14 | ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α | ||
1 | Διώκετε τὴν ἀγάπην, ζηλοῦτε δὲ τὰ πνευματικά, μᾶλλον δὲ ἵνα προφητεύητε. | Tongues and Prophecy 1Cor.14.1-25 | |
2 | ὁ γὰρ λαλῶν γλώσσῃ οὐκ ἀνθρώποις λαλεῖ ἀλλὰ θεῷ, οὐδεὶς γὰρ ἀκούει, πνεύματι δὲ λαλεῖ μυστήρια· | ||
3 | ὁ δὲ προφητεύων ἀνθρώποις λαλεῖ οἰκοδομὴν καὶ παράκλησιν καὶ παραμυθίαν. | ||
4 | ὁ λαλῶν γλώσσῃ ἑαυτὸν οἰκοδομεῖ· ὁ δὲ προφητεύων ἐκκλησίαν οἰκοδομεῖ. | ||
5 | θέλω δὲ πάντας ὑμᾶς λαλεῖν γλώσσαις, μᾶλλον δὲ ἵνα προφητεύητε· μείζων δὲ ὁ προφητεύων ἢ ὁ λαλῶν γλώσσαις, ἐκτὸς εἰ μὴ διερμηνεύῃ, ἵνα ἡ ἐκκλησία οἰκοδομὴν λάβῃ. | ||
6 | Νῦν δέ, ἀδελφοί, ἐὰν ἐλθω πρὸς ὑμᾶς γλώσσαις λαλῶν, τί ὑμᾶς ὠφελήσω, ἐὰν μὴ ὑμῖν λαλήσω ἢ ἐν ἀποκαλύψει ἢ ἐν γνώσει ἢ ἐν προφητείᾳ ἢ | διδαχῇ;||
7 | ὁμως τὰ ἀψυχα φωνὴν διδόντα, εἰτε αὐλὸς εἰτε κιθάρα, ἐὰν διαστολὴν τοῖς φθόγγοις μὴ δῷ, πῶς γνωσθήσεται τὸ αὐλούμενον ἢ τὸ κιθαριζόμενον; | ||
8 | καὶ γὰρ ἐὰν ἀδηλον σάλπιγξ φωνὴν δῷ, τίς παρασκευάσεται εἰς πόλεμον; | ||
9 | οὑτως καὶ ὑμεῖς διὰ τῆς γλώσσης ἐὰν μὴ εὐσημον λόγον δῶτε, πῶς γνωσθήσεται τὸ λαλούμενον; ἐσεσθε γὰρ εἰς ἀέρα λαλοῦντες. | ||
10 | τοσαῦτα εἰ τύχοι γένη φωνῶν εἰσιν ἐν κόσμῳ, καὶ οὐδὲν ἀφωνον· | ||
11 | ἐὰν οὖν μὴ εἰδῶ τὴν δύναμιν τῆς φωνῆς, ἐσομαι τῷ λαλοῦντι βάρβαρος καὶ ὁ λαλῶν ἐν ἐμοὶ βάρβαρος. | ||
12 | οὑτως καὶ ὑμεῖς, ἐπεὶ ζηλωταί ἐστε πνευμάτων, πρὸς τὴν οἰκοδομὴν τῆς ἐκκλησίας ζητεῖτε ἵνα περισσεύητε. | ||
13 | διὸ ὁ λαλῶν γλώσσῃ προσευχέσθω ἵνα διερμηνεύῃ. | ||
14 | ἐὰν | προσεύχωμαι γλώσσῃ, τὸ πνεῦμά μου προσεύχεται, ὁ δὲ νοῦς μου ἀκαρπός ἐστιν.||
15 | τί οὖν ἐστιν; προσεύξομαι τῷ πνεύματι, προσεύξομαι δὲ καὶ τῷ νοΐ· ψαλῶ τῷ πνεύματι, ψαλῶ δὲ καὶ τῷ νοΐ. | ||
16 | ἐπεὶ ἐὰν εὐλογῇς ἐν πνεύματι, ὁ ἀναπληρῶν τὸν τόπον τοῦ ἰδιώτου πῶς ἐρεῖ τὸ Ἀμήν ἐπὶ τῇ σῇ εὐχαριστίᾳ, ἐπειδὴ τί λέγεις οὐκ οἶδεν; | ||
17 | σὺ μὲν γὰρ καλῶς εὐχαριστεῖς, ἀλλ' ὁ ἑτερος οὐκ οἰκοδομεῖται. | ||
18 | εὐχαριστῶ τῷ θεῷ, πάντων ὑμῶν μᾶλλον γλώσσαις λαλῶ· | ||
19 | ἀλλὰ ἐν ἐκκλησίᾳ θέλω πέντε λόγους τῷ νοΐ μου λαλῆσαι, ἵνα καὶ ἀλλους κατηχήσω, ἢ μυρίους λόγους ἐν γλώσσῃ. | ||
20 | Ἀδελφοί, μὴ παιδία γίνεσθε ταῖς φρεσίν, ἀλλὰ τῇ κακίᾳ νηπιάζετε, ταῖς δὲ φρεσὶν τέλειοι γίνεσθε. | ||
21 | ἐν τῷ νόμῳ γέγραπται ὅτι καὶ ἐν χείλεσιν ἑτέρων λαλήσω τῷ λαῷ τούτῳ, καὶ οὐδ' οὕτως εἰσακούσονταί μου, | - By men of strange tongues 1Cor.14.21 - Is.28.11-12, Dt.28.49 | |
22 | ὡστε αἱ γλῶσσαι εἰς σημεῖόν εἰσιν οὐ τοῖς πιστεύουσιν ἀλλὰ τοῖς ἀπίστοις, ἡ δὲ προφητεία οὐ τοῖς ἀπίστοις ἀλλὰ τοῖς πιστεύουσιν. | ||
23 | Ἐὰν οὖν συνέλθῃ ἡ ἐκκλησία ὁλη ἐπὶ τὸ αὐτὸ καὶ πάντες λαλῶσιν γλώσσαις, εἰσέλθωσιν δὲ ἰδιῶται ἢ ἀπιστοι, οὐκ ἐροῦσιν ὅτι μαίνεσθὲ; | ||
24 | ἐὰν δὲ πάντες προφητεύωσιν, εἰσέλθῃ δέ τις ἀπιστος ἢ ἰδιώτης, ἐλέγχεται ὑπὸ πάντων, ἀνακρίνεται ὑπὸ πάντων, | ||
25 | τὰ κρυπτὰ τῆς καρδίας αὐτοῦ φανερὰ γίνεται, καὶ οὑτως πεσὼν ἐπὶ πρόσωπον προσκυνήσει τῷ θεῷ, ἀπαγγέλλων ὅτι Ὄντως ὁ θεὸς ἐν ὑμῖν ἐστιν. | ||
26 | Τί οὖν ἐστιν, ἀδελφοί; ὁταν συνέρχησθε, ἑκαστος ψαλμὸν ἐχει, διδαχὴν ἐχει, ἀποκάλυψιν ἐχει, γλῶσσαν ἐχει, ἑρμηνείαν ἐχει· πάντα πρὸς οἰκοδομὴν γινέσθω. | All Things to be Done in Order 1Cor.14.26-40 | |
27 | εἰτε γλώσσῃ τις λαλεῖ, κατὰ δύο ἢ τὸ πλεῖστον τρεῖς, καὶ ἀνὰ μέρος, καὶ εἷς διερμηνευέτω· | ||
28 | ἐὰν δὲ μὴ ᾖ διερμηνευτής, σιγάτω ἐν ἐκκλησίᾳ, ἑαυτῷ δὲ λαλείτω καὶ τῷ θεῷ. | ||
29 | προφῆται δὲ δύο ἢ τρεῖς λαλείτωσαν, καὶ οἱ ἀλλοι διακρινέτωσαν· | ||
30 | ἐὰν δὲ ἀλλῳ ἀποκαλυφθῇ καθημένῳ, ὁ πρῶτος σιγάτω. | ||
31 | δύνασθε γὰρ καθ' ἑνα πάντες προφητεύειν, ἵνα πάντες μανθάνωσιν καὶ πάντες παρακαλῶνται, | ||
32 | καὶ πνεύματα προφητῶν προφήταις ὑποτάσσεται· | ||
33 | οὐ γάρ ἐστιν ἀκαταστασίας ὁ θεὸς ἀλλὰ εἰρήνης. Ὡς ἐν πάσαις ταῖς ἐκκλησίαις τῶν ἀγίων, | ||
34 | αἱ γυναῖκες ἐν ταῖς ἐκκλησίαις σιγάτωσαν, οὐ γὰρ ἐπιτρέπεται αὐταῖς λαλεῖν· ἀλλὰ ὑποτασσέσθωσαν, καθὼς καὶ ὁ νόμος λέγει. | ||
35 | εἰ δέ τι μαθεῖν θέλουσιν, ἐν οἰκῳ τοὺς ἰδίους ἀνδρας ἐπερωτάτωσαν, αἰσχρὸν γάρ ἐστιν γυναικὶ λαλεῖν ἐν ἐκκλησίᾳ. | ||
36 | ἢ ἀφ' ὑμῶν ὁ λόγος τοῦ θεοῦ ἐξῆλθεν, ἢ εἰς ὑμᾶς μόνους κατήντησεν; | ||
37 | Εἰ τις δοκεῖ προφήτης εἶναι ἢ πνευματικός, ἐπιγινωσκέτω ἂ γράφω ὑμῖν ὅτι κυρίου ἐστὶν ἐντολή· | ||
38 | εἰ δέ τις ἀγνοεῖ, ἀγνοεῖται. | ||
39 | ὡστε, ἀδελφοί | , ζηλοῦτε τὸ προφητεύειν, καὶ τὸ λαλεῖν μὴ κωλύετε γλώσσαις·||
40 | πάντα δὲ εὐσχημόνως καὶ κατὰ τάξιν γινέσθω. | ||
<< | ΚΟΡα:14 | >> |
---|