katapi New Study Bible - select-a-version
katapi HOME DB1 << >>
New Testament in Greek (UBS.Ed.26) - NEW TESTAMENT | about ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α | GNT: contents | | by passage | search---> | in flowing text | select- | 2 | -versions | notes

13 ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α

1 Ἐὰν ταῖς γλώσσαις τῶν ἀνθρώπων λαλῶ καὶ τῶν ἀγγέλων,
ἀγάπην δὲ μὴ ἐχω,
γέγονα χαλκὸς ἠχῶν ἢ κύμβαλον ἀλαλάζον.

 
2 καὶ ἐὰν ἐχω προφητείαν
καὶ εἰδῶ τὰ μυστήρια πάντα
καὶ πᾶσαν τὴν γνῶσιν,
καὶ ἐὰν ἐχω πᾶσαν τὴν πίστιν
ὡστε ὀρη μεθιστάναι,
ἀγάπην δὲ μὴ ἐχω,
οὐθέν εἰμι.

 
3 κἂν ψωμίσω πάντα τὰ ὑπάρχοντά μου,
καὶ ἐὰν παραδῶ τὸ σῶμά μου ἵνα καυχήσωμαι,
ἀγάπην δὲ μὴ ἐχω,
οὐδὲν ὠφελοῦμαι.

 
4 Ἡ ἀγάπη μακροθυμεῖ, χρηστεύεται ἡ ἀγάπη,
οὐ ζηλοῖ, ἡ ἀγάπη οὐ περπερεύεται, οὐ φυσιοῦται,
 
5 οὐκ ἀσχημονεῖ,
οὐ ζητεῖ τὰ ἑαυτῆς,
οὐ παροξύνεται,
οὐ λογίζεται τὸ κακόν,
 
6 οὐ χαίρει ἐπὶ τῇ ἀδικίᾳ,
συγχαίρει δὲ τῇ ἀληθείᾳ·
 
7 πάντα στέγει,
πάντα πιστεύει,
πάντα ἐλπίζει,
πάντα ὑπομένει.
 
8 Ἡ ἀγάπη οὐδέποτε πίπτει.
εἰτε δὲ προφητεῖαι, καταργηθήσονται·
εἰτε γλῶσσαι, παύσονται·
εἰτε γνῶσις, καταργηθήσεται.
 
9 ἐκ μέρους γὰρ γινώσκομεν
καὶ ἐκ μέρους προφητεύομεν·
 
10 ὁταν δὲ ἐλθῃ τὸ τέλειον,
τὸ ἐκ μέρους καταργηθήσεται.
 
11 ὅτε ἠμην νήπιος,
ἐλάλουν ὡς νήπιος,
ἐφρόνουν ὡς νήπιος,
ἐλογιζόμην ὡς νήπιος·
ὅτε γέγονα ἀνήρ,
κατήργηκα τὰ τοῦ νηπίου.

 
12 βλέπομεν γὰρ ἀρτι δῖ ἐσόπτρου ἐν αἰνίγματι,
τότε δὲ πρόσωπον πρὸς πρόσωπον·
ἀρτι γινώσκω ἐκ μέρους,
τότε δὲ ἐπιγνώσομαι
καθὼς καὶ ἐπεγνώσθην.
 
13 νυνὶ δὲ μένει πίστις, ἐλπίς, ἀγάπη,
τὰ τρία ταῦτα·
μείζων δὲ τούτων ἡ ἀγάπη.

 
    << | ΚΟΡα:13 | >>  

Notes: This webpage enables you to select-a-version from the Bible versions held on the katapi bible database.

The katapi New Study Bible reference section displays links to parallel passages, and to direct quotations by New Testament authors to Old Testament passages. Quotations of OT passages by NT authors can in most cases be viewed within their context of the OT passage as a whole, with the quoted text displayed, against a subdued background. Any mismatches, truncated verses, other mistakes ?
Please e-mail me. © This page: Paul Ingram 2012.