|
| 4 | ΠΡΟΣ ΤΙΜΟΘΕΟΝ Α |
|
| 1 |
Τὸ δὲ πνεῦμα ῥητῶς λέγει ὅτι ἐν ὑστέροις καιροῖς ἀποστήσονταί τινες τῆς πίστεως, προσέχοντες πνεύμασιν πλάνοις καὶ διδασκαλίαις δαιμονίων, | Prediction of Apostasy 1Tm.4.1-5 |
| 2 |
ἐν ὑποκρίσει ψευδολόγων, κεκαυστηριασμένων τὴν ἰδίαν συνείδησιν, | |
| 3 |
κωλυόντων γαμεῖν, ἀπέχεσθαι βρωμάτων ἂ ὁ θεὸς ἐκτισεν εἰς μετάλημψιν μετὰ εὐχαριστίας τοῖς πιστοῖς καὶ ἐπεγνωκόσι τὴν ἀλήθειαν. | |
| 4 |
ὁτι πᾶν κτίσμα θεοῦ καλόν, καὶ οὐδὲν ἀπόβλητον μετὰ εὐχαριστίας λαμβανόμενον, | |
| 5 |
ἀγιάζεται γὰρ διὰ λόγου θεοῦ καὶ ἐντεύξεως. | |
| 6 |
Ταῦτα ὑποτιθέμενος τοῖς ἀδελφοῖς καλὸς ἐσῃ διάκονος Χριστοῦ Ἰησοῦ, ἐντρεφόμενος τοῖς λόγοις τῆς πίστεως καὶ τῆς καλῆς διδασκαλίας ᾗ παρηκολούθηκας· | A Good Minister of Jesus Christ 1Tm.4.6-16 |
| 7 |
τοὺς δὲ βεβήλους καὶ γραώδεις μύθους παραιτοῦ. γύμναζε δὲ σεαυτὸν πρὸς εὐσέβειαν· | |
| 8 |
ἡ γὰρ σωματικὴ γυμνασία πρὸς ὀλίγον ἐστὶν ὠφέλιμος, ἡ δὲ εὐσέβεια πρὸς πάντα ὠφέλιμός ἐστιν, ἐπαγγελίαν ἐχουσα ζωῆς τῆς νῦν καὶ τῆς μελλούσης. | |
| 9 |
πιστὸς ὁ λόγος καὶ πάσης ἀποδοχῆς ἄξιος· | |
| 10 |
εἰς τοῦτο γὰρ κοπιῶμεν καὶ ἀγωνιζόμεθα, ὅτι ἠλπίκαμεν ἐπὶ θεῷ ζῶντι, ὁς ἐστιν σωτὴρ πάντων ἀνθρώπων, μάλιστα πιστῶν. | |
| 11 |
Παράγγελλε ταῦτα καὶ δίδασκε. | |
| 12 |
μηδείς σου τῆς νεότητος καταφρονείτω, ἀλλὰ τύπος γίνου τῶν πιστῶν ἐν λόγῳ, ἐν ἀναστροφῇ, ἐν ἀγάπῃ, ἐν πίστει, ἐν ἀγνείᾳ. | |
| 13 |
ἑως ἐρχομαι πρόσεχε τῇ ἀναγνώσει, τῇ παρακλήσει, τῇ διδασκαλίᾳ. | |
| 14 |
μὴ ἀμέλει τοῦ ἐν σοὶ χαρίσματος, ὃ ἐδόθη σοι διὰ προφητείας μετὰ ἐπιθέσεως τῶν χειρῶν τοῦ πρεσβυτερίου. | |
| 15 |
ταῦτα μελέτα, ἐν τούτοις ἰσθι, ἵνα σου ἡ προκοπὴ φανερὰ ᾖ πᾶσιν. | |
| 16 |
ἐπεχε σεαυτῷ καὶ τῇ διδασκαλίᾳ· ἐπίμενε αὐτοῖς· τοῦτο γὰρ ποιῶν καὶ σεαυτὸν σώσεις καὶ τοὺς ἀκούοντάς σου. | |
| |
|
<< | ΤΙΜα:4 | >> |
|