|
5 | ΠΡΟΣ ΓΑΛΑΤΑΣ |
|
1 |
τῇ ἐλευθερίᾳ ἡμᾶς Χριστὸς ἠλευθέρωσεν· στήκετε οὖν καὶ μὴ πάλιν ζυγῷ δουλείας ἐνέχεσθε. | |
2 |
Ἴδε ἐγὼ Παῦλος λέγω ὑμῖν ὅτι ἐὰν περιτέμνησθε Χριστὸς ὑμᾶς οὐδὲν ὠφελήσει. | Christian Freedom Ga.5.2-15 |
3 |
μαρΤύρομαι δὲ πάλιν παντὶ ἀνθρώπῳ περιτεμνομένῳ ὅτι ὀφειλέτης ἐστὶν ὁλον τὸν νόμον ποιῆσαι. | |
4 |
κατηργήθητε ἀπὸ Χριστοῦ οἱτινες ἐν νόμῳ δικαιοῦσθε, τῆς χάριτος ἐξεπέσατε. | |
5 |
ἡμεῖς γὰρ πνεύματι ἐκ πίστεως ἐλπίδα δικαιοσύνης ἀπεκδεχόμεθα. | |
6 |
ἐν γὰρ Χριστῷ Ἰησοῦ οὐτε περιτομή τι ἰσχύει οὐτε ἀκροβυστία, ἀλλὰ πίστις δῖ ἀγάπης ἐνεργουμένη. | |
7 |
Ἐτρέχετε καλῶς· τίς ὑμᾶς ἐνέκοψεν ἀληθείᾳ μὴ πείθεσθαὶ; | |
8 |
ἡ πεισμονὴ οὐκ ἐκ τοῦ καλοῦντος ὑμᾶς. | |
9 |
μικρὰ ζύμη ὁλον τὸ φύραμα ζυμοῖ. | |
10 |
ἐγὼ πέποιθα εἰς ὑμᾶς ἐν κυρίῳ ὅτι οὐδὲν ἀλλο φρονήσετε· ὁ δὲ ταράσσων ὑμᾶς βαστάσει τὸ κρίμα, ὁστις ἐὰν ᾖ. | |
11 |
ἐγὼ δέ, ἀδελφοί, εἰ περιτομὴν ἐτι κηρύσσω, τί ἐτι διώκομαὶ ἀρα κατήργηται τὸ σκάνδαλον τοῦ σταυροῦ. | |
12 |
ὀφελον καὶ ἀποκόψονται οἱ ἀναστατοῦντες ὑμᾶς. | |
13 |
Ὑμεῖς γὰρ ἐπ' ἐλευθερίᾳ ἐκλήθητε, ἀδελφοί· μόνον μὴ τὴν ἐλευθερίαν εἰς ἀφορμὴν τῇ σαρκί, ἀλλὰ διὰ τῆς ἀγάπης δουλεύετε ἀλλήλοις. | |
14 |
ὁ γὰρ πᾶς νόμος ἐν ἑνὶ λόγῳ πεπλήρωται, ἐν τῷ Ἀγαπήσεις τὸν πλησίον σου ὡς σεαυτόν. | - You shall love your neighbour as yourself. Ga.5.14 - Lv.19.18 |
15 |
εἰ δὲ ἀλλήλους δάκνετε καὶ κατεσθίετε, βλέπετε μὴ ὑπ' ἀλλήλων ἀναλωθῆτε. | |
16 |
Λέγω δέ, πνεύματι περιπατεῖτε καὶ ἐπιθυμίαν σαρκὸς οὐ μὴ τελέσητε. | The Fruit of the Spirit and the Works of the Flesh Ga.5.16-26 |
17 |
ἡ γὰρ σὰρξ ἐπιθυμεῖ κατὰ τοῦ πνεύματος, τὸ δὲ πνεῦμα κατὰ τῆς σαρκός· ταῦτα γὰρ ἀλλήλοις ἀντίκειται, ἵνα μὴ ἂ ἐὰν θέλητε ταῦτα ποιῆτε. | |
18 |
εἰ δὲ πνεύματι ἀγεσθε, οὐκ ἐστὲ ὑπὸ νόμον. | |
19 |
φανερὰ δέ ἐστιν τὰ ἐργα τῆς σαρκός, ἀτινά ἐστιν πορνεία, ἀκαθαρσία, ἀσέλγεια, | |
20 |
εἰδωλολατρία, φαρμακεία, ἐχθραι, ἐρις, ζῆλος, θυμοί, ἐριθείαι, διχοστασίαι, αἱρέσεις, | |
21 |
φθόνοι, μέθαι, κῶμοι, καὶ τὰ ὁμοια τούτοις, ἂ προλέγω ὑμῖν καθὼς προεῖπον ὅτι οἱ τὰ τοιαῦτα πράσσοντες βασιλείαν θεοῦ οὐ κληρονομήσουσιν. | |
22 |
Ὁ δὲ καρπὸς τοῦ πνεύματός ἐστιν ἀγάπη, χαρά, εἰρήνη, μακροθυμία, χρηστότης, ἀγαθωσύνη, πίστις, | |
23 |
πραΰτης, ἐγκράτεια· κατὰ τῶν τοιούτων οὐκ ἐστιν νόμος. | |
24 |
οἱ δὲ τοῦ Χριστοῦ τὴν σάρκα ἐσταύρωσαν σὺν τοῖς παθήμασιν καὶ ταῖς ἐπιθυμίαις. | |
25 |
εἰ ζῶμεν πνεύματι, πνεύματι καὶ στοιχῶμεν. | |
26 |
μὴ γινώμεθα κενόδοξοι, ἀλλήλους προκαλούμενοι, ἀλλήλοις φθονοῦντες. | |
|
|
<< | ΓΑΛ:5 | >> |
|