1Περὶ δὲ τῶν εἰδωλοθύτων, οἰδαμεν ὅτι πάντες γνῶσιν ἐχομεν. ἡ γνῶσις φυσιοῖ, ἡ δὲ ἀγάπη οἰκοδομεῖ. 2εἰ τις δοκεῖ ἐγνωκέναι τι, οὐπω ἐγνω καθὼς δεῖ γνῶναι· 3εἰ δέ τις ἀγαπᾷ τὸν θεόν, οὗτος ἐγνωσται ὑπ' αὐτοῦ.
4Περὶ τῆς βρώσεως οὖν τῶν εἰδωλοθύτων οἰδαμεν ὅτι οὐδὲν εἰδωλον ἐν κόσμῳ, καὶ ὅτι οὐδεὶς θεὸς εἰ μὴ εἷς. 5καὶ γὰρ εἰπερ εἰσὶν λεγόμενοι θεοὶ εἰτε ἐν οὐρανῷ εἰτε ἐπὶ γῆς, ὡσπερ εἰσὶν θεοὶ πολλοὶ καὶ κύριοι πολλοί, 6ἀλλ' ἡμῖν εἷς θεὸς ὁ πατήρ, ἐξ οὗ τὰ πάντα καὶ ἡμεῖς εἰς αὐτόν, καὶ εἷς κύριος Ἰησοῦς Χριστός, δῖ οὗ τὰ πάντα καὶ ἡμεῖς δῖ αὐτοῦ.
7Ἀλλ' οὐκ ἐν πᾶσιν ἡ γνῶσις· τινὲς δὲ τῇ συνηθείᾳ ἑως ἀρτι τοῦ εἰδώλου ὡς εἰδωλόθυτον ἐσθίουσιν, καὶ ἡ συνείδησις αὐτῶν ἀσθενὴς οὖσα μολύνεται. 8βρῶμα δὲ ἡμᾶς οὐ παραστήσει τῷ θεῷ· οὐτε ἐὰν μὴ φάγωμεν ὑστερούμεθα, οὐτε ἐὰν φάγωμεν περισσεύομεν. 9βλέπετε δὲ μή πως ἡ ἐξουσία ὑμῶν αὑτη πρόσκομμα γένηται τοῖς ἀσθενέσιν. 10ἐὰν γάρ τις ἰδῃ σὲ τὸν ἐχοντα γνῶσιν ἐν εἰδωλείῳ κατακείμενον, οὐχὶ ἡ συνείδησις αὐτοῦ ἀσθενοῦς ὀντος οἰκοδομηθήσεται εἰς τὸ τὰ εἰδωλόθυτα ἐσθίειν; 11ἀπόλλυται γὰρ ὁ ἀσθενῶν ἐν τῇ σῇ γνώσει, ὁ ἀδελφὸς δῖ ὃν Χριστὸς ἀπέθανεν. 12οὑτως δὲ ἀμαρτάνοντες εἰς τοὺς ἀδελφοὺς καὶ τύπτοντες αὐτῶν τὴν συνείδησιν ἀσθενοῦσαν εἰς Χριστὸν ἀμαρτάνετε. 13διόπερ εἰ βρῶμα σκανδαλίζει τὸν ἀδελφόν μου, οὐ μὴ φάγω κρέα εἰς τὸν αἰῶνα, ἵνα μὴ τὸν ἀδελφόν μου σκανδαλίσω.
<< | ΚΟΡα:8 | >> |
---|