| 10 | ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α | ||
| 1 | Οὐ θέλω γὰρ ὑμᾶς ἀγνοεῖν, ἀδελφοί, ὅτι οἱ πατέρες ἡμῶν πάντες ὑπὸ τὴν νεφέλην ἦσαν καὶ πάντες διὰ τῆς θαλάσσης διῆλθον, | Warning against Idolatry 1Cor.10.1-22 | |
| 2 | καὶ πάντες εἰς τὸν Μωϋσῆν ἐβαπτίσθησαν ἐν τῇ νεφέλῃ καὶ ἐν τῇ θαλάσσῃ, | ||
| 3 | καὶ πάντες τὸ αὐτὸ πνευματικὸν βρῶμα ἐφαγον, | ||
| 4 | καὶ πάντες τὸ αὐτὸ πνευματικὸν ἐπιον πόμα· ἐπινον γὰρ ἐκ πνευματικῆς ἀκολουθούσης πέτρας· ἡ πέτρα δὲ ἦν ὁ Χριστός. | ||
| 5 | ἀλλ' οὐκ ἐν τοῖς πλείοσιν αὐτῶν εὐδόκησεν ὁ θεός, κατεστρώθησαν γὰρ ἐν τῇ ἐρήμῳ. | ||
| 6 | ταῦτα δὲ τύποι ἡμῶν ἐγενήθησαν, εἰς τὸ μὴ εἶναι ἡμᾶς ἐπιθυμητὰς κακῶν, καθὼς κἀκεῖνοι ἐπεθύμησαν. | ||
| 7 | μηδὲ εἰδωλολάτραι γίνεσθε, καθώς τινες αὐτῶν· ὡσπερ γέγραπται, Ἐκάθισεν ὁ λαὸς φαγεῖν καὶ πεῖν, καὶ ἀνέστησαν παίζειν. | - The people sat down to eat and drink 1Cor.10.7 - Ex.32.6 | |
| 8 | μηδὲ πορνεύωμεν, καθώς τινες αὐτῶν ἐπόρνευσαν, καὶ ἐπεσαν μιᾷ ἡμέρᾳ εἰκοσι τρεῖς χιλιάδες. | ||
| 9 | μηδὲ ἐκπειράζωμεν τὸν Χριστόν, καθώς τινες αὐτῶν ἐπείρασαν, καὶ ὑπὸ τῶν ὀφεων ἀπώλλυντο. | ||
| 10 | μηδὲ γογγύζετε, καθάπερ τινὲς αὐτῶν ἐγόγγυσαν, καὶ ἀπώλοντο ὑπὸ τοῦ ὀλοθρευτοῦ. | ||
| 11 | ταῦτα δὲ τυπικῶς συνέβαινεν ἐκείνοις, ἐγράφη δὲ πρὸς νουθεσίαν ἡμῶν, εἰς οὓς τὰ τέλη τῶν αἰώνων κατήντηκεν. | ||
| 12 | ὡστε ὁ δοκῶν ἑστάναι βλεπέτω μὴ πέσῃ. | ||
| 13 | πειρασμὸς ὑμᾶς οὐκ εἰληφεν εἰ μὴ ἀνθρώπινος· πιστὸς δὲ ὁ θεός, ὃς οὐκ ἐάσει ὑμᾶς πειρασθῆναι ὑπὲρ ὃ δύνασθε, ἀλλὰ ποιήσει σὺν τῷ πειρασμῷ καὶ τὴν ἐκβασιν τοῦ δύνα σθαι ὑπενεγκεῖν. | ||
| 14 | Διόπερ, ἀγαπητοί μου, φεύγετε ἀπὸ τῆς εἰδωλολατρίας. | ||
| 15 | ὡς φρονίμοις λέγω· κρίνατε ὑμεῖς ὁ φημι. | ||
| 16 | τὸ ποτήριον τῆς εὐλογίας ὃ εὐλογοῦμεν, οὐχὶ κοινωνία ἐστὶν τοῦ αἱματος τοῦ Χριστοῦ; τὸν ἀρτον ὃν κλῶμεν, οὐχὶ κοινωνία τοῦ σώματος τοῦ Χριστοῦ ἐστιν; | ||
| 17 | ὁτι εἷς ἀρτος, ἓν σῶμα οἱ πολλοί ἐσμεν, οἱ γὰρ πάντες ἐκ τοῦ ἑνὸς ἀρτου μετέχομεν. | ||
| 18 | βλέπετε τὸν Ἰσραὴλ κατὰ σάρκα· οὐχ οἱ ἐσθίοντες τὰς θυσίας κοινωνοὶ τοῦ θυσιαστηρίου εἰσίν; | ||
| 19 | τί οὖν φημὶ ὅτι εἰδωλόθυτόν τί ἐστιν; ἢ ὅτι εἰδωλόν τί ἐστιν; | ||
| 20 | ἀλλ' ὅτι ἂ θύουσιν, δαιμονίοις καὶ οὐ θεῷ , οὐ θέλω δὲ ὑμᾶς κοινωνοὺς τῶν δαιμονίων γίνεσθαι. | ||
| 21 | οὐ δύνασθε ποτήριον κυρίου πίνειν καὶ ποτήριον δαιμονίων· οὐ δύνασθε τραπέζης κυρίου μετέχειν καὶ τραπέζης δαιμονίων. | ||
| 22 | ἢ παραζηλοῦμεν τὸν κύριον; μὴ ἰσχυρότεροι αὐτοῦ ἐσμεν; | ||
| 23 | Πάντα ἐξεστιν, ἀλλ' οὐ πάντα συμφέρει. πάντα ἐξεστιν, ἀλλ' οὐ πάντα οἰκοδομεῖ. | Do All to the Glory of God 1Cor.10.23-11.1 | |
| 24 | μηδεὶς τὸ ἑαυτοῦ ζητείτω ἀλλὰ τὸ τοῦ ἑτέρου. | ||
| 25 | Πᾶν τὸ ἐν μακέλλῳ πωλούμενον ἐσθίετε μηδὲν ἀνακρίνοντες διὰ τὴν συνείδησιν, | ||
| 26 | τοῦ κυρίου γὰρ ἡ γῆ καὶ τὸ πλήρωμα αὐτῆς. | - the earth is the Lord's, and everything in it. 1Cor.10.26 - Ps.24.1, Ps.50.12, Ps.89.11 | |
| 27 | εἰ τις καλεῖ ὑμᾶς τῶν ἀπίστων καὶ θέλετε πορεύεσθαι, πᾶν τὸ παρατιθέμενον ὑμῖν ἐσθίετε μηδὲν ἀνακρίνοντες διὰ τὴν συνείδησιν. | ||
| 28 | ἐὰν δέ τις ὑμῖν εἰπῃ, Τοῦτο ἱερόθυτόν ἐστιν, μὴ ἐσθίετε δῖ ἐκεῖνον τὸν μηνύσαντα καὶ τὴν συνείδησιν - | ||
| 29 | συνείδησιν δὲ λέγω οὐχὶ τὴν ἑαυτοῦ ἀλλὰ τὴν τοῦ ἑτέρου. ἵνατί γὰρ ἡ ἐλευθερία μου κρίνεται ὑπὸ ἀλλης συνειδήσεως; | ||
| 30 | εἰ ἐγὼ χάριτι μετέχω, τί βλασφημοῦμαι ὑπὲρ οὗ ἐγὼ εὐχαριστῶ; | ||
| 31 | εἰτε οὖν ἐσθίετε εἰτε πίνετε εἰτε τι ποιεῖτε, πάντα εἰς δόξαν θεοῦ ποιεῖτε. | ||
| 32 | ἀπρόσκοποι καὶ Ἰουδαίοις γίνεσθε καὶ Ἑλλησιν καὶ τῇ ἐκκλησίᾳ τοῦ θεοῦ, | ||
| 33 | καθὼς κἀγὼ πάντα πᾶσιν ἀρέσκω, μὴ ζητῶν τὸ ἐμαυτοῦ σύμφορον ἀλλὰ τὸ τῶν πολλῶν, ἵνα σωθῶσιν. | ||
| << | ΚΟΡα:10 | >> | |||
|---|---|---|---|