 - Dt.30.12-14 | |
| 8 | ἀλλὰ τί λέγεὶ ἐν τῷ στόματί σου καὶ ἐν τῇ καρδίᾳ σου· | Ro.10.8-9 | |
| 9 | ὁτι ἐὰν ὁμολογήσῃς ἐν τῷ στόματί σου κύριον Ἰησοῦν, καὶ πιστεύσῃς ἐν τῇ καρδίᾳ σου ὅτι ὁ θεὸς αὐτὸν ἠγειρεν ἐκ νεκρῶν, σωθήσῃ· | ||
| 10 | καρδίᾳ γὰρ πιστεύεται εἰς δικαιοσύνην, στόματι δὲ ὁμολογεῖται εἰς σωτηρίαν. | ||
| 11 | λέγει γὰρ ἡ γραφή, Πᾶς ὁ πιστεύων ἐπ' αὐτῷ οὐ καταισχυνθήσεται. | - No one who believes in him will be put to shame. Ro.10.11 - Is.28.16 | |
| 12 | οὐ γάρ ἐστιν διαστολὴ Ἰουδαίου τε καὶ Ἑλληνος, ὁ γὰρ αὐτὸς κύριος πάντων, πλουτῶν εἰς πάντας τοὺς ἐπικαλουμένους αὐτόν· | ||
| 13 | Πᾶς γὰρ ὃς ἂν ἐπικαλέσηται τὸ ὄνομα κυρίου σωθήσεται. | - Everyone who calls upon the name of the Lord will be saved Ro.10.13 - Jl.2.32 | |
| 14 | Πῶς οὖν ἐπικαλέσωνται εἰς ὃν οὐκ ἐπίστευσαν; πῶς δὲ πιστεύσωσιν οὗ οὐκ ἠκουσαν; πῶς δὲ ἀκούσωσιν χωρὶς κηρύσσοντος; | ||
| 15 | πῶς δὲ κηρύξωσιν ἐὰν μὴ ἀποσταλῶσιν; καθὼς γέγραπται, Ὡς ὡραῖοι οἱ πόδες τῶν εὐαγγελιζομένων ἀγαθά. | - How beautiful are the feet Ro.10.15 - Is.52.7, Na.1.15 | |
| 16 | Ἀλλ' οὐ πάντες ὑπήκουσαν τῷ εὐαγγελίῳ· Ἠσαΐας γὰρ λέγει, Kύριε, τίς ἐπίστευσεν τῇ ἀκοῇ ἡμῶν; | - Lord, who has believed Ro.10.16 - Is.53.1 | |
| 17 | ἀρα ἡ πίστις ἐξ ἀκοῆς, ἡ δὲ ἀκοὴ διὰ ῥήματος Χριστοῦ. | ||
| 18 | ἀλλὰ λέγω, μὴ οὐκ ἠκουσαν; μενοῦνγε, καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ῥήματα αὐτῶν. | - Their voice has gone out to all the earth Ro.10.18 - Ps.19.4 | |
| 19 | ἀλλὰ λέγω, μὴ Ἰσραὴλ οὐκ ἐγνὼ πρῶτος Μωϋσῆς λέγει, ἐπ' ἔθνει ἀσυνέτῳ παροργιῶ ὑμᾶς. | - I will make you jealous of those who are not a nation Ro.10.19 - Dt.32.21 | |
| 20 | Ἠσαΐας δὲ ἀποτολμᾷ καὶ λέγει, Εὑρέθην τοῖς ἐμὲ μὴ ζητοῦσιν, ἐμφανὴς ἐγενόμην τοῖς ἐμὲ μὴ ἐπερωτῶσιν. | - I have been found by those who did not seek me I have shown myself to those who did not ask for m Ro.10.20 - Is.65.1 | |
| 21 | πρὸς δὲ τὸν Ἰσραὴλ λέγει, Ὅλην τὴν ἡμέραν ἐξεπέτασα τὰς χεῖράς μου πρὸς λαὸν ἀπειθοῦντα καὶ ἀντιλέγοντα. | ||
| << | ΡΩΜ:10 | >> | |||
|---|---|---|---|