|
5 | ΠΡΟΣ ΤΙΜΟΘΕΟΝ Α |
|
1 |
Πρεσβυτέρῳ μὴ ἐπιπλήξῃς, ἀλλὰ παρακάλει ὡς πατέρα, νεωτέρους ὡς ἀδελφούς, | Duties toward Others 1Tm.5.1-6.2 |
2 |
πρεσβυτέρας ὡς μητέρας, νεωτέρας ὡς ἀδελφὰς ἐν πάσῃ ἀγνείᾳ. | |
3 |
Χήρας τίμα τὰς ὀντως χήρας. | |
4 |
εἰ δέ τις χήρα τέκνα ἢ ἐκγονα ἐχει, μανθανέτωσαν πρῶτον τὸν ἰδιον οἶκον εὐσεβεῖν καὶ ἀμοιβὰς ἀποδιδόναι τοῖς προγόνοις, τοῦτο γάρ ἐστιν ἀπόδεκτον ἐνώπιον τοῦ θεοῦ. | |
5 |
ἡ δὲ ὀντως χήρα καὶ μεμονωμένη ἠλπικεν ἐπὶ θεὸν καὶ προσμένει ταῖς δεήσεσιν καὶ ταῖς προσευχαῖς νυκτὸς καὶ ἡμέρας· | |
6 |
ἡ δὲ σπαταλῶσα ζῶσα τέθνηκεν. | |
7 |
καὶ ταῦτα παράγγελλε, ἵνα ἀνεπίλημπτοι ὦσιν. | |
8 |
εἰ δέ τις τῶν ἰδίων καὶ μάλιστα οἰκείων οὐ προνοεῖ, τὴν πίστιν ἠρνηται καὶ ἐστιν ἀπίστου χείρων. | |
9 |
Χήρα καταλεγέσθω μὴ ἐλαττον ἐτῶν ἑξήκοντα γεγονυῖα, ἑνὸς ἀνδρὸς γυνή, | |
10 |
ἐν ἐργοις καλοῖς μαρτυρουμένη, εἰ ἐτεκνοτρόφησεν, εἰ ἐξενοδόχησεν, εἰ ἀγίων πόδας ἐνιψεν, εἰ θλιβομένοις ἐπήρκεσεν, εἰ παντὶ ἐργῳ ἀγαθῷ ἐπηκολούθησεν. | |
11 |
νεωτέρας δὲ χήρας παραιτοῦ· ὁταν γὰρ καταστρηνιάσωσιν τοῦ Χριστοῦ, γαμεῖν θέλουσιν, | |
12 |
ἐχουσαι κρίμα ὅτι τὴν πρώτην πίστιν ἠθέτησαν· | |
13 |
ἀμα δὲ καὶ ἀργαὶ μανθάνουσιν, περιερχόμεναι τὰς οἰκίας, οὐ μόνον δὲ ἀργαὶ ἀλλὰ καὶ φλύαροι καὶ περίεργοι, λαλοῦσαι τὰ μὴ δέοντα. | |
14 |
βούλομαι οὖν νεωτέρας γαμεῖν, τεκνογονεῖν, οἰκοδεσποτεῖν, μηδεμίαν ἀφορμὴν διδόναι τῷ ἀντικειμένῳ λοιδορίας χάριν· | |
15 |
ἠδη γάρ τινες ἐξετράπησαν ὀπίσω τοῦ Σατανᾶ. | |
16 |
εἰ τις πιστὴ ἐχει χήρας, ἐπαρκείτω αὐταῖς, καὶ μὴ βαρείσθω ἡ ἐκκλησία, ἵνα ταῖς ὀντως χήραις ἐπαρκέσῃ. | |
17 |
Οἱ καλῶς προεστῶτες πρεσβύτεροι διπλῆς τιμῆς ἀξιούσθωσαν, μάλιστα οἱ κοπιῶντες ἐν λόγῳ καὶ διδασκαλίᾳ· | |
18 |
λέγει γὰρ ἡ γραφή, βοῦν ἀλοῶντα οὐ φιμώσεις· καί, Ἄξιος ὁ ἐργάτης τοῦ μισθοῦ αὐτοῦ. | - You shall not muzzle an ox 1Tm.5.18 - Dt.25.4 |
19 |
κατὰ πρεσβυτέρου κατηγορίαν μὴ παραδέχου, ἐκτὸς εἰ μὴ ἐπὶ δύο ἢ τριῶν μαρτύρων. | - on the evidence of two or three witnesses 1Tm.5.19 - Dt.17.6, Dt.19.15 |
20 |
τοὺς ἀμαρτάνοντας ἐνώπιον πάντων ἐλεγχε, ἵνα καὶ οἱ λοιποὶ φόβον ἐχωσιν. | |
21 |
Διαμαρτύρομαι ἐνώπιον τοῦ θεοῦ καὶ Χριστοῦ Ἰησοῦ καὶ τῶν ἐκλεκτῶν ἀγγέλων, ἵνα ταῦτα φυλάξῃς χωρὶς προκρίματος, μηδὲν ποιῶν κατὰ πρόσκλισιν. | |
22 |
χεῖρας ταχέως μηδενὶ ἐπιτίθει, μηδὲ κοινώνει ἀμαρτίαις ἀλλοτρίαις· σεαυτὸν ἀγνὸν τήρει. | |
23 |
Μηκέτι ὑδροπότει, ἀλλὰ οἰνῳ ὀλίγῳ χρῶ διὰ τὸν στόμαχον καὶ τὰς πυκνάς σου ἀσθενείας. | |
24 |
Τινῶν ἀνθρώπων αἱ ἀμαρτίαι πρόδηλοί εἰσιν, προάγουσαι εἰς κρίσιν, τισὶν δὲ καὶ ἐπακολουθοῦσιν· | |
25 |
ὡσαύτως καὶ τὰ ἐργα τὰ καλὰ πρόδηλα, καὶ τὰ ἀλλως ἐχοντα κρυβῆναι οὐ δύνανται. | |
|
|
<< | ΤΙΜα:5 | >> |
|