1γίνεσθε οὖν μιμηταὶ τοῦ θεοῦ, ὡς τέκνα ἀγαπητά, 2καὶ περιπατεῖτε ἐν ἀγάπῃ, καθὼς καὶ ὁ Χριστὸς ἠγάπησεν ἡμᾶς καὶ παρέδωκεν ἑαυτὸν ὑπὲρ ἡμῶν προσφορὰν καὶ θυσίαν τῷ θεῷ εἰς ὀσμὴν εὐωδίας. 3πορνεία δὲ καὶ ἀκαθαρσία πᾶσα ἢ πλεονεξία μηδὲ ὀνομαζέσθω ἐν ὑμῖν, καθὼς πρέπει ἀγίοις, 4καὶ αἰσχρότης καὶ μωρολογία ἢ εὐτραπελία, ἂ οὐκ ἀνῆκεν, ἀλλὰ μᾶλλον εὐχαριστία. 5τοῦτο γὰρ ἰστε γινώσκοντες ὅτι πᾶς πόρνος ἢ ἀκάθαρτος ἢ πλεονέκτης, ὁ ἐστιν εἰδωλολάτρης, οὐκ ἐχει κληρονομίαν ἐν τῇ βασιλείᾳ τοῦ Χριστοῦ καὶ θεοῦ.
15Βλέπετε οὖν ἀκριβῶς πῶς περιπατεῖτε, μὴ ὡς ἀσοφοι ἀλλ' ὡς σοφοί, 16ἐξαγοραζόμενοι τὸν καιρόν, ὅτι αἱ ἡμέραι πονηραί εἰσιν. 17διὰ τοῦτο μὴ γίνεσθε ἀφρονες, ἀλλὰ συνίετε τί τὸ θέλημα τοῦ κυρίου. 18καὶ μὴ μεθύσκεσθε οἰνῳ, ἐν ᾧ ἐστιν ἀσωτία, ἀλλὰ πληροῦσθε ἐν πνεύματι, 19λαλοῦντες ἑαυτοῖς ψαλμοῖς καὶ ὑμνοις καὶ ᾠδαῖς πνευματικαῖς, ᾀδοντες καὶ ψάλλοντες τῇ καρδίᾳ ὑμῶν τῷ κυρίῳ, 20εὐχαριστοῦντες πάντοτε ὑπὲρ πάντων ἐν ὀνόματι τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ τῷ θεῷ καὶ πατρί, 21ὑποτασσόμενοι ἀλλήλοις ἐν φόβῳ Χριστοῦ.
22Αἱ γυναῖκες τοῖς ἰδίοις ἀνδράσιν ὡς τῷ κυρίῳ, 23ὁτι ἀνήρ ἐστιν κεφαλὴ τῆς γυναικὸς ὡς καὶ ὁ Χριστὸς κεφαλὴ τῆς ἐκκλησίας, αὐτὸς σωτὴρ τοῦ σώματος. 24ἀλλὰ ὡς ἡ ἐκκλησία ὑποτάσσεται τῷ Χριστῷ, οὑτως καὶ αἱ γυναῖκες τοῖς ἀνδράσιν ἐν παντί. 25Οἱ ἀνδρες, ἀγαπᾶτε τὰς γυναῖκας, καθὼς καὶ ὁ Χριστὸς ἠγάπησεν τὴν ἐκκλησίαν καὶ ἑαυτὸν παρέδωκεν ὑπὲρ αὐτῆς, 26ἵνα αὐτὴν ἀγιάσῃ καθαρίσας τῷ λουτρῷ τοῦ ὑδατος ἐν ῥήματι, 27ἵνα παραστήσῃ αὐτὸς ἑαυτῷ ἐνδοξον τὴν ἐκκλησίαν, μὴ ἐχουσαν σπίλον ἢ ῥυτίδα ἠ τι τῶν τοιούτων, ἀλλ' ἵνα ᾖ ἀγία καὶ ἀμωμος. 28οὑτως ὀφείλουσιν οἱ ἀνδρες ἀγαπᾶν τὰς ἑαυτῶν γυναῖκας ὡς τὰ ἑαυτῶν σώματα. ὁ ἀγαπῶν τὴν ἑαυτοῦ γυναῖκα ἑαυτὸν ἀγαπᾷ, 29οὐδεὶς γάρ ποτε τὴν ἑαυτοῦ σάρκα ἐμίσησεν, ἀλλὰ ἐκτρέφει καὶ θάλπει αὐτήν, καθὼς καὶ ὁ Χριστὸς τὴν ἐκκλησίαν, 30ὁτι μέλη ἐσμὲν τοῦ σώματος αὐτοῦ. 31 [ Gn.2.24. ] ἀντὶ τούτου καταλείψει ἄνθρωπος πατέρα καὶ μητέρα καὶ προσκολληθήσεται πρὸς τὴν γυναῖκα αὐτοῦ, καὶ ἔσονται οἱ δύο εἰς σάρκα μίαν. 32τὸ μυστήριον τοῦτο μέγα ἐστίν, ἐγὼ δὲ λέγω εἰς Χριστὸν καὶ εἰς τὴν ἐκκλησίαν. 33πλὴν καὶ ὑμεῖς οἱ καθ' ἑνα ἑκαστος τὴν ἑαυτοῦ γυναῖκα οὑτως ἀγαπάτω ὡς ἑαυτόν, ἡ δὲ γυνὴ ἵνα φοβῆται τὸν ἀνδρα.
| << | ΕΦ:5 | >> |
|---|