15 | ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ | ||
1 | Ὀφείλομεν δὲ ἡμεῖς οἱ δυνατοὶ τὰ ἀσθενήματα τῶν ἀδυνάτων βαστάζειν, καὶ μὴ ἑαυτοῖς ἀρέσκειν. | Please Your Fellow Men, Not Yourself Ro.15.1-6 | |
2 | ἑκαστος ἡμῶν τῷ πλησίον ἀρεσκέτω εἰς τὸ ἀγαθὸν πρὸς οἰκοδομήν· | ||
3 | καὶ γὰρ ὁ Χριστὸς οὐχ ἑαυτῷ ἠρεσεν· ἀλλὰ καθὼς γέγραπται, Oἱ ὀνειδισμοὶ τῶν ὀνειδιζόντων σε ἐπέπεσαν ἐπ' ἐμέ. | - The reproaches of those who reproached thee fell on me Ro.15.3 - Ps.69.9 | |
4 | ὁσα γὰρ προεγράφη, εἰς τὴν ἡμετέραν διδασκαλίαν ἐγράφη, ἵνα διὰ τῆς ὑπομονῆς καὶ διὰ τῆς παρακλήσεως τῶν γραφῶν τὴν ἐλπίδα ἐχωμεν. | ||
5 | ὁ δὲ θεὸς τῆς ὑπομονῆς καὶ τῆς παρακλήσεως δῴη ὑμῖν τὸ αὐτὸ φρονεῖν ἐν ἀλλήλοις κατὰ Χριστὸν Ἰησοῦν, | ||
6 | ἵνα ὁμοθυμαδὸν ἐν ἑνὶ στόματι δοξάζητε τὸν θεὸν καὶ πατέρα τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ. | ||
7 | Διὸ προσλαμβάνεσθε ἀλλήλους, καθὼς καὶ ὁ Χριστὸς προσελάβετο ὑμᾶς, εἰς δόξαν τοῦ θεοῦ. | The Gospel for Jews and Gentiles Alike Ro.15.7-13 | |
8 | λέγω γὰρ Χριστὸν διάκονον γεγενῆσθαι περιτομῆς ὑπὲρ ἀληθείας θεοῦ, εἰς τὸ βεβαιῶσαι τὰς ἐπαγγελίας τῶν πατέρων, | ||
9 | τὰ δὲ ἐθνη ὑπὲρ ἐλέους δοξάσαι τὸν θεόν· καθὼς γέγραπται, καὶ τῷ ὀνοματί σου ψαλῶ. | - Therefore I will praise thee Ro.15.9 - Ps.18.49, 2Sm.22.50 | |
10 | καὶ πάλιν λέγει, | - Rejoice, O Gentiles, with his people Ro.15.10 - Dt.32.43 | |
11 | καὶ πάλιν, καὶ ἐπαινεσάτωσαν αὐτὸν πάντες οἱ λαοί. | - Praise the Lord, all Gentiles Ro.15.11 - Ps.117.1 | |
12 | καὶ πάλιν Ἠσαΐας λέγει, καὶ ὁ ἀνιστάμενος ἄρχειν ἐθνῶν: ἐπ' αὐτῷ ἔθνη ἐλπιοῦσιν. | - The root of Jesse shall come Ro.15.12 - Is.11.10 | |
13 | ὁ δὲ θεὸς τῆς ἐλπίδος πληρώσαι ὑμᾶς πάσης χαρᾶς καὶ εἰρήνης ἐν τῷ πιστεύειν, εἰς τὸ περισσεύειν ὑμᾶς ἐν τῇ ἐλπίδι ἐν δυνάμει πνεύματος ἀγίου. | ||
14 | Πέπεισμαι δέ, ἀδελφοί μου, καὶ αὐτὸς ἐγὼ περὶ ὑμῶν, ὅτι καὶ αὐτοὶ μεστοί ἐστε ἀγαθωσύνης, πεπληρωμένοι πάσης | γνώσεως, δυνάμενοι καὶ ἀλλήλους νουθετεῖν.Paul's Missionary Commission Ro.15.14-21 | |
15 | τολμηρότερον δὲ ἐγραψα ὑμῖν ἀπὸ μέρους, ὡς ἐπαναμιμνῄσκων ὑμᾶς διὰ τὴν χάριν τὴν δοθεῖσάν μοι ὑπὸ τοῦ θεοῦ | ||
16 | εἰς τὸ εἶναί με λειτουργὸν Χριστοῦ Ἰησοῦ εἰς τὰ ἐθνη, ἱερουργοῦντα τὸ εὐαγγέλιον τοῦ θεοῦ, ἵνα γένηται ἡ προσφορὰ τῶν ἐθνῶν εὐπρόσδεκτος, ἡγιασμένη ἐν πνεύματι ἀγίῳ. | ||
17 | ἐχω οὖν | καύχησιν ἐν Χριστῷ Ἰησοῦ τὰ πρὸς τὸν θεόν·||
18 | οὐ γὰρ τολμήσω τι λαλεῖν ὧν οὐ κατειργάσατο Χριστὸς δῖ ἐμοῦ εἰς ὑπακοὴν ἐθνῶν, λόγῳ καὶ ἐργῳ, | ||
19 | ἐν δυνάμει σημείων καὶ τεράτων, ἐν δυνάμει πνεύματος | · ὡστε με ἀπὸ Ἰερουσαλὴμ καὶ κύκλῳ μέχρι τοῦ Ἰλλυρικοῦ πεπληρωκέναι τὸ εὐαγγέλιον τοῦ Χριστοῦ,||
20 | οὑτως δὲ φιλοτιμούμενον εὐαγγελίζεσθαι οὐχ ὁπου ὠνομάσθη Χριστός, ἵνα μὴ ἐπ' ἀλλότριον θεμέλιον οἰκοδομῶ, | ||
21 | ἀλλὰ καθὼς γέγραπται, καὶ οἳ οὐκ ἀκηκόασιν συνήσουσιν. | - They shall see who have never been told of him Ro.15.21 - Is.52.15 | |
22 | Διὸ καὶ ἐνεκοπτόμην τὰ πολλὰ τοῦ ἐλθεῖν πρὸς ὑμᾶς· | Paul's Plan to Visit Rome Ro.15.22-33 | |
23 | νυνὶ δὲ μηκέτι τόπον ἐχων ἐν τοῖς κλίμασι τούτοις, ἐπιποθίαν δὲ ἐχων τοῦ ἐλθεῖν πρὸς ὑμᾶς ἀπὸ πολλῶν ἐτῶν, | ||
24 | ὡς ἂν πορεύωμαι εἰς τὴν Σπανίαν· ἐλπίζω γὰρ διαπορευόμενος θεάσασθαι ὑμᾶς καὶ ὑφ' ὑμῶν προπεμφθῆναι ἐκεῖ ἐὰν ὑμῶν πρῶτον ἀπὸ μέρους ἐμπλησθῶ - | ||
25 | νυνὶ δὲ πορεύομαι εἰς Ἰερουσαλὴμ διακονῶν τοῖς ἀγίοις. | ||
26 | εὐδόκησαν γὰρ Μακεδονία καὶ Ἀχαΐα κοινωνίαν τινὰ ποιήσασθαι εἰς τοὺς πτωχοὺς τῶν ἀγίων τῶν ἐν Ἰερουσαλήμ. | ||
27 | εὐδόκησαν γάρ, καὶ ὀφειλέται εἰσὶν αὐτῶν· εἰ γὰρ τοῖς πνευματικοῖς αὐτῶν ἐκοινώνησαν τὰ ἐθνη, ὀφείλουσιν καὶ ἐν τοῖς σαρκικοῖς λειτουργῆσαι αὐτοῖς. | ||
28 | τοῦτο οὖν ἐπιτελέσας, καὶ σφραγισάμενος αὐτοῖς τὸν καρπὸν τοῦτον, ἀπελεύσομαι δῖ ὑμῶν εἰς Σπανίαν· | ||
29 | οἶδα δὲ ὅτι ἐρχόμενος πρὸς ὑμᾶς ἐν πληρώματι εὐλογίας Χριστοῦ ἐλεύσομαι. | ||
30 | Παρακαλῶ δὲ ὑμᾶς | διὰ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ καὶ διὰ τῆς ἀγάπης τοῦ πνεύματος, συναγωνίσασθαί μοι ἐν ταῖς προσευχαῖς ὑπὲρ ἐμοῦ πρὸς τὸν θεόν,||
31 | ἵνα ῥυσθῶ ἀπὸ τῶν ἀπειθούντων ἐν τῇ Ἰουδαίᾳ καὶ ἡ διακονία μου ἡ εἰς Ἰερουσαλὴμ εὐπρόσδεκτος τοῖς ἀγίοις γένηται, | ||
32 | ἵνα ἐν χαρᾷ ἐλθὼν πρὸς ὑμᾶς διὰ θελήματος θεοῦ συναναπαύσωμαι ὑμῖν. | ||
33 | ὁ δὲ θεὸς τῆς εἰρήνης μετὰ πάντων ὑμῶν· ἀμήν. | ||
<< | ΡΩΜ:15 | >> |
---|