| 7 | ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α | ||
| 1 | Περὶ δὲ ὧν ἐγράψατε, καλὸν ἀνθρώπῳ γυναικὸς μὴ ἀπτεσθαι· | Problems concerning Marriage 1Cor.7.1-16 | |
| 2 | διὰ δὲ τὰς πορνείας ἑκαστος τὴν ἑαυτοῦ γυναῖκα ἐχέτω, καὶ ἑκάστη τὸν ἰδιον ἀνδρα ἐχέτω. | ||
| 3 | τῇ γυναικὶ ὁ ἀνὴρ τὴν ὀφειλὴν ἀποδιδότω, ὁμοίως δὲ καὶ ἡ γυνὴ τῷ ἀνδρί. | ||
| 4 | ἡ γυνὴ τοῦ ἰδίου σώματος οὐκ ἐξουσιάζει ἀλλὰ ὁ ἀνήρ· ὁμοίως δὲ καὶ ὁ ἀνὴρ τοῦ ἰδίου σώματος οὐκ ἐξουσιάζει ἀλλὰ ἡ γυνή. | ||
| 5 | μὴ ἀποστερεῖτε ἀλλήλους, εἰ μήτι ἂν ἐκ συμφώνου πρὸς καιρὸν ἵνα σχολάσητε τῇ προσευχῇ καὶ πάλιν ἐπὶ τὸ αὐτὸ ἦτε, ἵνα μὴ πειράζῃ ὑμᾶς ὁ Σατανᾶς διὰ τὴν ἀκρασίαν ὑμῶν. | ||
| 6 | τοῦτο δὲ λέγω κατὰ συγγνώμην, οὐ κατ' ἐπιταγήν. | ||
| 7 | θέλω δὲ πάντας ἀνθρώπους εἶναι ὡς καὶ ἐμαυτόν· ἀλλὰ ἑκαστος ἰδιον ἐχει χάρισμα ἐκ θεοῦ, ὁ μὲν οὑτως, ὁ δὲ οὑτως. | ||
| 8 | Λέγω δὲ τοῖς ἀγάμοις καὶ ταῖς χήραις, καλὸν αὐτοῖς ἐὰν μείνωσιν ὡς κἀγώ· | ||
| 9 | εἰ δὲ οὐκ ἐγκρατεύονται γαμησάτωσαν, κρεῖττον γάρ ἐστιν γαμῆσαι ἢ πυροῦσθαι. | ||
| 10 | τοῖς δὲ γεγαμηκόσιν παραγγέλλω, οὐκ ἐγὼ ἀλλὰ ὁ κύριος, γυναῖκα ἀπὸ ἀνδρὸς μὴ χωρισθῆναι | ||
| 11 | - ἐὰν δὲ καὶ χωρισθῇ, μενέτω ἀγαμος ἢ τῷ ἀνδρὶ καταλλαγήτω - καὶ ἀνδρα γυναῖκα μὴ ἀφιέναι. | ||
| 12 | Τοῖς δὲ λοιποῖς λέγω ἐγώ, οὐχ ὁ κύριος· εἰ τις ἀδελφὸς γυναῖκα ἐχει ἀπιστον, καὶ αὑτη συνευδοκεῖ οἰκεῖν μετ' αὐτοῦ, μὴ ἀφιέτω αὐτήν· | ||
| 13 | καὶ γυνὴ εἰ τις ἐχει ἀνδρα ἀπιστον, καὶ οὗτος συνευδοκεῖ οἰκεῖν μετ' αὐτῆς, μὴ ἀφιέτω τὸν ἀνδρα. | ||
| 14 | ἡγίασται γὰρ ὁ ἀνὴρ ὁ ἀπιστος ἐν τῇ γυναικί, καὶ ἡγίασται ἡ γυνὴ ἡ ἀπιστος ἐν τῷ ἀδελφῷ· ἐπεὶ ἀρα τὰ τέκνα ὑμῶν ἀκάθαρτά ἐστιν, νῦν δὲ ἀγιά ἐστιν. | ||
| 15 | εἰ δὲ ὁ ἀπιστος χωρίζεται, χωριζέσθω· οὐ δεδούλωται ὁ ἀδελφὸς ἢ ἡ ἀδελφὴ ἐν τοῖς τοιούτοις· ἐν δὲ εἰρήνῃ κέκληκεν ὑμᾶς ὁ θεός. | ||
| 16 | τί γὰρ οἶδας, γύναι, εἰ τὸν ἀνδρα σώσεις; ἢ τί οἶδας, ἀνερ, εἰ τὴν γυναῖκα σώσεις; | ||
| 17 | Εἰ μὴ ἑκάστῳ ὡς ἐμέρισεν ὁ κύριος, ἑκαστον ὡς κέκληκεν ὁ θεός, οὑτως περιπατείτω· καὶ οὑτως ἐν ταῖς ἐκκλησίαις πάσαις διατάσσομαι. | The Life Which the Lord Has Assigned 1Cor.7.17-24 | |
| 18 | περιτετμημένος τις ἐκλήθὴ μὴ ἐπισπάσθω. ἐν ἀκροβυστίᾳ κέκληταί τις; μὴ περιτεμνέσθω. | ||
| 19 | ἡ περιτομὴ οὐδέν ἐστιν, καὶ ἡ ἀκροβυστία οὐδέν ἐστιν, ἀλλὰ τήρησις ἐντολῶν θεοῦ. | ||
| 20 | ἑκαστος ἐν τῇ κλήσει ᾗ ἐκλήθη ἐν ταύτῃ μενέτω. | ||
| 21 | δοῦλος ἐκλήθης; μή σοι μελέτω· ἀλλ' εἰ καὶ δύνασαι ἐλεύθερος γενέσθαι, μᾶλλον χρῆσαι. | ||
| 22 | ὁ γὰρ ἐν κυρίῳ κληθεὶς δοῦλος ἀπελεύθερος κυρίου ἐστίν· ὁμοίως ὁ ἐλεύθερος κληθεὶς δοῦλός ἐστιν Χριστοῦ. | ||
| 23 | τιμῆς ἠγοράσθητε· μὴ γίνεσθε δοῦλοι ἀνθρώπων. | ||
| 24 | ἑκαστος ἐν ᾧ ἐκλήθη, ἀδελφοί, ἐν τούτῳ μενέτω παρὰ θεῷ. | ||
| 25 | Περὶ δὲ τῶν παρθένων ἐπιταγὴν κυρίου οὐκ ἐχω, γνώμην δὲ δίδωμι ὡς ἠλεημένος ὑπὸ κυρίου πιστὸς εἶναι. | The Unmarried and Widows 1Cor.7.25-40 | |
| 26 | Νομίζω οὖν τοῦτο καλὸν ὑπάρχειν διὰ τὴν ἐνεστῶσαν ἀνάγκην, ὅτι καλὸν ἀνθρώπῳ τὸ οὑτως εἶναι. | ||
| 27 | δέδεσαι γυναικί; μὴ ζήτει λύσιν· λέλυσαι ἀπὸ γυναικός; μὴ ζήτει γυναῖκα. | ||
| 28 | ἐὰν δὲ καὶ γαμήσῃς, οὐχ ἡμαρτες· καὶ ἐὰν γήμῃ ἡ παρθένος, οὐχ ἡμαρτεν. θλῖψιν δὲ τῇ σαρκὶ ἑξουσιν οἱ τοιοῦτοι, ἐγὼ δὲ ὑμῶν φείδομαι. | ||
| 29 | τοῦτο δέ φημι, ἀδελφοί, ὁ καιρὸς συνεσταλμένος ἐστίν· τὸ λοιπὸν ἵνα καὶ οἱ ἐχοντες γυναῖκας ὡς μὴ ἐχοντες ὦσιν, | ||
| 30 | καὶ οἱ κλαίοντες ὡς μὴ κλαίοντες, καὶ οἱ χαίροντες ὡς μὴ χαίροντες, καὶ οἱ ἀγοράζοντες ὡς μὴ κατέχοντες, | ||
| 31 | καὶ οἱ χρώμενοι τὸν κόσμον ὡς μὴ καταχρώμενοι· παράγει γὰρ τὸ σχῆμα τοῦ κόσμου τούτου. | ||
| 32 | θέλω δὲ ὑμᾶς ἀμερίμνους εἶναι. ὁ ἀγαμος μεριμνᾷ τὰ τοῦ κυρίου, πῶς ἀρέσῃ τῷ κυρίῳ· | ||
| 33 | ὁ δὲ γαμήσας μεριμνᾷ τὰ τοῦ κόσμου, πῶς ἀρέσῃ τῇ γυναικί, | ||
| 34 | καὶ μεμέρισται. καὶ ἡ γυνὴ ἡ ἀγαμος καὶ ἡ παρθένος μεριμνᾷ τὰ τοῦ κυρίου, ἵνα ᾖ ἀγία τῷ σώματι καὶ τῷ πνεύματι· ἡ δὲ γαμήσασα μεριμνᾷ τὰ τοῦ κόσμου, πῶς ἀρές ῃ τῷ ἀνδρί. | ||
| 35 | τοῦτο δὲ πρὸς τὸ ὑμῶν αὐτῶν σύμφορον λέγω, οὐχ ἵνα βρόχον ὑμῖν ἐπιβάλω, ἀλλὰ πρὸς τὸ εὐσχημον καὶ εὐπάρεδρον τῷ κυρίῳ ἀπερισπάστως. | ||
| 36 | Εἰ δέ τις ἀσχημονεῖν ἐπὶ τὴν παρθένον αὐτοῦ νομίζει ἐὰν ᾖ ὑπέρακμος, καὶ οὑτως ὀφείλει γίνεσθαι, ὃ θέλει ποιείτω· οὐχ ἀμαρτάνει· γαμείτωσαν. | ||
| 37 | ὃς δὲ ἑστηκεν ἐν τῇ καρδίᾳ αὐτοῦ ἑδραῖος, μὴ ἐχων ἀνάγκην, ἐξουσίαν δὲ ἐχει περὶ τοῦ ἰδίου θελήματος, καὶ τοῦτο κέκρικεν ἐν τῇ ἰδίᾳ καρδίᾳ, τηρεῖν τὴν ἑαυτοῦ π αρθένον, καλῶς ποιήσει· | ||
| 38 | ὡστε καὶ ὁ γαμίζων τὴν ἑαυτοῦ παρθένον καλῶς ποιεῖ, καὶ ὁ μὴ γαμίζων κρεῖσσον ποιήσει. | ||
| 39 | Λυνὴ δέδεται ἐφ' ὁσον χρόνον ζῇ ὁ ἀνὴρ αὐτῆς· ἐὰν δὲ κοιμηθῇ ὁ ἀνήρ, ἐλευθέρα ἐστὶν ᾧ θέλει γαμηθῆναι, μόνον ἐν κυρίῳ. | ||
| 40 | μακαριωτέρα δέ ἐστιν ἐὰν οὑτως μείνῃ, κατὰ τὴν ἐμὴν γνώμην, δοκῶ δὲ κἀγὼ Πνεῦμα θεοῦ ἐχειν. | ||
| << | ΚΟΡα:7 | | |||
|---|---|---|---|