|
16 | ΚΑΤΑ ΜΑΡΚΟΝ |
|
1 |
Καὶ διαγενομένου τοῦ σαββάτου Μαρία ἡ Μαγδαληνὴ καὶ Μαρία ἡ Ἰακώβου καὶ Σαλώμη ἠγόρασαν ἀρώματα ἵνα ἐλθοῦσαι ἀλείψωσιν αὐτόν. | The Resurrection of Jesus Mk.16.1-8 (the garden) -[ Mk.16.1-8 → ] - Mk.28.1-10, Lk.24.1-12, Jn.20.1-10 |
2 |
καὶ λίαν πρωῒ τῇ μιᾷ τῶν σαββάτων ἐρχονται ἐπὶ τὸ μνημεῖον ἀνατείλαντος τοῦ ἡλίου. | |
3 |
καὶ ἐλεγον πρὸς ἑαυτάς, Τίς ἀποκυλίσει ἡμῖν τὸν λίθον ἐκ τῆς θύρας τοῦ μνημείοὺ; | |
4 |
καὶ ἀναβλέψασαι θεωροῦσιν ὅτι ἀποκεκύλισται ὁ λίθος, ἦν γὰρ μέγας σφόδρα. | |
5 |
καὶ εἰσελθοῦσαι εἰς τὸ μνημεῖον εἶδον νεανίσκον καθήμενον ἐν τοῖς δεξιοῖς περιβεβλημένον στολὴν λευκήν, καὶ ἐξεθαμβήθησαν. | |
6 |
ὁ δὲ λέγει αὐταῖς, Μὴ ἐκθαμβεῖσθε· Ἰησοῦν ζητεῖτε τὸν Nαζαρηνὸν τὸν ἐσταυρωμένον· ἠγέρθη, οὐκ ἐστιν ὧδε· ἰδε ὁ τόπος ὁπου ἐθηκαν αὐτόν. | |
7 |
ἀλλὰ ὑπάγετε εἰπατε τοῖς μαθηταῖς αὐτοῦ καὶ τῷ Πέτρῳ ὅτι προάγει ὑμᾶς εἰς τὴν Γαλιλαίαν· ἐκεῖ αὐτὸν ὀψεσθε, καθὼς εἶπεν ὑμῖν. | |
8 |
καὶ ἐξελθοῦσαι ἐφυγον ἀπὸ τοῦ μνημείου, εἶχεν γὰρ αὐτὰς τρόμος καὶ ἐκστασις· καὶ οὐδενὶ οὐδὲν εἶπαν, ἐφοβοῦντο γάρ. | |
9 |
| The Appearance of Mary Magdalene Mk.16.9-11 (the garden) -[ Mk.16.9-11 → ] - Mt.28.9-10, Jn.20.11-18 |
10 |
ἐκείνη πορευθεῖσα ἀπήγγειλεν τοῖς μετ' αὐτοῦ γενομένοις πενθοῦσι καὶ κλαίουσιν· | |
11 |
κἀκεῖνοι ἀκούσαντες ὅτι ζῇ καὶ ἐθεάθη ὑπ' αὐτῆς ἠπίστησαν. | |
12 |
Μετὰ δὲ ταῦτα δυσὶν ἐξ αὐτῶν περιπατοῦσιν ἐφανερώθη ἐν ἑτέρᾳ μορφῇ πορευομένοις εἰς ἀγρόν· | The Appearance to Two Disciples Mk16.12-13 (Emmaus) -[ Mk16.12-13 → ] - Lk.24.13-35 |
13 |
κἀκεῖνοι ἀπελθόντες ἀπήγγειλαν τοῖς λοιποῖς· οὐδὲ ἐκείνοις ἐπίστευσαν. | |
14 |
Ὕστερον ἀνακειμένοις αὐτοῖς τοῖς ἑνδεκα ἐφανερώθη, καὶ ὠνείδισεν τὴν ἀπιστίαν αὐτῶν καὶ σκληροκαρδίαν ὅτι τοῖς θεασαμένοις αὐτὸν ἐγηγερμένον οὐκ ἐπίστευσαν. | The Commissioning of the Disciples Mk.16.14-18 (Jerusalem) -[ Mk.16.14-18 → ] - Mt.28.16-20, Lk.24.36-49, Jn.20.19-23, Ac.1.6-8 |
15 |
καὶ εἶπεν αὐτοῖς, Πορευθέντες εἰς τὸν κόσμον ἀπαντα κηρύξατε τὸ εὐαγγέλιον πάσῃ τῇ κτίσει. | |
16 |
ὁ πιστεύσας καὶ βαπτισθεὶς σωθήσεται, ὁ δὲ ἀπιστήσας κατακριθήσεται. | |
17 |
σημεῖα δὲ τοῖς πιστεύσασιν ταῦτα παρακολουθήσει· ἐν τῷ ὀνόματί μου δαιμόνια ἐκβαλοῦσιν, γλώσσαις λαλήσουσιν καιναῖς, | |
18 |
ὀφεις ἀροῦσιν, κἂν θανάσιμόν τι πίωσιν οὐ μὴ αὐτοὺς βλάψῃ, ἐπὶ ἀρρώστους χεῖρας ἐπιθήσουσιν καὶ καλῶς ἑξουσιν. | |
19 |
Ὁ μὲν οὖν κύριος μετὰ τὸ λαλῆσαι αὐτοῖς ἀνελήμφθη εἰς τὸν οὐρανὸν καὶ ἐκάθισεν ἐκ δεξιῶν τοῦ θεοῦ. | The Ascension of Jesus Mk.16.19-20 (Bethany) - |
20 |
ἐκεῖνοι δὲ ἐξελθόντες ἐκήρυξαν πανταχοῦ, τοῦ κυρίου συνεργοῦντος καὶ τὸν λόγον βεβαιοῦντος διὰ τῶν ἐπακολουθούντων σημείων. | |
21 |
| A Shorter Ending of Mark Mk.16.21 |
|
|
<< | ΜΚ:16 | |
|