| 19 | ΚΑΤΑ ΙΩΑΝΝΗΝ | ||
| 1 | Τότε οὖν ἐλαβεν ὁ Πιλᾶτος τὸν Ἰησοῦν καὶ ἐμαστίγωσεν. | ||
| 2 | καὶ οἱ στρατιῶται πλέξαντες στέφανον ἐξ ἀκανθῶν ἐπέθηκαν αὐτοῦ τῇ κεφαλῇ, καὶ ἱμάτιον πορφυροῦν περιέβαλον αὐτόν, | ||
| 3 | καὶ ἠρχοντο πρὸς αὐτὸν καὶ ἐλεγον, Χαῖρε, ὁ βασιλεὺς τῶν Ἰουδαίων· καὶ ἐδίδοσαν αὐτῷ ῥαπίσματα. | ||
| 4 | Καὶ ἐξῆλθεν πάλιν ἐξω ὁ Πιλᾶτος καὶ λέγει αὐτοῖς, Ἴδε ἀγω ὑμῖν αὐτὸν ἐξω, ἵνα γνῶτε ὅτι οὐδεμίαν αἰτίαν εὑρίσκω ἐν αὐτῷ. | ||
| 5 | ἐξῆλθεν οὖν ὁ Ἰησοῦς ἐξω, φορῶν τὸν ἀκάνθινον στέφανον καὶ τὸ πορφυροῦν ἱμάτιον. καὶ λέγει αὐτοῖς, Ἰδοὺ ὁ ἄνθρωπος. | ||
| 6 | ὅτε οὖν εἶδον αὐτὸν οἱ ἀρχιερεῖς καὶ οἱ ὑπηρέται ἐκραύγασαν λέγοντες, Σταύρωσον σταύρωσον. λέγει αὐτοῖς ὁ Πιλᾶτος, Λάβετε αὐτὸν ὑμεῖς καὶ σταυρώσατε, ἐγὼ γὰρ οὐχ εὑρι σκω ἐν αὐτῷ αἰτίαν. | ||
| 7 | ἀπεκρίθησαν αὐτῷ οἱ Ἰουδαῖοι, Ἡμεῖς νόμον ἐχομεν, καὶ κατὰ τὸν νόμον ὀφείλει ἀποθανεῖν, ὅτι υἱὸν θεοῦ ἑαυτὸν ἐποίησεν. | ||
| 8 | Ὅτε οὖν ἠκουσεν ὁ Πιλᾶτος τοῦτον τὸν λόγον, μᾶλλον ἐφοβήθη, | ||
| 9 | καὶ εἰσῆλθεν εἰς τὸ πραιτώριον πάλιν καὶ λέγει τῷ Ἰησοῦ, Πόθεν εἶ σύ; ὁ δὲ Ἰησοῦς ἀπόκρισιν οὐκ ἐδωκεν αὐτῷ. | ||
| 10 | λέγει οὖν αὐτῷ ὁ Πιλᾶτος, Ἐμοὶ οὐ λαλεῖς; οὐκ οἶδας ὅτι ἐξουσίαν ἐχω ἀπολῦσαί σε καὶ ἐξουσίαν ἐχω σταυρῶσαί σὲ; | ||
| 11 | ἀπεκρίθη Ἰησοῦς, Οὐκ εἶχες ἐξουσίαν κατ' ἐμοῦ οὐδεμίαν εἰ μὴ ἦν δεδομένον σοι ἀνωθεν· διὰ τοῦτο ὁ παραδούς μέ σοι μείζονα ἀμαρτίαν ἐχει. | ||
| 12 | ἐκ τούτου ὁ Πιλᾶτος ἐζήτει ἀπολῦσαι αὐτόν· οἱ δὲ Ἰουδαῖοι ἐκραύγασαν λέγοντες, Ἐὰν τοῦτον ἀπολύσῃς, οὐκ εἶ φίλος τοῦ Καίσαρος· πᾶς ὁ βασιλέα ἑαυτὸν ποιῶν ἀντιλέγει τῷ Καίσαρι. | ||
| 13 | Ὁ οὖν Πιλᾶτος ἀκούσας τῶν λόγων τούτων ἠγαγεν ἐξω τὸν Ἰησοῦν, καὶ ἐκάθισεν ἐπὶ βήματος εἰς τόπον λεγόμενον λιθόστρωτον, Ἑβραϊστὶ δὲ Γαββαθα. | ||
| 14 | ἦν δὲ παρασκευὴ τοῦ πάσχα, ὡρα ἦν ὡς ἑκτη. καὶ λέγει τοῖς Ἰουδαίοις, ἰδε ὁ βασιλεὺς ὑμῶν. | ||
| 15 | ἐκραύγασαν οὖν ἐκεῖνοι, Ἆρον ἆρον, σταύρωσον αὐτόν. λέγει αὐτοῖς ὁ Πιλᾶτος, Τὸν βασιλέα ὑμῶν σταυρώσὼ ἀπεκρίθησαν οἱ ἀρχιερεῖς, Οὐκ ἐχομεν βασιλέα εἰ μὴ Καίσαρα. | ||
| 16 | τότε οὖν παρέδωκεν αὐτὸν αὐτοῖς ἵνα σταυρωθῇ. Παρέλαβον οὖν τὸν Ἰησοῦν· | ||
| 17 | καὶ βαστάζων αὑτῷ τὸν σταυρὸν ἐξῆλθεν εἰς τὸν λεγόμενον Κρανίου Τόπον, ὃ λέγεται ἑβραϊστὶ Γολγοθα, | The Crucifixion of Jesus Jn.19.17-27 (Golgotha) -[ Jn.19.17-27 → ] - Mt.27.32-44, Mk.15.21-32, Lk.23.26-43 | |
| 18 | ὁπου αὐτὸν ἐσταύρωσαν, καὶ μετ' αὐτοῦ ἀλλους δύο ἐντεῦθεν καὶ ἐντεῦθεν, μέσον δὲ τὸν Ἰησοῦν. | ||
| 19 | ἐγραψεν δὲ καὶ τίτλον ὁ Πιλᾶτος καὶ ἐθηκεν ἐπὶ τοῦ σταυροῦ· ἦν δὲ γεγραμμένον, | ||
| 20 | τοῦτον οὖν τὸν τίτλον πολλοὶ ἀνέγνωσαν τῶν Ἰουδαίων, ὅτι ἐγγὺς ἦν ὁ τόπος τῆς πόλεως ὁπου ἐσταυρώθη ὁ Ἰησοῦς· καὶ ἦν γεγραμμένον Ἑβραϊστί, Ῥωμαϊστί, Ἑλληνιστί. | ||
| 21 | ἐλεγον οὖν τῷ Πιλάτῳ οἱ ἀρχιερεῖς τῶν Ἰουδαίων, Μὴ γράφε, Ὁ βασιλεὺς τῶν Ἰουδαίων, ἀλλ' ὅτι ἐκεῖνος εἶπεν, Βασιλεύς εἰμι τῶν Ἰουδαίων. | ||
| 22 | ἀπεκρίθη ὁ Πιλᾶτος, Ὃ γέγραφα, γέγραφα. | ||
| 23 | Οἱ οὖν στρατιῶται ὅτε ἐσταύρωσαν τὸν Ἰησοῦν ἐλαβον τὰ ἱμάτια αὐτοῦ καὶ ἐποίησαν τέσσαρα μέρη, ἑκάστῳ στρατιώτῃ μέρος, καὶ τὸν χιτῶνα. ἦν δὲ ὁ χιτὼν ἀραφος, ἐκ τῶν ἀνωθεν ὑφαντὸς δῖ ὁλου. | ||
| 24 | εἶπαν οὖν πρὸς ἀλλήλους, Μὴ σχίσωμεν αὐτόν, ἀλλὰ λάχωμεν περὶ αὐτοῦ τίνος ἐσται· ἵνα ἡ γραφὴ πληρωθῇ ἡ λέγουσα, καὶ ἐπὶ τὸν ἱματισμόν μου ἔβαλον κλῆρον. | ||
| 25 | εἱστήκεισαν δὲ παρὰ τῷ σταυρῷ τοῦ Ἰησοῦ ἡ μήτηρ αὐτοῦ καὶ ἡ ἀδελφὴ τῆς μητρὸς αὐτοῦ, Μαρία ἡ τοῦ Κλωπᾶ καὶ Μαρία ἡ Μαγδαληνή. | ||
| 26 | Ἰησοῦς οὖν ἰδὼν τὴν μητέρα καὶ τὸν μαθητὴν παρεστῶτα ὃν ἠγάπα, λέγει τῇ μητρί, Γύναι, ἰδε ὁ υἱός σου. | ||
| 27 | εἶτα λέγει τῷ μαθητῇ, Ἴδε ἡ μήτηρ σου. καὶ ἀπ' ἐκείνης τῆς ὡρας ἐλαβεν ὁ μαθητὴς αὐτὴν εἰς τὰ ἰδια. | ||
| 28 | Μετὰ τοῦτο εἰδὼς ὁ Ἰησοῦς ὅτι ἠδη πάντα τετέλεσται, ἵνα τελειωθῇ ἡ γραφή, λέγει, Διψῶ. | The Death of Jesus Jn.19.28-30 (Golgotha) -[ Jn.19.28-30 → ] - Mt.27.45-56, Mk.15.33-41, Lk.23.44-49 | |
| 29 | σκεῦος ἐκειτο ὀξους μεστόν· σπόγγον οὖν μεστὸν τοῦ ὄξους ὑσσώπῳ περιθέντες προσήνεγκαν αὐτοῦ τῷ στόματι. | ||
| 30 | ὅτε οὖν ἐλαβεν τὸ ὀξος Ἰησοῦς εἶπεν, Τετέλεσται· καὶ κλίνας τὴν κεφαλὴν παρέδωκεν τὸ πνεῦμα. | ||
| 31 | Οἱ οὖν Ἰουδαῖοι, ἐπεὶ παρασκευὴ ἦν, ἵνα μὴ μείνῃ ἐπὶ τοῦ σταυροῦ τὰ σώματα ἐν τῷ σαββάτῳ, ἦν γὰρ μεγάλη ἡ ἡμέρα ἐκείνου τοῦ σαββάτου, ἠρώτησαν τὸν Πιλᾶτον ἵνα κατεαγῶσιν αὐτῶν τὰ σκέλη καὶ ἀρθῶσιν. | The Piercing of Jesus' Side Jn.19.31-37 (Golgotha) - | |
| 32 | ἦλθον οὖν οἱ στρατιῶται, καὶ τοῦ μὲν πρώτου κατέαξαν τὰ σκέλη καὶ τοῦ ἀλλου τοῦ συσταυρωθέντος αὐτῷ· | ||
| 33 | ἐπὶ δὲ τὸν Ἰησοῦν ἐλθόντες, ὡς εἶδον ἠδη αὐτὸν τεθνηκότα, οὐ κατέαξαν αὐτοῦ τὰ σκέλη, | ||
| 34 | ἀλλ' εἷς τῶν στρατιωτῶν λόγχῃ αὐτοῦ τὴν πλευρὰν ἐνυξεν, καὶ ἐξῆλθεν εὐθὺς αἷμα καὶ ὑδωρ. | ||
| 35 | καὶ ὁ ἑωρακὼς μεμαρΤύρηκεν, καὶ ἀληθινὴ αὐτοῦ ἐστιν ἡ μαρτυρία, καὶ ἐκεῖνος οἶδεν ὅτι ἀληθῆ λέγει, ἵνα καὶ ὑμεῖς πιστεύητε. | ||
| 36 | ἐγένετο γὰρ ταῦτα ἵνα ἡ γραφὴ πληρωθῇ, Ὀστοῦν οὐ συντριβήσεται αὐτοῦ. | - Not a bone of him shall be broken Jn.19.36 - Ps.34.20, Ex.12.46, Nu.9.12 | |
| 37 | καὶ πάλιν ἑτέρα γραφὴ λέγει Ὄψονται εἰς ὃν ἐξεκέντησαν. | - They shall look on him whom they have pierced Jn.19.37 - Zch.12.10 | |
| 38 | Μετὰ δὲ ταῦτα ἠρώτησεν τὸν Πιλᾶτον Ἰωσὴφ ὁ ἀπὸ Ἁριμαθαίας, ὢν μαθητὴς τοῦ Ἰησοῦ κεκρυμμένος δὲ διὰ τὸν φόβον τῶν Ἰουδαίων, ἵνα ἀρῃ τὸ σῶμα τοῦ Ἰησοῦ· καὶ ἐπέτρε ψεν ὁ Πιλᾶτος. ἦλθεν οὖν καὶ ἦρεν τὸ σῶμα αὐτοῦ. | The Burial of Jesus Jn.19.38-42 (the garden) -[ Jn.19.38-42 → ] - Mt.27.57-61, Mk.15.42-47, Lk.23.50-56 | |
| 39 | ἦλθεν δὲ καὶ Νικόδημος, ὁ ἐλθὼν πρὸς αὐτὸν νυκτὸς τὸ πρῶτον, φέρων μίγμα Σμύρνης καὶ ἀλόης ὡς λίτρας ἑκατόν. | ||
| 40 | ἐλαβον οὖν τὸ σῶμα τοῦ Ἰησοῦ καὶ ἐδησαν αὐτὸ ὀθονίοις μετὰ τῶν ἀρωμάτων, καθὼς ἐθος ἐστὶν τοῖς Ἰουδαίοις ἐνταφιάζειν. | ||
| 41 | ἦν δὲ ἐν τῷ τόπῳ ὁπου ἐσταυρώθη κῆπος, καὶ ἐν τῷ κήπῳ μνημεῖον καινὸν ἐν ᾧ οὐδέπω οὐδεὶς ἦν τεθειμένος· | ||
| 42 | ἐκεῖ οὖν διὰ τὴν παρασκευὴν τῶν Ἰουδαίων, ὅτι ἐγγὺς ἦν τὸ μνημεῖον, ἐθηκαν τὸν Ἰησοῦν. | ||
| << | ΙΝ:19 | >> | |||
|---|---|---|---|