| 3 | ΠΡΟΣ ΤΙΜΟΘΕΟΝ Α | ||
| 1 | Πιστὸς ὁ λόγος· εἰ τις ἐπισκοπῆς ὀρέγεται, καλοῦ ἐργου ἐπιθυμεῖ. | Qualifications of Bishops 1Tm.3.1-7 | |
| 2 | δεῖ οὖν τὸν ἐπίσκοπον ἀνεπίλημπτον εἶναι, μιᾶς γυναικὸς ἀνδρα, νηφάλιον, σώφρονα, κόσμιον, φιλόξενον, διδακτικόν, | ||
| 3 | μὴ πάροινον, μὴ πλήκτην, ἀλλὰ ἐπιεικῆ, ἀμαχον, ἀφιλάργυρον, | ||
| 4 | τοῦ ἰδίου οἰκου καλῶς προϊστάμενον, τέκνα ἐχοντα ἐν ὑποταγῇ μετὰ πάσης σεμνότητος· | ||
| 5 | (εἰ δέ τις τοῦ ἰδίου οἰκου προστῆναι οὐκ οἶδεν, πῶς ἐκκλησίας θεοῦ ἐπιμελήσεταὶ;) | ||
| 6 | μὴ νεόφυτον, ἵνα μὴ τυφωθεὶς εἰς κρίμα ἐμπέσῃ τοῦ διαβόλου. | ||
| 7 | δεῖ δὲ καὶ μαρτυρίαν καλὴν ἐχειν ἀπὸ τῶν ἐξωθεν, ἵνα μὴ εἰς ὀνειδισμὸν ἐμπέσῃ καὶ παγίδα τοῦ διαβόλου. | ||
| 8 | Διακόνους ὡσαύτως σεμνούς, μὴ διλόγους, μὴ οἰνῳ πολλῷ προσέχοντας, μὴ αἰσχροκερδεῖς, | Qualifications of Deacons 1Tm.3.8-13 | |
| 9 | ἐχοντας τὸ μυστήριον τῆς πίστεως ἐν καθαρᾷ συνειδήσει. | ||
| 10 | καὶ οὗτοι δὲ δοκιμαζέσθωσαν πρῶτον, εἶτα διακονείτωσαν ἀνέγκλητοι ὄντες. | ||
| 11 | γυναῖκας ὡσαύτως σεμνάς, μὴ διαβόλους, νηφαλίους, πιστὰς ἐν πᾶσιν. | ||
| 12 | διάκονοι ἐστωσαν μιᾶς γυναικὸς ἀνδρες, τέκνων καλῶς προϊστάμενοι καὶ τῶν ἰδίων οἰκων· | ||
| 13 | οἱ γὰρ καλῶς διακονήσαντες βαθμὸν ἑαυτοῖς καλὸν περιποιοῦνται καὶ πολλὴν παρρησίαν ἐν πίστει τῇ ἐν Χριστῷ Ἰησοῦ. | ||
| 14 | Ταῦτά σοι γράφω, ἐλπίζων ἐλθεῖν πρὸς σὲ ἐν τάχει· | The Mystery of Our Religion 1Tm.3.14-16 | |
| 15 | ἐὰν δὲ βραδύνω, ἵνα εἰδῇς πῶς δεῖ ἐν οἰκῳ θεοῦ ἀναστρέφεσθαι, ἡτις ἐστὶν ἐκκλησία θεοῦ ζῶντος, στῦλος καὶ ἑδραίωμα τῆς ἀληθείας. | ||
| 16 | καὶ ὁμολογουμένως μέγα ἐστὶν τὸ τῆς εὐσεβείας μυστήριον· ἐδικαιώθη ἐν πνεύματι, ὠφθη ἀγγέλοις, ἐκηρύχθη ἐν ἐθνεσιν, ἐπιστεύθη ἐν κόσμῳ, ἀνελήμφθη ἐν δόξῃ. | ||
| << | ΤΙΜα:3 | >> | |||
|---|---|---|---|