katapi New Study Bible - select-a-version
<< >> katapi HOME New Testament in Greek (UBS.Ed.26) - NEW TESTAMENT
about ΚΑΤΑ ΛΟΥΚΑΝ | GNT: contents | by passage | search---> | GO TO highlighted passage ↓ | in flowing text | select- | 2 | -versions | notes

22ΚΑΤΑ ΛΟΥΚΑΝ

1 Ἤγγιζεν δὲ ἡ ἑορτὴ τῶν ἀζύμων ἡ λεγομένη πάσχα. The Plot to Kill Jesus Lk.22.1-2 (Jerusalem) -[ Lk.22.1-2 → ] - Mt.26.1-5, Mk.14.1-2, Jn.11.45-53
2 καὶ ἐζήτουν οἱ ἀρχιερεῖς καὶ οἱ γραμματεῖς τὸ πῶς ἀνέλωσιν αὐτόν, ἐφοβοῦντο γὰρ τὸν λαόν.  
3 Εἰσῆλθεν δὲ Σατανᾶς εἰς Ἰούδαν τὸν καλούμενον Ἰσκαριώτην, ὀντα ἐκ τοῦ ἀριθμοῦ τῶν δώδεκα·  
4 καὶ ἀπελθὼν συνελάλησεν τοῖς ἀρχιερεῦσιν καὶ στρατηγοῖς τὸ πῶς αὐτοῖς παραδῷ αὐτόν.

 
5 καὶ ἐχάρησαν καὶ συνέθεντο αὐτῷ ἀργύριον δοῦναι.  
6 καὶ ἐξωμολόγησεν, καὶ ἐζήτει εὐκαιρίαν τοῦ παραδοῦναι αὐτὸν ἀτερ ὀχλου αὐτοῖς.  
7 Ἦλθεν δὲ ἡ ἡμέρα τῶν ἀζύμων, ἐν ᾗ ἐδει θύεσθαι τὸ πάσχα.

The Preparation of the Passover Lk.22.7-13 (Jerusalem) -[ Lk.22.7-13 → ] - Mt.26.17-25, Mk.14.12-21, Lk.22.21-23, Jn.13.21-30
8 καὶ ἀπέστειλεν Πέτρον καὶ Ἰωάννην εἰπών, Πορευθέντες ἑτοιμάσατε ἡμῖν τὸ πάσχα ἵνα φάγωμεν.

 
9 οἱ δὲ εἶπαν αὐτῷ, Ποῦ θέλεις ἑτοιμάσωμεν;  
10 ὁ δὲ εἶπεν αὐτοῖς, Ἰδοὺ εἰσελθόντων ὑμῶν εἰς τὴν πόλιν συναντήσει ὑμῖν ἄνθρωπος κεράμιον ὑδατος βαστάζων· ἀκολουθήσατε αὐτῷ εἰς τὴν οἰκίαν εἰς ἣν εἰσπορεύεται.  
11 καὶ ἐρεῖτε τῷ οἰκοδεσπότῃ τῆς οἰκίας, Λέγει σοι ὁ διδάσκαλος, Ποῦ ἐστιν τὸ κατάλυμα ὁπου τὸ πάσχα μετὰ τῶν μαθητῶν μου φάγὼ;  
12 κἀκεῖνος ὑμῖν δείξει ἀνάγαιον μέγα ἐστρωμένον· ἐκεῖ ἑτοιμάσατε.  
13 ἀπελθόντες δὲ εὗρον καθὼς εἰρήκει αὐτοῖς, καὶ ἡτοίμασαν τὸ πάσχα.  
14 Καὶ ὅτε ἐγένετο ἡ ὡρα, ἀνέπεσεν καὶ οἱ ἀπόστολοι σὺν αὐτῷ. The Institution of the Lord's Supper Lk.22.14-23 (Jerusalem) -[ Lk.22.14-23 → ] - Mt.26.26-30, Mk.14.22-25, 1Cor.11.23-26
15 καὶ εἶπεν πρὸς αὐτούς, Ἐπιθυμίᾳ ἐπεθύμησα τοῦτο τὸ πάσχα φαγεῖν μεθ' ὑμῶν πρὸ τοῦ με παθεῖν·

 
16 λέγω γὰρ ὑμῖν ὅτι οὐ μὴ φάγω αὐτὸ ἑως ὁτου πληρωθῇ ἐν τῇ βασιλείᾳ τοῦ θεοῦ.

 
17 καὶ δεξάμενος ποτήριον εὐχαριστήσας εἶπεν, Λάβετε τοῦτο καὶ διαμερίσατε εἰς ἑαυτούς·

 
18 λέγω γὰρ ὑμῖν ὁτι οὐ μὴ πίω ἀπὸ τοῦ νῦν ἀπὸ τοῦ γενήματος τῆς ἀμπέλου ἑως οὗ ἡ βασιλεία τοῦ θεοῦ ἐλθῃ.

 
19 καὶ λαβὼν ἀρτον εὐχαριστήσας ἐκλασεν καὶ ἐδωκεν αὐτοῖς λέγων, Τοῦτό ἐστιν τὸ σῶμά μου τὸ ὑπὲρ ὑμῶν διδόμενον· τοῦτο ποιεῖτε εἰς τὴν ἐμὴν ἀνάμνησιν.

 
20 καὶ τὸ ποτήριον ὡσαύτως μετὰ τὸ δειπνῆσαι, λέγων, Τοῦτο τὸ ποτήριον ἡ καινὴ διαθήκη ἐν τῷ αἱματί μου, τὸ ὑπὲρ ὑμῶν ἐκχυννόμενον.

 
21 πλὴν ἰδοὺ ἡ χεὶρ τοῦ παραδιδόντος με μετ' ἐμοῦ ἐπὶ τῆς τραπέζης·

 
22 ὁτι ὁ υἱὸς μὲν τοῦ ἀνθρώπου κατὰ τὸ ὡρισμένον πορεύεται, πλὴν οὐαὶ τῷ ἀνθρώπῳ ἐκείνῳ δῖ οὗ παραδίδοται.  
23 καὶ αὐτοὶ ἠρξαντο συζητεῖν πρὸς ἑαυτοὺς τὸ τίς ἀρα εἰη ἐξ αὐτῶν ὁ τοῦτο μέλλων πράσσειν.  
24 Ἐγένετο δὲ καὶ φιλονεικία ἐν αὐτοῖς, τὸ τίς αὐτῶν δοκεῖ εἶναι μείζων. The Dispute about Greatness Lk.22.24-30 (Jerusalem) -
25 ὁ δὲ εἶπεν αὐτοῖς, Οἱ βασιλεῖς τῶν ἐθνῶν κυριεύουσιν αὐτῶν καὶ οἱ ἐξουσιάζοντες αὐτῶν εὐεργέται καλοῦνται.  
26 ὑμεῖς δὲ οὐχ οὑτως, ἀλλ' ὁ μείζων ἐν ὑμῖν γινέσθω ὡς ὁ νεώτερος, καὶ ὁ ἡγούμενος ὡς ὁ διακονῶν.  
27 τίς γὰρ μείζων, ὁ ἀνακείμενος ἢ ὁ διακονῶν; οὐχὶ ὁ ἀνακείμενος; ἐγὼ δὲ ἐν μέσῳ ὑμῶν εἰμι ὡς ὁ διακονῶν.  
28 ὑμεῖς δέ ἐστε οἱ διαμεμενηκότες μετ' ἐμοῦ ἐν τοῖς πειρασμοῖς μου·

 
29 κἀγὼ διατίθεμαι ὑμῖν καθὼς διέθετό μοι ὁ πατήρ μου βασιλείαν  
30 ἵνα ἐσθητε καὶ πίνητε ἐπὶ τῆς τραπέζης μου ἐν τῇ βασιλείᾳ μου, καὶ καθήσεσθε ἐπὶ θρόνων τὰς δώδεκα φυλὰς κρίνοντες τοῦ Ἰσραήλ.

 
31 Σίμων Σίμων, ἰδοὺ ὁ Σατανᾶς ἐξῃτήσατο ὑμᾶς τοῦ σινιάσαι ὡς τὸν σῖτον·

Peter's Denial Foretold Lk.22.31-34[ Lk.22.31-34 → ] - Mt.26.31-35, Mk.14.27-31, Jn.13.36-38
32 ἐγὼ δὲ ἐδεήθην περὶ σοῦ ἵνα μὴ ἐκλίπῃ ἡ πίστις σου· καὶ σύ ποτε ἐπιστρέψας στήρισον τοὺς ἀδελφούς σου.  
33 ὁ δὲ εἶπεν αὐτῷ, Κύριε, μετὰ σοῦ ἑτοιμός εἰμι καὶ εἰς φυλακὴν καὶ εἰς θάνατον πορεύεσθαι.  
34 ὁ δὲ εἶπεν, Λέγω σοι, Πέτρε, οὐ φωνήσει σήμερον ἀλέκτωρ ἑως τρίς με ἀπαρνήσῃ εἰδέναι.  
35 Καὶ εἶπεν αὐτοῖς, Ὅτε ἀπέστειλα ὑμᾶς ἀτερ βαλλαντίου καὶ πήρας καὶ ὑποδημάτων, μή τινος ὑστερήσατὲ οἱ δὲ εἶπαν, Οὐθενός. Purse, Bag, and Sword Lk.22.35-38 (Jerusalem) -
36 εἶπεν δὲ αὐτοῖς, Ἀλλὰ νῦν ὁ ἐχων βαλλάντιον ἀράτω, ὁμοίως καὶ πήραν, καὶ ὁ μὴ ἐχων πωλησάτω τὸ ἱμάτιον αὐτοῦ καὶ ἀγορασάτω μάχαιραν.  
37 λέγω γὰρ ὑμῖν ὅτι τοῦτο τὸ γεγραμμένον δεῖ τελεσθῆναι ἐν ἐμοί, τὸ Καὶ μετὰ ἀνόμων ἐλογίσθη· καὶ γὰρ τὸ περὶ ἐμοῦ τέλος ἐχει.

 
38 οἱ δὲ εἶπαν, Κύριε, ἰδοὺ μάχαιραι ὧδε δύο. ὁ δὲ εἶπεν αὐτοῖς, Ἱκανόν ἐστιν.  
39 καὶ ἐξελθὼν ἐπορεύθη κατὰ τὸ ἐθος εἰς τὸ ὀρος τῶν Ἐλαιῶν· ἠκολούθησαν δὲ αὐτῷ καὶ οἱ μαθηταί. The Prayer on the Mount of Olives Lk.22.39-46 (Gethsemane) -[ Lk.22.39-46 → ] - Mt.26.36-46, Mk.14.32-42
40 γενόμενος δὲ ἐπὶ τοῦ τόπου εἶπεν αὐτοῖς, Προσεύχεσθε μὴ εἰσελθεῖν εἰς πειρασμόν.  
41 καὶ αὐτὸς ἀπεσπάσθη ἀπ' αὐτῶν ὡσεὶ λίθου βολήν, καὶ θεὶς τὰ γόνατα προσηύχετο

 
42 λέγων, Πάτερ, εἰ βούλει παρένεγκε τοῦτο τὸ ποτήριον ἀπ' ἐμοῦ· πλὴν μὴ τὸ θέλημά μου ἀλλὰ τὸ σὸν γινέσθω.  
43 ὠφθη δὲ αὐτῷ ἀγγελος ἀπ' οὐρανοῦ ἐνισχύων αὐτόν.

 
44 καὶ γενόμενος ἐν ἀγωνίᾳ ἐκτενέστερον προσηύχετο· καὶ ἐγένετο ὁ ἱδρὼς αὐτοῦ ὡσεὶ θρόμβοι αἱματος καταβαίνοντες ἐπὶ τὴν γῆν.

 
45 καὶ ἀναστὰς ἀπὸ τῆς προσευχῆς ἐλθὼν πρὸς τοὺς μαθητὰς εὗρεν κοιμωμένους αὐτοὺς ἀπὸ τῆς λύπης,

 
46 καὶ εἶπεν αὐτοῖς, Τί καθεύδετὲ ἀναστάντες προσεύχεσθε, ἵνα μὴ εἰσέλθητε εἰς πειρασμόν.  
47 Ἔτι αὐτοῦ λαλοῦντος ἰδοὺ ὀχλος, καὶ ὁ λεγόμενος Ἰούδας εἷς τῶν δώδεκα προήρχετο αὐτούς, καὶ ἠγγισεν τῷ Ἰησοῦ φιλῆσαι αὐτόν. The Betrayal and Arrest of Jesus Lk.22.47-53 (Gethsemane) -[ Lk.22.47-53 → ] - Mt.26.47-56, Mk.14.43-50, Jn.18.3-12
48 Ἰησοῦς δὲ εἶπεν αὐτῷ, Ἰούδα, φιλήματι τὸν υἱὸν τοῦ ἀνθρώπου παραδίδως;  
49 ἰδόντες δὲ οἱ περὶ αὐτὸν τὸ ἐσόμενον εἶπαν, Κύριε, εἰ πατάξομεν ἐν μαχαίρῃ;

 
50 καὶ ἐπάταξεν εἷς τις ἐξ αὐτῶν τοῦ ἀρχιερέως τὸν δοῦλον καὶ ἀφεῖλεν τὸ οὖς αὐτοῦ τὸ δεξιόν.  
51 ἀποκριθεὶς δὲ ὁ Ἰησοῦς εἶπεν, Ἐᾶτε ἑως τούτου· καὶ ἀψάμενος τοῦ ὠτίου ἰάσατο αὐτόν.

 
52 εἶπεν δὲ Ἰησοῦς πρὸς τοὺς παραγενομένους ἐπ' αὐτὸν ἀρχιερεῖς καὶ στρατηγοὺς τοῦ ἱεροῦ καὶ πρεσβυτέρους, Ὡς ἐπὶ λῃστὴν ἐξήλθατε μετὰ μαχαιρῶν καὶ ξύλων;

 
53 καθ' ἡμέραν ὀντος μου μεθ' ὑμῶν ἐν τῷ ἱερῷ οὐκ ἐξετείνατε τὰς χεῖρας ἐπ' ἐμέ· ἀλλ' αὑτη ἐστὶν ὑμῶν ἡ ὡρα καὶ ἡ ἐξουσία τοῦ σκότους.  
54 Συλλαβόντες δὲ αὐτὸν ἠγαγον καὶ εἰσήγαγον εἰς τὴν οἰκίαν τοῦ ἀρχιερέως· ὁ δὲ Πέτρος ἠκολούθει μακρόθεν. Peter's Denial of Jesus Lk.22.54-62 (Jerusalem) -[ Lk.22.54-62 → ] - Mt.26.57-75, Mk.14.53-72, Jn.18.12-18, Jn.18.25-27
55 περιαψάντων δὲ πῦρ ἐν μέσῳ τῆς αὐλῆς καὶ συγκαθισάντων ἐκάθητο ὁ Πέτρος μέσος αὐτῶν.  
56 ἰδοῦσα δὲ αὐτὸν παιδίσκη τις καθήμενον πρὸς τὸ φῶς καὶ ἀτενίσασα αὐτῷ εἶπεν, Καὶ οὗτος σὺν αὐτῷ ἦν·  
57 ὁ δὲ ἠρνήσατο λέγων, Οὐκ οἶδα αὐτόν, γύναι.  
58 καὶ μετὰ βραχὺ ἑτερος ἰδὼν αὐτὸν ἐφη, Καὶ σὺ ἐξ αὐτῶν εἶ· ὁ δὲ Πέτρος ἐφη, Ἄνθρωπε, οὐκ εἰμί.  
59 καὶ διαστάσης ὡσεὶ ὡρας μιᾶς ἀλλος τις διϊσχυρίζετο λέγων, Ἐπ' ἀληθείας καὶ οὗτος μετ' αὐτοῦ ἦν, καὶ γὰρ Γαλιλαῖός ἐστιν·  
60 εἶπεν δὲ ὁ Πέτρος, Ἄνθρωπε, οὐκ οἶδα ὃ λέγεις. καὶ παραχρῆμα ἐτι λαλοῦντος αὐτοῦ ἐφώνησεν ἀλέκτωρ.  
61 καὶ στραφεὶς ὁ κύριος ἐνέβλεψεν τῷ Πέτρῳ, καὶ ὑπεμνήσθη ὁ Πέτρος τοῦ ῥήματος τοῦ κυρίου ὡς εἶπεν αὐτῷ ὅτι Πρὶν ἀλέκτορα φωνῆσαι σήμερον ἀπαρνήσῃ με τρίς·

 
62 καὶ ἐξελθὼν ἐξω ἐκλαυσεν πικρῶς.

 
63 Καὶ οἱ ἀνδρες οἱ συνέχοντες αὐτὸν ἐνέπαιζον αὐτῷ δέροντες, Jesus Mocked and Beaten Lk.22.63-65 (Jerusalem) -[ Lk.22.63-65 → ] - Mt.26.67-68, Mk.14.65
64 καὶ περικαλύψαντες αὐτὸν ἐπηρώτων λέγοντες, Προφήτευσον, τίς ἐστιν ὁ παίσας σὲ;  
65 καὶ ἑτερα πολλὰ βλασφημοῦντες ἐλεγον εἰς αὐτόν.  
66 Καὶ ὡς ἐγένετο ἡμέρα, συνήχθη τὸ πρεσβυτέριον τοῦ λαοῦ, ἀρχιερεῖς τε καὶ γραμματεῖς, καὶ ἀπήγαγον αὐτὸν εἰς τὸ συνέδριον αὐτῶν,

Jesus before the Council Lk.22.66-71[ Lk.22.66-71 → ] - Mt.26.59-66, Mk.14.55-64, Jn.18.19-24
67 λέγοντες, Εἰ σὺ εἶ ὁ Χριστός, εἰπὸν ἡμῖν. εἶπεν δὲ αὐτοῖς, Ἐὰν ὑμῖν εἰπω οὐ μὴ πιστεύσητε·  
68 ἐὰν δὲ ἐρωτήσω οὐ μὴ ἀποκριθῆτε.  
69 ἀπὸ τοῦ νῦν δὲ ἐσται ὁ υἱὸς τοῦ ἀνθρώπου καθήμενος ἐκ δεξιῶν τῆς δυνάμεως τοῦ θεοῦ.

- the Son of man shall be seated at the right hand of the power of God  Lk.22.69 - Dn.7.13, Ps.110.1
70 εἶπαν δὲ πάντες, Σὺ οὖν εἶ ὁ υἱὸς τοῦ θεοῦ; ὁ δὲ πρὸς αὐτοὺς ἐφη, Ὑμεῖς λέγετε ὅτι ἐγώ εἰμι.  
71 οἱ δὲ εἶπαν, Τί ἐτι ἐχομεν μαρτυρίας χρείαν; αὐτοὶ γὰρ ἠκούσαμεν ἀπὸ τοῦ στόματος αὐτοῦ.

 
    << | ΛΚ:22 | >>  

Notes: This webpage enables you to select-a-version from the Bible versions held on the katapi bible database.
The katapi New Study Bible reference section displays links to parallel passages, and to direct quotations by New Testament authors to Old Testament passages. Quotations of OT passages by NT authors can in most cases be viewed within their context of the OT passage as a whole, with the quoted text displayed, against a subdued background. Any mismatches, truncated verses, other mistakes ?
Please e-mail me. © This page: Paul Ingram 2012.