katapi New Study Bible - select-a-version
katapi HOME DB1 << >>
New Testament in Greek (UBS.Ed.26) - NEW TESTAMENT | about ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ | GNT: contents | | by passage | search---> | in flowing text | select- | 2 | -versions | notes

9ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ

1 Ἀλήθειαν λέγω ἐν Χριστῷ, οὐ ψεύδομαι, συμμαρτυρούσης μοι τῆς συνειδήσεώς μου ἐν πνεύματι ἀγίῳ, God's Election of Israel Ro.9.1-18
2 ὁτι λύπη μοί ἐστιν μεγάλη καὶ ἀδιάλειπτος ὀδύνη τῇ καρδίᾳ μου.  
3 ηὐχόμην γὰρ ἀνάθεμα εἶναι αὐτὸς ἐγὼ ἀπὸ τοῦ Χριστοῦ ὑπὲρ τῶν ἀδελφῶν μου τῶν συγγενῶν μου κατὰ σάρκα,  
4 οἱτινές εἰσιν Ἰσραηλῖται, ὧν ἡ υἱοθεσία καὶ ἡ δόξα καὶ αἱ διαθῆκαι καὶ ἡ νομοθεσία καὶ ἡ λατρεία καὶ αἱ ἐπαγγελίαι,  
5 ὧν οἱ πατέρες, καὶ ἐξ ὧν ὁ Χριστὸς τὸ κατὰ σάρκα· ὁ ὢν ἐπὶ πάντων θεὸς εὐλογητὸς εἰς τοὺς αἰῶνας, ἀμήν.

 
6 Οὐχ οἷον δὲ ὅτι ἐκπέπτωκεν ὁ λόγος τοῦ θεοῦ. οὐ γὰρ πάντες οἱ ἐξ Ἰσραήλ, οὗτοι Ἰσραήλ·

 
7 οὐδ' ὅτι εἰσὶν σπέρμα Ἀβραάμ, πάντες τέκνα, ἀλλ', Ἐν Ἰσαὰκ κληθήσεταί σοι σπέρμα.

- Through Isaac shall your descendants be named Ro.9.7 - Gn.21.12
8 τοῦτ' ἐστιν, οὐ τὰ τέκνα τῆς σαρκὸς ταῦτα τέκνα τοῦ θεοῦ, ἀλλὰ τὰ τέκνα τῆς ἐπαγγελίας λογίζεται εἰς σπέρμα·  
9 ἐπαγγελίας γὰρ ὁ λόγος οὗτος, Kατὰ τὸν καιρὸν τοῦτον ἐλεύσομαι καὶ ἔσται τῇ Σάρρᾳ υἱός.

- About this time I will return and Sarah shall have a son Ro.9.9 - Gn.18.10-14
10 οὐ μόνον δέ, ἀλλὰ καὶ Ῥεβέκκα ἐξ ἑνὸς κοίτην ἐχουσα, Ἰσαὰκ τοῦ πατρὸς ἡμῶν·

 
11 μήπω γὰρ γεννηθέντων μηδὲ πραξάντων τι ἀγαθὸν ἢ φαῦλον, ἵνα ἡ κατ' ἐκλογὴν πρόθεσις τοῦ θεοῦ μένῃ,  
12 οὐκ ἐξ ἐργων ἀλλ' ἐκ τοῦ καλοῦντος, ἐρρέθη αὐτῇ ὅτι Ὁ μείζων δουλεύσει τῷ ἐλάσσον·

- The elder will serve the younger Ro.9.12 - Gn.25.23
13 καθὼς γέγραπται,
Tὸν Ἰακὼβ ἠγάπησα,
τὸν δὲ Ἠσαῦ ἐμίσησα.

- Jacob I loved, but Esau I hated Ro.9.13 - Mal.1.2-3
14 Τί οὖν ἐροῦμεν; μὴ ἀδικία παρὰ τῷ θεῷ; μὴ γένοιτο·  
15 τῷ Μωϋσεῖ γὰρ λέγει,
Ἐλεήσω ὃν ἂν ἐλεῶ,
καὶ οἰκτιρήσω ὃν ἂν οἰκτίρω.

- I will have mercy on whom I have mercy Ro.9.15 - Ex.33.19
16 ἀρα οὖν οὐ τοῦ θέλοντος οὐδὲ τοῦ τρέχοντος, ἀλλὰ τοῦ ἐλεῶντος θεοῦ.  
17 λέγει γὰρ ἡ γραφὴ τῷ Φαραὼ ὅτι Εἰς αὐτὸ τοῦτο ἐξήγειρά σε ὅπως ἐνδείξωμαι ἐν σοὶ τὴν δύναμίν μου, καὶ ὅπως διαγγελῇ τὸ ὄνομά μου ἐν πάσῃ τῇ γῇ.

- I have raised you up for the very purpose Ro.9.17 - Ex.9.16
18 ἀρα οὖν ὃν θέλει ἐλεεῖ, ὃν δὲ θέλει σκληρύνει.  
19 Ἐρεῖς μοι οὖν, Τί οὖν ἐτι μέμφεταὶ τῷ γὰρ βουλήματι αὐτοῦ τίς ἀνθέστηκεν; God's Wrath and Mercy Ro.9.19-29
20 ὦ ἄνθρωπε, μενοῦνγε σὺ τίς εἶ ὁ ἀνταποκρινόμενος τῷ θεῷ; μὴ ἐρεῖ τὸ πλάσμα τῷ πλάσαντι, Τί με ἐποίησας οὑτως;

- Will what is molded say to its molder Ro.9.20 - Is.29.16, Is.45.9
21 ἢ οὐκ ἐχει ἐξουσίαν ὁ κεραμεὺς τοῦ πηλοῦ ἐκ τοῦ αὐτοῦ φυράματος ποιῆσαι ὃ μὲν εἰς τιμὴν σκεῦος, ὃ δὲ εἰς ἀτιμίαν; - Has the potter no right over the clay Ro.9.21 - Jr.18.6
22 εἰ δὲ θέλων ὁ θεὸς ἐνδείξασθαι τὴν ὀργὴν καὶ γνωρίσαι τὸ δυνατὸν αὐτοῦ ἠνεγκεν ἐν πολλῇ μακροθυμίᾳ σκεύη ὀργῆς κατηρτισμένα εἰς ἀπώλειαν,

 
23 καὶ ἵνα γνωρίσῃ τὸν πλοῦτον τῆς δόξης αὐτοῦ ἐπὶ σκεύη ἐλέους, ἂ προητοίμασεν εἰς δόξαν,  
24 οὓς καὶ ἐκάλεσεν ἡμᾶς οὐ μόνον ἐξ Ἰουδαίων ἀλλὰ καὶ ἐξ ἐθνῶν;

 
25 ὡς καὶ ἐν τῷ Ὡσηὲ λέγει,
Kαλέσω τὸν οὐ λαόν μου
λαόν μου καὶ τὴν οὐκ ἠγαπημένην ἠγαπημένην·

- Those who were not my people Ro.9.25 - Hs.2.23
26 καὶ ἔσται ἐν τῷ τόπῳ οὗ ἐρρέθη αὐτοῖς, Οὐ λαός μου ὑμεῖς,
ἐκεῖ κληθήσονται υἱοὶ θεοῦ ζῶντος.

- You are not my people Ro.9.26 - Hs.1.10
27 Ἠσαΐας δὲ κράζει ὑπὲρ τοῦ Ἰσραήλ, Ἐὰν ᾖ ὁ ἀριθμὸς τῶν υἱῶν Ἰσραὴλ ὡς ἡ ἄμμος τῆς θαλάσσης, τὸ ὑπόλειμμα σωθήσεται·

- only a remnant of them will be saved Ro.9.27-28 - Is.10.22-23
28 λόγον γὰρ συντελῶν καὶ συντέμνων ποιήσει κύριος ἐπὶ τῆς γῆς.

 
29 καὶ καθὼς προείρηκεν Ἠσαΐας,

Εἰ μὴ κύριος Σαβαὼθ ἐγκατέλιπεν ἡμῖν σπέρμα,
ὡς Σόδομα ἂν ἐγενήθημεν
καὶ ὡς Γόμορρα ἂν ὡμοιώθημεν.

- If the Lord of hosts had not left us children Ro.9.29 - Is.1.9
30 Τί οὖν ἐροῦμεν; ὅτι ἐθνη τὰ μὴ διώκοντα δικαιοσύνην κατέλαβεν δικαιοσύνην, δικαιοσύνην δὲ τὴν ἐκ πίστεως· Israel and the Gospel Ro.9.30-10.4
31 Ἰσραὴλ δὲ διώκων νόμον δικαιοσύνης εἰς νόμον οὐκ ἐφθασεν.  
32 διὰ τί; ὅτι οὐκ ἐκ πίστεως ἀλλ' ὡς ἐξ ἐργων· προσέκοψαν τῷ λίθῳ τοῦ προσκόμματος,

 
33 καθὼς γέγραπται,
Ἰδοὺ τίθημι ἐν Σιὼν λίθον προσκόμματος καὶ πέτραν σκανδάλου,
καὶ ὁ πιστεύων ἐπ' αὐτῷ οὐ καταισχυνθήσεται.

- Behold, I am laying in Zion a stone Ro.9.33 - Is.28.16
    << | ΡΩΜ:9 | >>  

Notes: This webpage enables you to select-a-version from the Bible versions held on the katapi bible database.

The katapi New Study Bible reference section displays links to parallel passages, and to direct quotations by New Testament authors to Old Testament passages. Quotations of OT passages by NT authors can in most cases be viewed within their context of the OT passage as a whole, with the quoted text displayed, against a subdued background. Any mismatches, truncated verses, other mistakes ?
Please e-mail me. © This page: Paul Ingram 2012.