katapi New Study Bible - select-a-version
ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ
1Ἀδελφοί, ἡ μὲν εὐδοκία τῆς ἐμῆς καρδίας καὶ ἡ δέησις πρὸς τὸν θεὸν ὑπὲρ αὐτῶν εἰς σωτηρίαν. 2μαρτυρῶ γὰρ αὐτοῖς ὅτι ζῆλον θεοῦ ἐχουσιν, ἀλλ' οὐ κατ' ἐπίγνωσιν· 3ἀγνοοῦντες γὰρ τὴν τοῦ θεοῦ δικαιοσύνην, καὶ τὴν ἰδίαν ζητοῦντες στῆσαι, τῇ δικαιοσύνῃ τοῦ θεοῦ οὐχ ὑπετάγησαν· 4τέλος γὰρ νόμου Χριστὸς εἰς δικαιοσύνην παντὶ τῷ πιστεύοντι.
Salvation for All Ro.10.5-21
5Μωϋσῆς γὰρ γράφει τὴν δικαιοσύνην τὴν ἐκ νόμου ὅτι ὁ ποιήσας αὐτὰ ἄνθρωπος ζήσεται ἐν αὐτῇ. 6 [ Dt.9.4. ] ἡ δὲ ἐκ πίστεως δικαιοσύνη οὑτως λέγει, Mὴ εἴπῃς ἐν τῇ καρδίᾳ σου, Tίς ἀναβήσεται εἰς τὸν οὐρανόν; τοῦτ' ἐστιν Χριστὸν καταγαγεῖν· 7 [ Dt.30.12-14. ] ἠ, Tίς καταβήσεται εἰς τὴν ἄβυσσον; τοῦτ' ἐστιν Χριστὸν ἐκ νεκρῶν ἀναγαγεῖν. 8ἀλλὰ τί λέγεὶ Ἐγγύς σου τὸ ῥῆμά ἐστιν,
ἐν τῷ στόματί σου καὶ ἐν τῇ καρδίᾳ σου· τοῦτ' ἐστιν τὸ ῥῆμα τῆς πίστεως ὃ κηρύσσομεν. 9ὁτι ἐὰν ὁμολογήσῃς ἐν τῷ στόματί σου κύριον Ἰησοῦν, καὶ πιστεύσῃς ἐν τῇ καρδίᾳ σου ὅτι ὁ θεὸς αὐτὸν ἠγειρεν ἐκ νεκρῶν, σωθήσῃ· 10καρδίᾳ γὰρ πιστεύεται εἰς δικαιοσύνην, στόματι δὲ ὁμολογεῖται εἰς σωτηρίαν. 11 [ Is.28.16. ] λέγει γὰρ ἡ γραφή, Πᾶς ὁ πιστεύων ἐπ' αὐτῷ οὐ καταισχυνθήσεται. 12οὐ γάρ ἐστιν διαστολὴ Ἰουδαίου τε καὶ Ἑλληνος, ὁ γὰρ αὐτὸς κύριος πάντων, πλουτῶν εἰς πάντας τοὺς ἐπικαλουμένους αὐτόν· 13 [ Jl.2.32. ] Πᾶς γὰρ ὃς ἂν ἐπικαλέσηται τὸ ὄνομα κυρίου σωθήσεται. 14Πῶς οὖν ἐπικαλέσωνται εἰς ὃν οὐκ ἐπίστευσαν; πῶς δὲ πιστεύσωσιν οὗ οὐκ ἠκουσαν; πῶς δὲ ἀκούσωσιν χωρὶς κηρύσσοντος; 15 [ Is.52.7, Na.1.15. ] πῶς δὲ κηρύξωσιν ἐὰν μὴ ἀποσταλῶσιν; καθὼς γέγραπται, Ὡς ὡραῖοι οἱ πόδες τῶν εὐαγγελιζομένων ἀγαθά. 16 [ Is.53.1. ] Ἀλλ' οὐ πάντες ὑπήκουσαν τῷ εὐαγγελίῳ· Ἠσαΐας γὰρ λέγει, Kύριε, τίς ἐπίστευσεν τῇ ἀκοῇ ἡμῶν; 17ἀρα ἡ πίστις ἐξ ἀκοῆς, ἡ δὲ ἀκοὴ διὰ ῥήματος Χριστοῦ. 18 [ Ps.19.4. ] ἀλλὰ λέγω, μὴ οὐκ ἠκουσαν; μενοῦνγε,
Εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτῶν,
καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ῥήματα αὐτῶν. 19 [ Dt.32.21. ] ἀλλὰ λέγω, μὴ Ἰσραὴλ οὐκ ἐγνὼ πρῶτος Μωϋσῆς λέγει, Ἐγὼ παραζηλώσω ὑμᾶς ἐπ' οὐκ ἔθνει,
ἐπ' ἔθνει ἀσυνέτῳ παροργιῶ ὑμᾶς. 20 [ Is.65.1. ] Ἠσαΐας δὲ ἀποτολμᾷ καὶ λέγει,
Εὑρέθην τοῖς ἐμὲ μὴ ζητοῦσιν,
ἐμφανὴς ἐγενόμην τοῖς ἐμὲ μὴ ἐπερωτῶσιν. 21πρὸς δὲ τὸν Ἰσραὴλ λέγει, Ὅλην τὴν ἡμέραν ἐξεπέτασα τὰς χεῖράς μου πρὸς λαὸν ἀπειθοῦντα καὶ ἀντιλέγοντα.