katapi New Study Bible - select-a-version
katapi HOME DB1 << >>
New Testament in Greek (UBS.Ed.26) - NEW TESTAMENT | about ΠΡΟΣ ΕΦΕΣΙΟΥΣ | GNT: contents | | by passage | search---> | in flowing text | select- | 2 | -versions | notes

5ΠΡΟΣ ΕΦΕΣΙΟΥΣ

1 γίνεσθε οὖν μιμηταὶ τοῦ θεοῦ, ὡς τέκνα ἀγαπητά,  
2 καὶ περιπατεῖτε ἐν ἀγάπῃ, καθὼς καὶ ὁ Χριστὸς ἠγάπησεν ἡμᾶς καὶ παρέδωκεν ἑαυτὸν ὑπὲρ ἡμῶν προσφορὰν καὶ θυσίαν τῷ θεῷ εἰς ὀσμὴν εὐωδίας.

 
3 πορνεία δὲ καὶ ἀκαθαρσία πᾶσα ἢ πλεονεξία μηδὲ ὀνομαζέσθω ἐν ὑμῖν, καθὼς πρέπει ἀγίοις,

 
4 καὶ αἰσχρότης καὶ μωρολογία ἢ εὐτραπελία, ἂ οὐκ ἀνῆκεν, ἀλλὰ μᾶλλον εὐχαριστία.  
5 τοῦτο γὰρ ἰστε γινώσκοντες ὅτι πᾶς πόρνος ἢ ἀκάθαρτος ἢ πλεονέκτης, ὁ ἐστιν εἰδωλολάτρης, οὐκ ἐχει κληρονομίαν ἐν τῇ βασιλείᾳ τοῦ Χριστοῦ καὶ θεοῦ.  
6 Μηδεὶς ὑμᾶς ἀπατάτω κενοῖς λόγοις, διὰ ταῦτα γὰρ ἐρχεται ἡ ὀργὴ τοῦ θεοῦ ἐπὶ τοὺς υἱοὺς τῆς ἀπειθείας.

Walk as Children of Light Eph.5.6-21
7 μὴ οὖν γίνεσθε συμμέτοχοι αὐτῶν·  
8 ἦτε γάρ ποτε σκότος, νῦν δὲ φῶς ἐν κυρίῳ· ὡς τέκνα φωτὸς περιπατεῖτε  
9 - ὁ γὰρ καρπὸς τοῦ φωτὸς ἐν πάσῃ ἀγαθωσύνῃ καὶ δικαιοσύνῃ καὶ ἀληθείᾳ -  
10 δοκιμάζοντες τί ἐστιν εὐάρεστον τῷ κυρίῳ·

 
11 καὶ μὴ συγκοινωνεῖτε τοῖς ἐργοις τοῖς ἀκάρποις τοῦ σκότους, μᾶλλον δὲ καὶ ἐλέγχετε,  
12 τὰ γὰρ κρυφῇ γινόμενα ὑπ' αὐτῶν αἰσχρόν ἐστιν καὶ λέγειν·  
13 τὰ δὲ πάντα ἐλεγχόμενα ὑπὸ τοῦ φωτὸς φανεροῦται,  
14 πᾶν γὰρ τὸ φανερούμενον φῶς ἐστιν. διὸ λέγει,
Ἔγειρε, ὁ καθεύδων,
καὶ ἀνάστα ἐκ τῶν νεκρῶν,
καὶ ἐπιφαύσει σοι ὁ Χριστός.

 
15 Βλέπετε οὖν ἀκριβῶς πῶς περιπατεῖτε, μὴ ὡς ἀσοφοι ἀλλ' ὡς σοφοί,

 
16 ἐξαγοραζόμενοι τὸν καιρόν, ὅτι αἱ ἡμέραι πονηραί εἰσιν.  
17 διὰ τοῦτο μὴ γίνεσθε ἀφρονες, ἀλλὰ συνίετε τί τὸ θέλημα τοῦ κυρίου.  
18 καὶ μὴ μεθύσκεσθε οἰνῳ, ἐν ᾧ ἐστιν ἀσωτία, ἀλλὰ πληροῦσθε ἐν πνεύματι,

 
19 λαλοῦντες ἑαυτοῖς ἐν ψαλμοῖς καὶ ὑμνοις καὶ ᾠδαῖς πνευματικαῖς, ᾀδοντες καὶ ψάλλοντες τῇ καρδίᾳ ὑμῶν τῷ κυρίῳ,

 
20 εὐχαριστοῦντες πάντοτε ὑπὲρ πάντων ἐν ὀνόματι τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ τῷ θεῷ καὶ πατρί,  
21 ὑποτασσόμενοι ἀλλήλοις ἐν φόβῳ Χριστοῦ.

 
22 Αἱ γυναῖκες τοῖς ἰδίοις ἀνδράσιν ὡς τῷ κυρίῳ,

Wives and Husbands Eph.5.22-33
23 ὁτι ἀνήρ ἐστιν κεφαλὴ τῆς γυναικὸς ὡς καὶ ὁ Χριστὸς κεφαλὴ τῆς ἐκκλησίας, αὐτὸς σωτὴρ τοῦ σώματος.  
24 ἀλλὰ ὡς ἡ ἐκκλησία ὑποτάσσεται τῷ Χριστῷ, οὑτως καὶ αἱ γυναῖκες τοῖς ἀνδράσιν ἐν παντί.  
25 Οἱ ἀνδρες, ἀγαπᾶτε τὰς γυναῖκας, καθὼς καὶ ὁ Χριστὸς ἠγάπησεν τὴν ἐκκλησίαν καὶ ἑαυτὸν παρέδωκεν ὑπὲρ αὐτῆς,

 
26 ἵνα αὐτὴν ἀγιάσῃ καθαρίσας τῷ λουτρῷ τοῦ ὑδατος ἐν ῥήματι,  
27 ἵνα παραστήσῃ αὐτὸς ἑαυτῷ ἐνδοξον τὴν ἐκκλησίαν, μὴ ἐχουσαν σπίλον ἢ ῥυτίδα ἠ τι τῶν τοιούτων, ἀλλ' ἵνα ᾖ ἀγία καὶ ἀμωμος.  
28 οὑτως ὀφείλουσιν καὶ οἱ ἀνδρες ἀγαπᾶν τὰς ἑαυτῶν γυναῖκας ὡς τὰ ἑαυτῶν σώματα. ὁ ἀγαπῶν τὴν ἑαυτοῦ γυναῖκα ἑαυτὸν ἀγαπᾷ,  
29 οὐδεὶς γάρ ποτε τὴν ἑαυτοῦ σάρκα ἐμίσησεν, ἀλλὰ ἐκτρέφει καὶ θάλπει αὐτήν, καθὼς καὶ ὁ Χριστὸς τὴν ἐκκλησίαν,  
30 ὁτι μέλη ἐσμὲν τοῦ σώματος αὐτοῦ.  
31 ἀντὶ τούτου καταλείψει ἄνθρωπος τὸν πατέρα καὶ τὴν μητέρα καὶ προσκολληθήσεται πρὸς τὴν γυναῖκα αὐτοῦ, καὶ ἔσονται οἱ δύο εἰς σάρκα μίαν.

- a man shall leave his father and mother Eph.5.31 - Gn.2.24
32 τὸ μυστήριον τοῦτο μέγα ἐστίν, ἐγὼ δὲ λέγω εἰς Χριστὸν καὶ εἰς τὴν ἐκκλησίαν.  
33 πλὴν καὶ ὑμεῖς οἱ καθ' ἑνα ἑκαστος τὴν ἑαυτοῦ γυναῖκα οὑτως ἀγαπάτω ὡς ἑαυτόν, ἡ δὲ γυνὴ ἵνα φοβῆται τὸν ἀνδρα.  
    << | ΕΦ:5 | >>  

Notes: This webpage enables you to select-a-version from the Bible versions held on the katapi bible database.

The katapi New Study Bible reference section displays links to parallel passages, and to direct quotations by New Testament authors to Old Testament passages. Quotations of OT passages by NT authors can in most cases be viewed within their context of the OT passage as a whole, with the quoted text displayed, against a subdued background. Any mismatches, truncated verses, other mistakes ?
Please e-mail me. © This page: Paul Ingram 2012.