11 | ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ | ||
1 | Λέγω οὖν, μὴ ἀπώσατο ὁ θεὸς τὸν λαὸν αὐτοῦ; μὴ γένοιτο· καὶ γὰρ ἐγὼ Ἰσραηλίτης εἰμί, ἐκ σπέρματος Ἀβραάμ, φυλῆς Βενιαμείν. | The Remnant of Israel Ro.11.1-10 | |
2 | οὐκ ἀπώσατο ὁ θεὸς τὸν λαὸν αὐτοῦ ὃν προέγνω. ἢ οὐκ οἰδατε ἐν Ἠλίᾳ τί λέγει ἡ γραφή; ὡς ἐντυγχάνει τῷ θεῷ κατὰ τοῦ Ἰσραήλ, | - God has not rejected his people whom he foreknew. Do you not know what the scripture says of Eli Ro.11.2 - Ps.94.14 | |
3 | Κύριε, τοὺς προφήτας σου ἀπέκτειναν, τὰ θυσιαστήριά σου κατέσκαψαν, κἀγὼ ὑπελείφθην μόνος, καὶ ζητοῦσιν τὴν ψυχήν μου. | - "Lord, they have killed thy prophets, they have demolished thy altars, and I alone am left, Ro.11.3 - 1Kgs.19.10-14 | |
4 | ἀλλὰ τί λέγει αὐτῷ ὁ χρηματισμός; Kατέλιπον ἐμαυτῷ ἑπτακισχιλίους ἄνδρας, οἵτινες οὐκ ἔκαμψαν γόνυ τῇ Βάαλ. | - But what is God's reply to him? "I have kept for myself seven thousand men who have not bowed th Ro.11.4 - 1Kgs.19.18 | |
5 | οὑτως οὖν καὶ ἐν τῷ νῦν καιρῷ λεῖμμα κατ' ἐκλογὴν χάριτος γέγονεν· | ||
6 | εἰ δὲ χάριτι, οὐκέτι ἐξ ἐργων, ἐπεὶ ἡ χάρις οὐκέτι γίνεται χάρις. | ||
7 | τί οὖν; ὃ ἐπιζητεῖ Ἰσραήλ, τοῦτο οὐκ ἐπέτυχεν, ἡ δὲ ἐκλογὴ ἐπέτυχεν· οἱ δὲ λοιποὶ ἐπωρώθησαν, | ||
8 | καθὼς γέγραπται, ὀφθαλμοὺς τοῦ μὴ βλέπειν καὶ ὦτα τοῦ μὴ ἀκούειν, ἕως τῆς σήμερον ἡμέρας. | - eyes that should not see and ears that should not hear Ro.11.8 - Dt.29.4, Is.29.10 | |
9 | καὶ Δαυὶδ λέγει, καὶ εἰς σκάνδαλον καὶ εἰς ἀνταπόδομα αὐτοῖς, | - Let their table become a snare and a trap Ro.11.9-10 - Ps.69.22-23, Ps.35.8 | |
10 | σκοτισθήτωσαν οἱ ὀφθαλμοὶ αὐτῶν τοῦ μὴ βλέπειν, καὶ τὸν νῶτον αὐτῶν διὰ παντὸς σύγκαμψον. | ||
11 | Λέγω οὖν, μὴ ἐπταισαν ἵνα πέσωσιν; μὴ γένοιτο· ἀλλὰ τῷ αὐτῶν παραπτώματι ἡ σωτηρία τοῖς ἐθνεσιν, εἰς τὸ παραζηλῶσαι αὐτούς. | The Salvation of the Gentiles Ro.11.11-24 | |
12 | εἰ δὲ τὸ παράπτωμα αὐτῶν πλοῦτος κόσμου καὶ τὸ ἡττημα αὐτῶν πλοῦτος ἐθνῶν, πόσῳ μᾶλλον τὸ πλήρωμα αὐτῶν. | ||
13 | Ὑμῖν δὲ λέγω τοῖς ἐθνεσιν. ἐφ' ὁσον μὲν οὖν εἰμι ἐγὼ ἐθνῶν ἀπόστολος, τὴν διακονίαν μου δοξάζω, | ||
14 | εἰ πως παραζηλώσω μου τὴν σάρκα καὶ σώσω τινὰς ἐξ αὐτῶν. | ||
15 | εἰ γὰρ ἡ ἀποβολὴ αὐτῶν καταλλαγὴ κόσμου, τίς ἡ πρόσλημψις εἰ μὴ ζωὴ ἐκ νεκρῶν; | ||
16 | εἰ δὲ ἡ ἀπαρχὴ ἀγία, καὶ τὸ φύραμα· καὶ εἰ ἡ ῥίζα ἀγία, καὶ οἱ κλάδοι. | ||
17 | Εἰ δέ τινες τῶν κλάδων ἐξεκλάσθησαν, σὺ δὲ ἀγριέλαιος ὢν ἐνεκεντρίσθης ἐν αὐτοῖς καὶ συγκοινωνὸς τῆς ῥίζης τῆς πιότητος τῆς ἐλαίας ἐγένου, | ||
18 | μὴ κατακαυχῶ τῶν κλάδων· εἰ δὲ κατακαυχᾶσαι, οὐ σὺ τὴν ῥίζαν βαστάζεις ἀλλὰ ἡ ῥίζα σέ. | ||
19 | ἐρεῖς οὖν, Ἐξεκλάσθησαν κλάδοι ἵνα ἐγὼ ἐγκεντρισθῶ. | ||
20 | καλῶς· τῇ ἀπιστίᾳ ἐξεκλάσθησαν, σὺ δὲ τῇ πίστει ἑστηκας. μὴ ὑψηλὰ φρόνει, ἀλλὰ φοβοῦ· | ||
21 | εἰ γὰρ ὁ θεὸς τῶν κατὰ φύσιν κλάδων οὐκ ἐφείσατο, | οὐδὲ σοῦ φείσεται.||
22 | ἰδε οὖν χρηστότητα καὶ ἀποτομίαν θεοῦ· ἐπὶ μὲν τοὺς πεσόντας ἀποτομία, ἐπὶ δὲ σὲ χρηστότης θεοῦ, ἐὰν ἐπιμένῃς τῇ χρηστότητι, ἐπεὶ καὶ σὺ ἐκκοπήσῃ. | ||
23 | κἀκεῖνοι δέ, ἐὰν μὴ ἐπιμένωσιν τῇ ἀπιστίᾳ, ἐγκεντρισθήσονται· δυνατὸς γάρ ἐστιν ὁ θεὸς πάλιν ἐγκεντρίσαι αὐτούς. | ||
24 | εἰ γὰρ σὺ ἐκ τῆς κατὰ φύσιν ἐξεκόπης ἀγριελαίου καὶ παρὰ φύσιν ἐνεκεντρίσθης εἰς καλλιέλαιον, πόσῳ μᾶλλον οὗτοι οἱ κατὰ φύσιν ἐγκεντρισθήσονται τῇ ἰδίᾳ ἐλαίᾳ. | ||
25 | Οὐ γὰρ θέλω ὑμᾶς ἀγνοεῖν, ἀδελφοί, τὸ μυστήριον τοῦτο, ἵνα μὴ ἦτε | ἑαυτοῖς φρόνιμοι, ὅτι πώρωσις ἀπὸ μέρους τῷ Ἰσραὴλ γέγονεν ἀχρις οὗ τὸ πλήρωμα τῶν ἐθνῶν ε ἰσέλθῃ,The Restoration of Israel Ro.11.25-36 | |
26 | καὶ οὑτως πᾶς Ἰσραὴλ σωθήσεται· καθὼς γέγραπται, ἀποστρέψει ἀσεβείας ἀπὸ Ἰακώβ· | - The Deliverer will come from Zion Ro.11.26 - Is.59.20-21, Ps.14.7 | |
27 | καὶ αὕτη αὐτοῖς ἡ παρ' ἐμοῦ διαθήκη, ὅταν ἀφέλωμαι τὰς ἁμαρτίας αὐτῶν. | - and this will be my covenant with them when I take away their sins. Ro.11.27 - Is.27.9, Jr.31.33 | |
28 | κατὰ μὲν τὸ εὐαγγέλιον ἐχθροὶ δῖ ὑμᾶς, κατὰ δὲ τὴν ἐκλογὴν ἀγαπητοὶ διὰ τοὺς πατέρας· | ||
29 | ἀμεταμέλητα γὰρ τὰ χαρίσματα καὶ ἡ κλῆσις τοῦ θεοῦ. | ||
30 | ὡσπερ γὰρ ὑμεῖς ποτε ἠπειθήσατε τῷ θεῷ, νῦν δὲ ἠλεήθητε τῇ τούτων ἀπειθείᾳ, | ||
31 | οὑτως καὶ οὗτοι νῦν ἠπείθησαν τῷ ὑμετέρῳ ἐλέει ἵνα καὶ αὐτοὶ | ἐλεηθῶσιν·||
32 | συνέκλεισεν γὰρ ὁ θεὸς τοὺς πάντας εἰς ἀπείθειαν ἵνα τοὺς πάντας ἐλεήσῃ. | ||
33 | Ὢ βάθος πλούτου καὶ σοφίας καὶ γνώσεως θεοῦ· ὡς ἀνεξεραύνητα τὰ κρίματα αὐτοῦ καὶ ἀνεξιχνίαστοι αἱ ὁδοὶ αὐτοῦ. | ||
34 | Τίς γὰρ ἔγνω νοῦν κυρίου; ἢ τίς σύμβουλος αὐτοῦ ἐγένετο; | - For who has known the mind of the Lord Ro.11.34 - Is.40.13, Jb.15.8, Is.23.18 | |
35 | ἢ τίς προέδωκεν αὐτῷ, καὶ ἀνταποδοθήσεται αὐτῷ; | - who has given a gift to him that he might be repaid? Ro.11.35 - Jb.41.11 | |
36 | ὁτι ἐξ αὐτοῦ καὶ δῖ αὐτοῦ καὶ εἰς αὐτὸν τὰ πάντα· αὐτῷ ἡ δόξα εἰς τοὺς αἰῶνας· ἀμήν. | ||
<< | ΡΩΜ:11 | >> |
---|