katapi New Study Bible - select-a-version
katapi HOME DB1 <<
New Testament in Greek (UBS.Ed.26) - NEW TESTAMENT | about ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α | GNT: contents | | by passage | search---> | in flowing text | select- | 2 | -versions | notes

16 ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α

1 Περὶ δὲ τῆς λογείας τῆς εἰς τοὺς ἀγίους, ὡσπερ διέταξα ταῖς ἐκκλησίαις τῆς Γαλατίας, οὑτως καὶ ὑμεῖς ποιήσατε. The Contribution for the Saints 1Cor.16.1-4
2 κατὰ μίαν σαββάτου ἑκαστος ὑμῶν παρ' ἑαυτῷ τιθέτω θησαυρίζων ὁ τι ἐὰν εὐοδῶται, ἵνα μὴ ὁταν ἐλθω τότε λογεῖαι γίνωνται.  
3 ὁταν δὲ παραγένωμαι, οὓς ἐὰν δοκιμάσητε, δῖ ἐπιστολῶν τούτους πέμψω ἀπενεγκεῖν τὴν χάριν ὑμῶν εἰς Ἰερουσαλήμ·  
4 ἐὰν δὲ ἀξιον ᾖ τοῦ κἀμὲ πορεύεσθαι, σὺν ἐμοὶ πορεύσονται.  
5 Ἐλεύσομαι δὲ πρὸς ὑμᾶς ὁταν Μακεδονίαν διέλθω, Μακεδονίαν γὰρ διέρχομαι·

Plans for Travel 1Cor.16.5-12
6 πρὸς ὑμᾶς δὲ τυχὸν παραμενῶ ἢ καὶ παραχειμάσω, ἵνα ὑμεῖς με προπέμψητε οὗ ἐὰν πορεύωμαι.  
7 οὐ θέλω γὰρ ὑμᾶς ἀρτι ἐν παρόδῳ ἰδεῖν, ἐλπίζω γὰρ χρόνον τινὰ ἐπιμεῖναι πρὸς ὑμᾶς, ἐὰν ὁ κύριος ἐπιτρέψῃ.  
8 ἐπιμενῶ δὲ ἐν Ἐφέσῳ ἑως τῆς πεντηκοστῆς·  
9 θύρα γάρ μοι ἀνέῳγεν μεγάλη καὶ ἐνεργής, καὶ ἀντικείμενοι πολλοί.  
10 Ἐὰν δὲ ἐλθῃ Τιμόθεος, βλέπετε ἵνα ἀφόβως γένηται πρὸς ὑμᾶς, τὸ γὰρ ἐργον κυρίου ἐργάζεται ὡς κἀγώ·  
11 μή τις οὖν αὐτὸν ἐξουθενήσῃ. προπέμψατε δὲ αὐτὸν ἐν εἰρήνῃ, ἵνα ἐλθῃ πρός με, ἐκδέχομαι γὰρ αὐτὸν μετὰ τῶν ἀδελφῶν.  
12 Περὶ δὲ Ἀπολλῶ τοῦ ἀδελφοῦ, πολλὰ παρεκάλεσα αὐτὸν ἵνα ἐλθῃ πρὸς ὑμᾶς μετὰ τῶν ἀδελφῶν· καὶ πάντως οὐκ ἦν θέλημα ἵνα νῦν ἐλθῃ, ἐλεύσεται δὲ ὁταν εὐκαιρήσῃ.

 
13 Γρηγορεῖτε, στήκετε ἐν τῇ πίστει, ἀνδρίζεσθε, κραταιοῦσθε· Final Request and Greetings 1Cor.16.13-24
14 πάντα ὑμῶν ἐν ἀγάπῃ γινέσθω.  
15 Παρακαλῶ δὲ ὑμᾶς, ἀδελφοί· οἰδατε τὴν οἰκίαν Στεφανᾶ, ὅτι ἐστὶν ἀπαρχὴ τῆς Ἀχαΐας καὶ εἰς διακονίαν τοῖς ἀγίοις ἐταξαν ἑαυτούς·  
16 ἵνα καὶ ὑμεῖς ὑποτάσσησθε τοῖς τοιούτοις καὶ παντὶ τῷ συνεργοῦντι καὶ κοπιῶντι.  
17 χαίρω δὲ ἐπὶ τῇ παρουσίᾳ Στεφανᾶ καὶ Φορτουνάτου καὶ Ἀχαϊκοῦ, ὅτι τὸ ὑμέτερον ὑστέρημα οὗτοι ἀνεπλήρωσαν,  
18 ἀνέπαυσαν γὰρ τὸ ἐμὸν Πνεῦμα καὶ τὸ ὑμῶν. ἐπιγινώσκετε οὖν τοὺς τοιούτους.  
19 Ἀσπάζονται ὑμᾶς αἱ ἐκκλησίαι τῆς Ἀσίας. ἀσπάζεται ὑμᾶς ἐν κυρίῳ πολλὰ Ἀκύλας καὶ Πρίσκα σὺν τῇ κατ' οἶκον αὐτῶν ἐκκλησίᾳ.  
20 ἀσπάζονται ὑμᾶς οἱ ἀδελφοὶ πάντες. Ἀσπάσασθε ἀλλήλους ἐν φιλήματι ἀγίῳ.  
21 Ὁ ἀσπασμὸς τῇ ἐμῇ χειρὶ Παύλου.

 
22 εἰ τις οὐ φιλεῖ τὸν κύριον, ἠτω ἀνάθεμα.

Μαρανα θα.

 
23 ἡ χάρις τοῦ κυρίου Ἰησοῦ μεθ' ὑμῶν.

 
24 ἡ ἀγάπη μου μετὰ πάντων ὑμῶν ἐν Χριστῷ Ἰησοῦ.

 
    << | ΚΟΡα:16 |  

Notes: This webpage enables you to select-a-version from the Bible versions held on the katapi bible database.

The katapi New Study Bible reference section displays links to parallel passages, and to direct quotations by New Testament authors to Old Testament passages. Quotations of OT passages by NT authors can in most cases be viewed within their context of the OT passage as a whole, with the quoted text displayed, against a subdued background. Any mismatches, truncated verses, other mistakes ?
Please e-mail me. © This page: Paul Ingram 2012.