katapi New Study Bible - select-a-version
katapi HOME DB1 <<
New Testament in Greek (UBS.Ed.26) - NEW TESTAMENT | about ΠΡΟΣ ΓΑΛΑΤΑΣ | GNT: contents | | by passage | search---> | in flowing text | select- | 2 | -versions | notes

6ΠΡΟΣ ΓΑΛΑΤΑΣ

1 Ἀδελφοί, ἐὰν καὶ προλημφθῇ ἄνθρωπος ἐν τινι παραπτώματι, ὑμεῖς οἱ πνευματικοὶ καταρτίζετε τὸν τοιοῦτον ἐν πνεύματι πραΰτητος, σκοπῶν σεαυτόν, μὴ καὶ σὺ πειρασθῇς.

Bear One Another's Burdens Ga.6.1-10
2 Ἀλλήλων τὰ βάρη βαστάζετε, καὶ οὑτως ἀναπληρώσετε τὸν νόμον τοῦ Χριστοῦ.  
3 εἰ γὰρ δοκεῖ τις εἶναί τι μηδὲν ὠν, φρεναπατᾷ ἑαυτόν·

 
4 τὸ δὲ ἐργον ἑαυτοῦ δοκιμαζέτω ἑκαστος, καὶ τότε εἰς ἑαυτὸν μόνον τὸ καύχημα ἑξει καὶ οὐκ εἰς τὸν ἑτερον·  
5 ἑκαστος γὰρ τὸ ἰδιον φορτίον βαστάσει.  
6 Κοινωνείτω δὲ ὁ κατηχούμενος τὸν λόγον τῷ κατηχοῦντι ἐν πᾶσιν ἀγαθοῖς.

 
7 Μὴ πλανᾶσθε, θεὸς οὐ μυκτηρίζεται· ὃ γὰρ ἐὰν σπείρῃ ἄνθρωπος, τοῦτο καὶ θερίσει·

 
8 ὁτι ὁ σπείρων εἰς τὴν σάρκα ἑαυτοῦ ἐκ τῆς σαρκὸς θερίσει φθοράν, ὁ δὲ σπείρων εἰς τὸ Πνεῦμα ἐκ τοῦ πνεύματος θερίσει ζωὴν αἰώνιον.  
9 τὸ δὲ καλὸν ποιοῦντες μὴ ἐγκακῶμεν, καιρῷ γὰρ ἰδίῳ θερίσομεν μὴ ἐκλυόμενοι.  
10 ἀρα οὖν ὡς καιρὸν ἐχομεν, ἐργαζώμεθα τὸ ἀγαθὸν πρὸς πάντας, μάλιστα δὲ πρὸς τοὺς οἰκείους τῆς πίστεως.  
11 Ἴδετε πηλίκοις ὑμῖν γράμμασιν ἐγραψα τῇ ἐμῇ χειρί.

Final Warning and Benediction Ga.6.11-18
12 ὁσοι θέλουσιν εὐπροσωπῆσαι ἐν σαρκί, οὗτοι ἀναγκάζουσιν ὑμᾶς περιτέμνεσθαι, μόνον ἵνα τῷ σταυρῷ τοῦ Χριστοῦ μὴ διώκωνται·  
13 οὐδὲ γὰρ οἱ περιτεμνόμενοι αὐτοὶ νόμον φυλάσσουσιν, ἀλλὰ θέλουσιν ὑμᾶς περιτέμνεσθαι ἵνα ἐν τῇ ὑμετέρᾳ σαρκὶ καυχήσωνται.  
14 ἐμοὶ δὲ μὴ γένοιτο καυχᾶσθαι εἰ μὴ ἐν τῷ σταυρῷ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, δῖ οὗ ἐμοὶ κόσμος ἐσταύρωται κἀγὼ κόσμῳ.

 
15 οὐτε γὰρ περιτομή τί ἐστιν οὐτε ἀκροβυστία, ἀλλὰ καινὴ κτίσις.  
16 καὶ ὁσοι τῷ κανόνι τούτῳ στοιχήσουσιν, εἰρήνη ἐπ' αὐτοὺς καὶ ἐλεος, καὶ ἐπὶ τὸν Ἰσραὴλ τοῦ θεοῦ.  
17 Τοῦ λοιποῦ κόπους μοι μηδεὶς παρεχέτω, ἐγὼ γὰρ τὰ στίγματα τοῦ Ἰησοῦ ἐν τῷ σώματί μου βαστάζω.  
18 Ἡ χάρις τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ μετὰ τοῦ πνεύματος ὑμῶν, ἀδελφοί·
ἀμήν.

 
    << | ΓΑΛ:6 |  

Notes: This webpage enables you to select-a-version from the Bible versions held on the katapi bible database.

The katapi New Study Bible reference section displays links to parallel passages, and to direct quotations by New Testament authors to Old Testament passages. Quotations of OT passages by NT authors can in most cases be viewed within their context of the OT passage as a whole, with the quoted text displayed, against a subdued background. Any mismatches, truncated verses, other mistakes ?
Please e-mail me. © This page: Paul Ingram 2012.