| 14 | ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ | ||
| 1 | Τὸν δὲ ἀσθενοῦντα τῇ πίστει προσλαμβάνεσθε, μὴ εἰς διακρίσεις διαλογισμῶν. | Do Not Judge Your Brother Ro.14.1-12 | |
| 2 | ὃς μὲν πιστεύει φαγεῖν πάντα, ὁ δὲ ἀσθενῶν λάχανα ἐσθίει. | ||
| 3 | ὁ ἐσθίων τὸν μὴ ἐσθίοντα μὴ ἐξουθενείτω, ὁ δὲ μὴ ἐσθίων τὸν ἐσθίοντα μὴ κρινέτω, ὁ θεὸς γὰρ αὐτὸν προσελάβετο. | ||
| 4 | σὺ τίς εἶ ὁ κρίνων ἀλλότριον οἰκέτην; τῷ ἰδίῳ κυρίῳ στήκει ἢ πίπτει· σταθήσεται δέ, δυνατεῖ γὰρ ὁ κύριος στῆσαι αὐτόν. | ||
| 5 | ὃς μὲν κρίνει ἡμέραν παρ' ἡμέραν, ὃς δὲ κρίνει πᾶσαν ἡμέραν· ἑκαστος ἐν τῷ ἰδίῳ νοῒ πληροφορείσθω. | ||
| 6 | ὁ φρονῶν τὴν ἡμέραν κυρίῳ φρονεῖ· καὶ ὁ ἐσθίων κυρίῳ ἐσθίει, εὐχαριστεῖ γὰρ τῷ θεῷ· καὶ ὁ μὴ ἐσθίων κυρίῳ οὐκ ἐσθίει, καὶ εὐχαριστεῖ τῷ θεῷ. | ||
| 7 | οὐδεὶς γὰρ ἡμῶν ἑαυτῷ ζῇ, καὶ οὐδεὶς ἑαυτῷ ἀποθνῄσκει. | ||
| 8 | ἐάν τε γὰρ ζῶμεν, τῷ κυρίῳ ζῶμεν, ἐάν τε ἀποθνῄσκωμεν, τῷ κυρίῳ ἀποθνῄσκομεν. ἐάν τε οὖν ζῶμεν ἐάν τε ἀποθνῄσκωμεν, τοῦ κυρίου ἐσμέν. | ||
| 9 | εἰς τοῦτο γὰρ Χριστὸς ἀπέθανεν καὶ ἐζησεν ἵνα καὶ νεκρῶν καὶ ζώντων κυριεύσῃ. | ||
| 10 | σὺ δὲ τί κρίνεις τὸν ἀδελφόν σοὺ ἢ καὶ σὺ τί ἐξουθενεῖς τὸν ἀδελφόν σοὺ πάντες γὰρ παραστησόμεθα τῷ βήματι τοῦ θεοῦ. | ||
| 11 | γέγραπται γάρ, καὶ πᾶσα γλῶσσα ἐξομολογήσεται τῷ θεῷ. | - for it is written, Ro.14.11 - Is.49.18, Is.45.23 | |
| 12 | ἀρα ἑκαστος ἡμῶν περὶ ἑαυτοῦ λόγον δώσει . | ||
| 13 | Μηκέτι οὖν ἀλλήλους κρίνωμεν· ἀλλὰ τοῦτο κρίνατε μᾶλλον, τὸ μὴ τιθέναι πρόσκομμα τῷ ἀδελφῷ ἢ σκάνδαλον. | Do Not Make Your Brother Stumble Ro.14.13-23 | |
| 14 | οἶδα καὶ πέπεισμαι ἐν κυρίῳ Ἰησοῦ ὅτι οὐδὲν κοινὸν δῖ ἑαυτοῦ· εἰ μὴ τῷ λογιζομένῳ τι κοινὸν εἶναι, ἐκείνῳ κοινόν. | ||
| 15 | εἰ γὰρ διὰ βρῶμα ὁ ἀδελφός σου λυπεῖται, οὐκέτι κατὰ ἀγάπην περιπατεῖς. μὴ τῷ βρώματί σου ἐκεῖνον ἀπόλλυε ὑπὲρ οὗ Χριστὸς ἀπέθανεν. | ||
| 16 | μὴ βλασφημείσθω οὖν ὑμῶν τὸ ἀγαθόν. | ||
| 17 | οὐ γάρ ἐστιν ἡ βασιλεία τοῦ θεοῦ βρῶσις καὶ πόσις, ἀλλὰ δικαιοσύνη καὶ εἰρήνη καὶ χαρὰ ἐν πνεύματι ἀγίῳ· | ||
| 18 | ὁ γὰρ ἐν τούτῳ δουλεύων τῷ Χριστῷ εὐάρεστος τῷ θεῷ καὶ δόκιμος τοῖς ἀνθρώποις. | ||
| 19 | ἀρα οὖν τὰ τῆς εἰρήνης διώκωμεν καὶ τὰ τῆς οἰκοδομῆς τῆς εἰς ἀλλήλους· | ||
| 20 | μὴ ἑνεκεν βρώματος κατάλυε τὸ ἐργον τοῦ θεοῦ. πάντα μὲν καθαρά, ἀλλὰ κακὸν τῷ ἀνθρώπῳ τῷ διὰ προσκόμματος ἐσθίοντι. | ||
| 21 | καλὸν τὸ μὴ φαγεῖν κρέα μηδὲ πιεῖν οἶνον μηδὲ ἐν ᾧ ὁ ἀδελφός σου προσκόπτει. | ||
| 22 | σὺ πίστιν ἐχεις κατὰ σεαυτὸν ἐχε ἐνώπιον τοῦ θεοῦ. μακάριος ὁ μὴ κρίνων ἑαυτὸν ἐν ᾧ δοκιμάζει· | ||
| 23 | ὁ δὲ διακρινόμενος ἐὰν φάγῃ κατακέκριται, ὅτι οὐκ ἐκ πίστεως· πᾶν δὲ ὃ οὐκ ἐκ πίστεως ἀμαρτία ἐστίν. | ||
| << | ΡΩΜ:14 | >> | |||
|---|---|---|---|