|
18 | ΚΑΤΑ ΙΩΑΝΝΗΝ |
|
1 |
Ταῦτα εἰπὼν Ἰησοῦς ἐξῆλθεν σὺν τοῖς μαθηταῖς αὐτοῦ πέραν τοῦ χειμάρρου τοῦ Κεδρὼν ὁπου ἦν κῆπος, εἰς ὃν εἰσῆλθεν αὐτὸς καὶ οἱ μαθηταὶ αὐτοῦ. | The Betrayal and Arrest of Jesus Jn.18.1-11 (Jerusalem) -[ Jn.18.1-11 → ] - Mt.26.47-56, Mk.14.43-50, Lk.22.47-53 |
2 |
ᾐδει δὲ καὶ Ἰούδας ὁ παραδιδοὺς αὐτὸν τὸν τόπον, ὅτι πολλάκις συνήχθη Ἰησοῦς ἐκεῖ μετὰ τῶν μαθητῶν αὐτοῦ. | |
3 |
ὁ οὖν Ἰούδας λαβὼν τὴν σπεῖραν καὶ ἐκ τῶν ἀρχιερέων καὶ ἐκ τῶν Φαρισαίων ὑπηρέτας ἐρχεται ἐκεῖ μετὰ φανῶν καὶ λαμπάδων καὶ ὁπλων. | |
4 |
Ἰησοῦς οὖν εἰδὼς πάντα τὰ ἐρχόμενα ἐπ' αὐτὸν ἐξῆλθεν καὶ λέγει αὐτοῖς, Τίνα ζητεῖτὲ; | |
5 |
ἀπεκρίθησαν αὐτῷ, Ἰησοῦν τὸν Ναζωραῖον. λέγει αὐτοῖς, Ἐγώ εἰμι. εἱστήκει δὲ καὶ Ἰούδας ὁ παραδιδοὺς αὐτὸν μετ' αὐτῶν. | |
6 |
ὡς οὖν εἶπεν αὐτοῖς, Ἐγώ εἰμι, ἀπῆλθον εἰς τὰ ὀπίσω καὶ ἐπεσαν χαμαί. | |
7 |
πάλιν οὖν ἐπηρώτησεν αὐτούς, Τίνα ζητεῖτὲ οἱ δὲ εἶπαν, Ἰησοῦν τὸν Ναζωραῖον. | |
8 |
ἀπεκρίθη Ἰησοῦς, Εἶπον ὑμῖν ὅτι ἐγώ εἰμι· εἰ οὖν ἐμὲ ζητεῖτε, ἀφετε τούτους ὑπάγειν· | |
9 |
ἵνα πληρωθῇ ὁ λόγος ὃν εἶπεν ὅτι Οὓς δέδωκάς μοι οὐκ ἀπώλεσα ἐξ αὐτῶν οὐδένα. | |
10 |
Σίμων οὖν Πέτρος ἐχων μάχαιραν εἱλκυσεν αὐτὴν καὶ ἐπαισεν τὸν τοῦ ἀρχιερέως δοῦλον καὶ ἀπέκοψεν αὐτοῦ τὸ ὠτάριον τὸ δεξιόν. ἦν δὲ ὀνομα τῷ δούλῳ Μάλχος. | |
11 |
εἶπεν οὖν ὁ Ἰησοῦς τῷ Πέτρῳ, Βάλε τὴν μάχαιραν εἰς τὴν θήκην· τὸ ποτήριον ὃ δέδωκέν μοι ὁ πατὴρ οὐ μὴ πίω αὐτό; | |
12 |
Ἡ οὖν σπεῖρα καὶ ὁ χιλίαρχος καὶ οἱ ὑπηρέται τῶν Ἰουδαίων συνέλαβον τὸν Ἰησοῦν καὶ ἐδησαν αὐτὸν | Jesus before the Council Jn.18.12-14 (Jerusalem) -[ Jn.18.12-14 → ] - Mt.26.57-68, Mk.14.53-65, Lk.22.54-55, Jn.18.19-24 |
13 |
καὶ ἠγαγον πρὸς Ἅνναν πρῶτον· ἦν γὰρ πενθερὸς τοῦ Καϊάφα, ὃς ἦν ἀρχιερεὺς τοῦ ἐνιαυτοῦ ἐκείνου· | |
14 |
ἦν δὲ Καϊάφας ὁ συμβουλεύσας τοῖς Ἰουδαίοις ὅτι συμφέρει ἑνα ἄνθρωπον ἀποθανεῖν ὑπὲρ τοῦ λαοῦ. | |
15 |
Ἠκολούθει δὲ τῷ Ἰησοῦ Σίμων Πέτρος καὶ ἀλλος μαθητής. ὁ δὲ μαθητὴς ἐκεῖνος ἦν γνωστὸς τῷ ἀρχιερεῖ, καὶ συνεισῆλθεν τῷ Ἰησοῦ εἰς τὴν αὐλὴν τοῦ ἀρχιερέως, | Peter's Denial of Jesus Jn.18.15-18 (Jerusalem) -[ Jn.18.15-18 → ] - Mt.26.69-75, Mk.14.66-72, Lk.22.56-62, Jn.18.25-27 |
16 |
ὁ δὲ Πέτρος εἱστήκει πρὸς τῇ θύρᾳ ἐξω. ἐξῆλθεν οὖν ὁ μαθητὴς ὁ ἀλλος ὁ γνωστὸς τοῦ ἀρχιερέως καὶ εἶπεν τῇ θυρωρῷ καὶ εἰσήγαγεν τὸν Πέτρον. | |
17 |
λέγει οὖν τῷ Πέτρῳ ἡ παιδίσκη ἡ θυρωρός, Μὴ καὶ σὺ ἐκ τῶν μαθητῶν εἶ τοῦ ἀνθρώπου τούτοὺ λέγει ἐκεῖνος, Οὐκ εἰμί. | |
18 |
εἱστήκεισαν δὲ οἱ δοῦλοι καὶ οἱ ὑπηρέται ἀνθρακιὰν πεποιηκότες, ὅτι ψῦχος ἦν, καὶ ἐθερμαίνοντο· ἦν δὲ καὶ ὁ Πέτρος μετ' αὐτῶν ἑστὼς καὶ θερμαινόμενος. | |
19 |
Ὁ οὖν ἀρχιερεὺς ἠρώτησεν τὸν Ἰησοῦν περὶ τῶν μαθητῶν αὐτοῦ καὶ περὶ τῆς διδαχῆς αὐτοῦ. | The High Priest Questions Jesus Jn.18.19-24 (Jerusalem) -[ Jn.18.19-24 → ] - Mt.26.59-66, Mk.14.55-64, Lk.22.66-71 |
20 |
ἀπεκρίθη αὐτῷ Ἰησοῦς, Ἐγὼ παρρησίᾳ λελάληκα τῷ κόσμῳ· ἐγὼ πάντοτε ἐδίδαξα ἐν συναγωγῇ καὶ ἐν τῷ ἱερῷ, ὁπου πάντες οἱ Ἰουδαῖοι συνέρχονται, καὶ ἐν κρυπτῷ ἐλάλης α οὐδέν. | |
21 |
τί με ἐρωτᾷς; ἐρώτησον τοὺς ἀκηκοότας τί ἐλάλησα αὐτοῖς· ἰδε οὗτοι οἰδασιν ἂ εἶπον ἐγώ. | |
22 |
ταῦτα δὲ αὐτοῦ εἰπόντος εἷς παρεστηκὼς τῶν ὑπηρετῶν ἐδωκεν ῥάπισμα τῷ Ἰησοῦ εἰπών, Οὑτως ἀποκρίνῃ τῷ ἀρχιερεῖ; | |
23 |
ἀπεκρίθη αὐτῷ Ἰησοῦς, Εἰ κακῶς ἐλάλησα, μαρΤύρησον περὶ τοῦ κακοῦ· εἰ δὲ καλῶς, τί με δέρεις; | |
24 |
ἀπέστειλεν οὖν αὐτὸν ὁ Ἅννας δεδεμένον πρὸς Καϊάφαν τὸν ἀρχιερέα. | |
25 |
Ἦν δὲ Σίμων Πέτρος ἑστὼς καὶ θερμαινόμενος. εἶπον οὖν αὐτῷ, Μὴ καὶ σὺ ἐκ τῶν μαθητῶν αὐτοῦ εἶ; ἠρνήσατο ἐκεῖνος καὶ εἶπεν, Οὐκ εἰμί. | Peter Denies Jesus Again Jn.18.25-27 (Jerusalem) -[ Jn.18.25-27 → ] - Mt.26.71-75, Mk.14.69-72, Lk.22.58-62 |
26 |
λέγει εἷς ἐκ τῶν δούλων τοῦ ἀρχιερέως, συγγενὴς ὢν οὗ ἀπέκοψεν Πέτρος τὸ ὠτίον, Οὐκ ἐγώ σε εἶδον ἐν τῷ κήπῳ μετ' αὐτοῦ; | |
27 |
πάλιν οὖν ἠρνήσατο Πέτρος· καὶ εὐθέως ἀλέκτωρ ἐφώνησεν. | |
28 |
Ἄγουσιν οὖν τὸν Ἰησοῦν ἀπὸ τοῦ Καϊάφα εἰς τὸ πραιτώριον· ἦν δὲ πρωΐ· καὶ αὐτοὶ οὐκ εἰσῆλθον εἰς τὸ πραιτώριον, ἵνα μὴ μιανθῶσιν ἀλλὰ φάγωσιν τὸ πάσχα. | Jesus before Pilate Jn.18.28-38 (Jerusalem) -[ Jn.18.28-38 → ] - Mt.27.1-2, 11-14, Mk.15.1-5, Lk.23.1-5 |
29 |
ἐξῆλθεν οὖν ὁ Πιλᾶτος ἐξω πρὸς αὐτοὺς καὶ φησίν, Τίνα κατηγορίαν φέρετε τοῦ ἀνθρώπου τούτοὺ; | |
30 |
ἀπεκρίθησαν καὶ εἶπαν αὐτῷ, Εἰ μὴ ἦν οὗτος κακὸν ποιῶν, οὐκ ἀν σοι παρεδώκαμεν αὐτόν. | |
31 |
εἶπεν οὖν αὐτοῖς ὁ Πιλᾶτος, Λάβετε αὐτὸν ὑμεῖς, καὶ κατὰ τὸν νόμον ὑμῶν κρίνατε αὐτόν. εἶπον αὐτῷ οἱ Ἰουδαῖοι, Ἡμῖν οὐκ ἐξεστιν ἀποκτεῖναι οὐδένα· | |
32 |
ἵνα ὁ λόγος τοῦ Ἰησοῦ πληρωθῇ ὃν εἶπεν σημαίνων ποίῳ θανάτῳ ἠμελλεν ἀποθνῄσκειν. | |
33 |
Εἰσῆλθεν οὖν πάλιν εἰς τὸ πραιτώριον ὁ Πιλᾶτος καὶ ἐφώνησεν τὸν Ἰησοῦν καὶ εἶπεν αὐτῷ, Σὺ εἶ ὁ βασιλεὺς τῶν Ἰουδαίων; | |
34 |
ἀπεκρίθη Ἰησοῦς, Ἀπὸ σεαυτοῦ σὺ τοῦτο λέγεις ἢ ἀλλοι εἶπόν σοι περὶ ἐμοῦ; | |
35 |
ἀπεκρίθη ὁ Πιλᾶτος, Μήτι ἐγὼ Ἰουδαῖός εἰμὶ τὸ ἐθνος τὸ σὸν καὶ οἱ ἀρχιερεῖς παρέδωκάν σε ἐμοί· τί ἐποίησας; | |
36 |
ἀπεκρίθη Ἰησοῦς, Ἡ βασιλεία ἡ ἐμὴ οὐκ ἐστιν ἐκ τοῦ κόσμου τούτου· εἰ ἐκ τοῦ κόσμου τούτου ἦν ἡ βασιλεία ἡ ἐμή, οἱ ὑπηρέται οἱ ἐμοὶ ἠγωνίζοντο , ἵνα μὴ παραδοθῶ τοῖς Ἰουδαίοις· νῦν δὲ ἡ βασιλεία ἡ ἐμὴ οὺκ ἔστιν ἐντεῦθεν. | |
37 |
εἶπεν οὖν αὐτῷ ὁ Πιλᾶτος, Οὐκοῦν βασιλεὺς εἶ σύ; ἀπεκρίθη ὁ Ἰησοῦς, Σὺ λέγεις ὅτι βασιλεύς εἰμι. ἐγὼ εἰς τοῦτο γεγέννημαι καὶ εἰς τοῦτο ἐλήλυθα εἰς τὸν κόσμον, ἱν α μαρτυρήσω τῇ ἀληθείᾳ· πας ὁ ὢν ἐκ τῆς ἀληθείας ἀκούει νου τῆς φωνῆς. | |
38 |
λέγει αὐτῷ ὁ Πιλᾶτος, Τί ἐστιν ἀλήθειὰ; Καὶ τοῦτο εἰπὼν πάλιν ἐξῆλθεν πρὸς τοὺς Ἰουδαίους, καὶ λέγει αὐτοῖς, Ἐγὼ οὐδεμίαν εὑρίσκω ἐν αὐτῷ αἰτίαν. | |
39 |
ἐστιν δὲ συνήθεια ὑμῖν ἵνα ἑνα ἀπολύσω ὑμῖν ἐν τῷ πάσχα· βούλεσθε οὖν ἀπολύσω ὑμῖν τὸν βασιλέα τῶν Ἰουδαίων; | Jesus Sentenced to Die Jn.18.39-19.16 (Jerusalem) -[ Jn.18.39-19.16 → ] - Mt.27.15-26, Mk.15.6-15, Lk.23.13-25 |
40 |
ἐκραύγασαν οὖν πάλιν λέγοντες, Μὴ τοῦτον ἀλλὰ τὸν Βαραββᾶν. ἦν δὲ ὁ Βαραββᾶς λῃστής. | |
|
|
<< | ΙΝ:18 | >> |
|