|
| 8 | ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α |
|
| 1 |
Περὶ δὲ τῶν εἰδωλοθύτων, οἰδαμεν ὅτι πάντες γνῶσιν ἐχομεν. ἡ γνῶσις φυσιοῖ, ἡ δὲ ἀγάπη οἰκοδομεῖ. | Food Offered to Idols 1Cor.8.1-13 |
| 2 |
εἰ τις δοκεῖ ἐγνωκέναι τι, οὐπω ἐγνω καθὼς δεῖ γνῶναι· | |
| 3 |
εἰ δέ τις ἀγαπᾷ τὸν θεόν, οὗτος ἐγνωσται ὑπ' αὐτοῦ. | |
| 4 |
Περὶ τῆς βρώσεως οὖν τῶν εἰδωλοθύτων οἰδαμεν ὅτι οὐδὲν εἰδωλον ἐν κόσμῳ, καὶ ὅτι οὐδεὶς θεὸς εἰ μὴ εἷς. | |
| 5 |
καὶ γὰρ εἰπερ εἰσὶν λεγόμενοι θεοὶ εἰτε ἐν οὐρανῷ εἰτε ἐπὶ γῆς, ὡσπερ εἰσὶν θεοὶ πολλοὶ καὶ κύριοι πολλοί, | |
| 6 |
ἀλλ' ἡμῖν εἷς θεὸς ὁ πατήρ, ἐξ οὗ τὰ πάντα καὶ ἡμεῖς εἰς αὐτόν, καὶ εἷς κύριος Ἰησοῦς Χριστός, δῖ οὗ τὰ πάντα καὶ ἡμεῖς δῖ αὐτοῦ. | |
| 7 |
Ἀλλ' οὐκ ἐν πᾶσιν ἡ γνῶσις· τινὲς δὲ τῇ συνηθείᾳ ἑως ἀρτι τοῦ εἰδώλου ὡς εἰδωλόθυτον ἐσθίουσιν, καὶ ἡ συνείδησις αὐτῶν ἀσθενὴς οὖσα μολύνεται. | |
| 8 |
βρῶμα δὲ ἡμᾶς οὐ παραστήσει τῷ θεῷ· οὐτε ἐὰν μὴ φάγωμεν ὑστερούμεθα, οὐτε ἐὰν φάγωμεν περισσεύομεν. | |
| 9 |
βλέπετε δὲ μή πως ἡ ἐξουσία ὑμῶν αὑτη πρόσκομμα γένηται τοῖς ἀσθενέσιν. | |
| 10 |
ἐὰν γάρ τις ἰδῃ σὲ τὸν ἐχοντα γνῶσιν ἐν εἰδωλείῳ κατακείμενον, οὐχὶ ἡ συνείδησις αὐτοῦ ἀσθενοῦς ὀντος οἰκοδομηθήσεται εἰς τὸ τὰ εἰδωλόθυτα ἐσθίειν; | |
| 11 |
ἀπόλλυται γὰρ ὁ ἀσθενῶν ἐν τῇ σῇ γνώσει, ὁ ἀδελφὸς δῖ ὃν Χριστὸς ἀπέθανεν. | |
| 12 |
οὑτως δὲ ἀμαρτάνοντες εἰς τοὺς ἀδελφοὺς καὶ τύπτοντες αὐτῶν τὴν συνείδησιν ἀσθενοῦσαν εἰς Χριστὸν ἀμαρτάνετε. | |
| 13 |
διόπερ εἰ βρῶμα σκανδαλίζει τὸν ἀδελφόν μου, οὐ μὴ φάγω κρέα εἰς τὸν αἰῶνα, ἵνα μὴ τὸν ἀδελφόν μου σκανδαλίσω. | |
| |
|
<< | ΚΟΡα:8 | >> |
|