| 5 | ΠΡΟΣ ΓΑΛΑΤΑΣ | ||
| 1 | τῇ ἐλευθερίᾳ ἡμᾶς Χριστὸς ἠλευθέρωσεν· στήκετε οὖν καὶ μὴ πάλιν ζυγῷ δουλείας ἐνέχεσθε. | ||
| 2 | Ἴδε ἐγὼ Παῦλος λέγω ὑμῖν ὅτι ἐὰν περιτέμνησθε Χριστὸς ὑμᾶς οὐδὲν ὠφελήσει. | Christian Freedom Ga.5.2-15 | |
| 3 | μαρΤύρομαι δὲ πάλιν παντὶ ἀνθρώπῳ περιτεμνομένῳ ὅτι ὀφειλέτης ἐστὶν ὁλον τὸν νόμον ποιῆσαι. | ||
| 4 | κατηργήθητε ἀπὸ Χριστοῦ οἱτινες ἐν νόμῳ δικαιοῦσθε, τῆς χάριτος ἐξεπέσατε. | ||
| 5 | ἡμεῖς γὰρ πνεύματι ἐκ πίστεως ἐλπίδα δικαιοσύνης ἀπεκδεχόμεθα. | ||
| 6 | ἐν γὰρ Χριστῷ Ἰησοῦ οὐτε περιτομή τι ἰσχύει οὐτε ἀκροβυστία, ἀλλὰ πίστις δῖ ἀγάπης ἐνεργουμένη. | ||
| 7 | Ἐτρέχετε καλῶς· τίς ὑμᾶς ἐνέκοψεν ἀληθείᾳ μὴ πείθεσθαὶ; | ||
| 8 | ἡ πεισμονὴ οὐκ ἐκ τοῦ καλοῦντος ὑμᾶς. | ||
| 9 | μικρὰ ζύμη ὁλον τὸ φύραμα ζυμοῖ. | ||
| 10 | ἐγὼ πέποιθα εἰς ὑμᾶς ἐν κυρίῳ ὅτι οὐδὲν ἀλλο φρονήσετε· ὁ δὲ ταράσσων ὑμᾶς βαστάσει τὸ κρίμα, ὁστις ἐὰν ᾖ. | ||
| 11 | ἐγὼ δέ, ἀδελφοί, εἰ περιτομὴν ἐτι κηρύσσω, τί ἐτι διώκομαὶ ἀρα κατήργηται τὸ σκάνδαλον τοῦ σταυροῦ. | ||
| 12 | ὀφελον καὶ ἀποκόψονται οἱ ἀναστατοῦντες ὑμᾶς. | ||
| 13 | Ὑμεῖς γὰρ ἐπ' ἐλευθερίᾳ ἐκλήθητε, ἀδελφοί· μόνον μὴ τὴν ἐλευθερίαν εἰς ἀφορμὴν τῇ σαρκί, ἀλλὰ διὰ τῆς ἀγάπης δουλεύετε ἀλλήλοις. | ||
| 14 | ὁ γὰρ πᾶς νόμος ἐν ἑνὶ λόγῳ πεπλήρωται, ἐν τῷ Ἀγαπήσεις τὸν πλησίον σου ὡς σεαυτόν. | - You shall love your neighbour as yourself. Ga.5.14 - Lv.19.18 | |
| 15 | εἰ δὲ ἀλλήλους δάκνετε καὶ κατεσθίετε, βλέπετε μὴ ὑπ' ἀλλήλων ἀναλωθῆτε. | ||
| 16 | Λέγω δέ, πνεύματι περιπατεῖτε καὶ ἐπιθυμίαν σαρκὸς οὐ μὴ τελέσητε. | The Fruit of the Spirit and the Works of the Flesh Ga.5.16-26 | |
| 17 | ἡ γὰρ σὰρξ ἐπιθυμεῖ κατὰ τοῦ πνεύματος, τὸ δὲ πνεῦμα κατὰ τῆς σαρκός· ταῦτα γὰρ ἀλλήλοις ἀντίκειται, ἵνα μὴ ἂ ἐὰν θέλητε ταῦτα ποιῆτε. | ||
| 18 | εἰ δὲ πνεύματι ἀγεσθε, οὐκ ἐστὲ ὑπὸ νόμον. | ||
| 19 | φανερὰ δέ ἐστιν τὰ ἐργα τῆς σαρκός, ἀτινά ἐστιν πορνεία, ἀκαθαρσία, ἀσέλγεια, | ||
| 20 | εἰδωλολατρία, φαρμακεία, ἐχθραι, ἐρις, ζῆλος, θυμοί, ἐριθείαι, διχοστασίαι, αἱρέσεις, | ||
| 21 | φθόνοι, μέθαι, κῶμοι, καὶ τὰ ὁμοια τούτοις, ἂ προλέγω ὑμῖν καθὼς προεῖπον ὅτι οἱ τὰ τοιαῦτα πράσσοντες βασιλείαν θεοῦ οὐ κληρονομήσουσιν. | ||
| 22 | Ὁ δὲ καρπὸς τοῦ πνεύματός ἐστιν ἀγάπη, χαρά, εἰρήνη, μακροθυμία, χρηστότης, ἀγαθωσύνη, πίστις, | ||
| 23 | πραΰτης, ἐγκράτεια· κατὰ τῶν τοιούτων οὐκ ἐστιν νόμος. | ||
| 24 | οἱ δὲ τοῦ Χριστοῦ τὴν σάρκα ἐσταύρωσαν σὺν τοῖς παθήμασιν καὶ ταῖς ἐπιθυμίαις. | ||
| 25 | εἰ ζῶμεν πνεύματι, πνεύματι καὶ στοιχῶμεν. | ||
| 26 | μὴ γινώμεθα κενόδοξοι, ἀλλήλους προκαλούμενοι, ἀλλήλοις φθονοῦντες. | ||
| << | ΓΑΛ:5 | >> | |||
|---|---|---|---|