| 9 | ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α | ||
| 1 | Οὐκ εἰμὶ ἐλεύθερος; οὐκ εἰμὶ ἀπόστολος; οὐχὶ Ἰησοῦν τὸν κύριον ἡμῶν ἑόρακὰ οὐ τὸ ἐργον μου ὑμεῖς ἐστε ἐν κυρίῳ; | The Rights of an Apostle 1Cor.9.1-27 | |
| 2 | εἰ ἀλλοις οὐκ εἰμὶ ἀπόστολος, ἀλλά γε ὑμῖν εἰμι· ἡ γὰρ σφραγίς μου τῆς ἀποστολῆς ὑμεῖς ἐστε ἐν κυρίῳ. | ||
| 3 | Ἡ ἐμὴ ἀπολογία τοῖς ἐμὲ ἀνακρίνουσίν ἐστιν αὑτη. | ||
| 4 | μὴ οὐκ ἐχομεν ἐξουσίαν φαγεῖν καὶ πεῖν; | ||
| 5 | μὴ οὐκ ἐχομεν ἐξουσίαν ἀδελφὴν γυναῖκα περιάγειν, ὡς καὶ οἱ λοιποὶ ἀπόστολοι καὶ οἱ ἀδελφοὶ τοῦ κυρίου καὶ Κηφᾶς; | ||
| 6 | ἢ μόνος ἐγὼ καὶ Βαρναβᾶς οὐκ ἐχομεν ἐξουσίαν μὴ ἐργάζεσθαὶ; | ||
| 7 | τίς στρατεύεται ἰδίοις ὀψωνίοις ποτέ; τίς φυτεύει ἀμπελῶνα καὶ τὸν καρπὸν αὐτοῦ οὐκ ἐσθίεὶ ἢ τίς ποιμαίνει ποίμνην καὶ ἐκ τοῦ γάλακτος τῆς ποίμνης οὐκ ἐσθίεὶ; | ||
| 8 | Μὴ κατὰ ἄνθρωπον ταῦτα λαλῶ, ἢ καὶ ὁ νόμος ταῦτα οὐ λέγεὶ; | ||
| 9 | ἐν γὰρ τῷ Μωϋσέως νόμῳ γέγραπται, Οὐ κημώσεις βοῦν ἀλοῶντα. μὴ τῶν βοῶν μέλει τῷ θεῷ; | - You shall not muzzle an ox 1Cor.9.9 - Dt.25.4 | |
| 10 | ἢ δῖ ἡμᾶς πάντως λέγεὶ δῖ ἡμᾶς γὰρ ἐγράφη, ὅτι ὀφείλει ἐπ' ἐλπίδι ὁ ἀροτριῶν ἀροτριᾶν, καὶ ὁ ἀλοῶν ἐπ' ἐλπίδι τοῦ μετέχειν. | ||
| 11 | εἰ ἡμεῖς ὑμῖν τὰ πνευματικὰ ἐσπείραμεν, μέγα εἰ ἡμεῖς ὑμῶν τὰ σαρκικὰ θερίσομεν; | ||
| 12 | εἰ ἀλλοι τῆς ὑμῶν ἐξουσίας μετέχουσιν, οὐ μᾶλλον ἡμεῖς; Ἀλλ' οὐκ ἐχρησάμεθα τῇ ἐξουσίᾳ ταύτῃ, ἀλλὰ πάντα στέγομεν ἵνα μή τινα ἐγκοπὴν δῶμεν τῷ εὐαγγελίῳ τοῦ Χριστοῦ. | ||
| 13 | οὐκ οἰδατε ὅτι οἱ τὰ ἱερὰ ἐργαζόμενοι ἐκ τοῦ ἱεροῦ ἐσθίουσιν, οἱ τῷ θυσιαστηρίῳ παρεδρεύοντες τῷ θυσιαστηρίῳ συμμερίζονταὶ; | ||
| 14 | οὑτως καὶ ὁ κύριος διέταξεν τοῖς τὸ εὐαγγέλιον καταγγέλλουσιν ἐκ τοῦ εὐαγγελίου ζῆν. | ||
| 15 | ἐγὼ δὲ οὐ κέχρημαι οὐδενὶ τούτων. οὐκ ἐγραψα δὲ ταῦτα ἵνα οὑτως γένηται ἐν ἐμοί, καλὸν γάρ μοι μᾶλλον ἀποθανεῖν ἠ - τὸ καύχημά μου οὐδεὶς κενώσει. | ||
| 16 | ἐὰν γὰρ εὐαγγελίζωμαι, οὐκ ἐστιν μοι καύχημα· ἀνάγκη γάρ μοι ἐπίκειται· οὐαὶ γάρ μοί ἐστιν ἐὰν μὴ εὐαγγελίσωμαι. | ||
| 17 | εἰ γὰρ ἑκὼν τοῦτο πράσσω, μισθὸν ἐχω· εἰ δὲ ἀκων, οἰκονομίαν πεπίστευμαι. | ||
| 18 | τίς οὖν μού ἐστιν ὁ μισθός; ἵνα εὐαγγελιζόμενος ἀδάπανον θήσω τὸ εὐαγγέλιον, εἰς τὸ μὴ καταχρήσασθαι τῇ ἐξουσίᾳ μου ἐν τῷ εὐαγγελίῳ. | ||
| 19 | Ἐλεύθερος γὰρ ὢν ἐκ πάντων πᾶσιν ἐμαυτὸν ἐδούλωσα, ἵνα τοὺς πλείονας κερδήσω· | ||
| 20 | καὶ ἐγενόμην τοῖς Ἰουδαίοις ὡς Ἰουδαῖος, ἵνα Ἰουδαίους κερδήσω· τοῖς ὑπὸ νόμον ὡς ὑπὸ νόμον, μὴ ὢν αὐτὸς ὑπὸ νόμον, ἵνα τοὺς ὑπὸ νόμον κερδήσω· | ||
| 21 | τοῖς ἀνόμοις ὡς ἀνομος, μὴ ὢν ἀνομος θεοῦ ἀλλ' ἐννομος Χριστοῦ, ἵνα κερδάνω τοὺς ἀνόμους· | ||
| 22 | ἐγενόμην τοῖς ἀσθενέσιν ἀσθενής, ἵνα τοὺς ἀσθενεῖς κερδήσω· τοῖς πᾶσιν γέγονα πάντα, ἵνα πάντως τινὰς σώσω. | ||
| 23 | πάντα δὲ ποιῶ διὰ τὸ εὐαγγέλιον, ἵνα συγκοινωνὸς αὐτοῦ γένωμαι. | ||
| 24 | Οὐκ οἰδατε ὅτι οἱ ἐν σταδίῳ τρέχοντες πάντες μὲν τρέχουσιν, εἷς δὲ λαμβάνει τὸ βραβεῖον; οὑτως τρέχετε ἵνα καταλάβητε. | ||
| 25 | πᾶς δὲ ὁ ἀγωνιζόμενος πάντα ἐγκρατεύεται, ἐκεῖνοι μὲν οὖν ἵνα φθαρτὸν στέφανον λάβωσιν, ἡμεῖς δὲ ἀφθαρτον. | ||
| 26 | ἐγὼ τοίνυν οὑτως τρέχω ὡς οὐκ ἀδήλως, οὑτως πυκτεύω ὡς οὐκ ἀέρα δέρων· | ||
| 27 | ἀλλὰ ὑπωπιάζω μου τὸ σῶμα καὶ δουλαγωγῶ, μή πως ἀλλοις κηρύξας αὐτὸς ἀδόκιμος γένωμαι. | ||
| << | ΚΟΡα:9 | | |||
|---|---|---|---|