| 15 | ΚΑΤΑ ΜΑΡΚΟΝ | ||
| 1 | Καὶ εὐθὺς πρωῒ συμβούλιον ποιήσαντες οἱ ἀρχιερεῖς μετὰ τῶν πρεσβυτέρων καὶ γραμματέων καὶ ὁλον τὸ συνέδριον δήσαντες τὸν Ἰησοῦν ἀπήνεγκαν καὶ παρέδωκαν Πιλάτῳ. | ||
| 2 | καὶ ἐπηρώτησεν αὐτὸν ὁ Πιλᾶτος, Σὺ εἶ ὁ βασιλεὺς τῶν Ἰουδαίων; ὁ δὲ ἀποκριθεὶς αὐτῷ λέγει, Σὺ λέγεις. | Jesus before Pilate Mk.15.1-5 (Jerusalem) -[ Mk.15.1-5 → ] - Mt.27.11-14, Lk.23.1-5, Jn.18.28-38 | |
| 3 | καὶ κατηγόρουν αὐτοῦ οἱ ἀρχιερεῖς πολλά. | ||
| 4 | ὁ δὲ Πιλᾶτος πάλιν ἐπηρώτα αὐτὸν λέγων, Οὐκ ἀποκρίνῃ οὐδέν; ἰδε πόσα σου κατηγοροῦσιν. | ||
| 5 | ὁ δὲ Ἰησοῦς οὐκέτι οὐδὲν ἀπεκρίθη, ὡστε θαυμάζειν τὸν Πιλᾶτον. | ||
| 6 | Κατὰ δὲ ἑορτὴν ἀπέλυεν αὐτοῖς ἑνα δέσμιον ὃν παρῃτοῦντο. | Jesus Sentenced to Die Mk.15.6-15 (Jerusalem) -[ Mk.15.6-15 → ] - Mt.27.15-26, Lk.23.13-25, Jn.18.39-19.16 | |
| 7 | ἦν δὲ ὁ λεγόμενος Βαραββᾶς μετὰ τῶν στασιαστῶν δεδεμένος οἱτινες ἐν τῇ στάσει φόνον πεποιήκεισαν. | ||
| 8 | καὶ ἀναβὰς ὁ ὀχλος ἠρξατο αἰτεῖσθαι καθὼς ἐποίει αὐτοῖς. | ||
| 9 | ὁ δὲ Πιλᾶτος ἀπεκρίθη αὐτοῖς λέγων, Θέλετε ἀπολύσω ὑμῖν τὸν βασιλέα τῶν Ἰουδαίων; | ||
| 10 | ἐγίνωσκεν γὰρ ὅτι διὰ φθόνον παραδεδώκεισαν αὐτὸν οἱ ἀρχιερεῖς. | ||
| 11 | οἱ δὲ ἀρχιερεῖς ἀνέσεισαν τὸν ὀχλον ἵνα μᾶλλον τὸν Βαραββᾶν ἀπολύσῃ αὐτοῖς. | ||
| 12 | ὁ δὲ Πιλᾶτος πάλιν ἀποκριθεὶς ἐλεγεν αὐτοῖς, Τί οὖν ποιήσω τὸν βασιλέα τῶν Ἰουδαίων; | ||
| 13 | οἱ δὲ πάλιν ἐκραξαν, Σταύρωσον αὐτόν. | ||
| 14 | ὁ δὲ Πιλᾶτος ἐλεγεν αὐτοῖς, Τί γὰρ ἐποίησεν κακόν; οἱ δὲ περισσῶς ἐκραξαν, ΣΤΑΥΡΩΣΟΝ ΑΥΤΟΝ. | ||
| 15 | ὁ δὲ Πιλᾶτος βουλόμενος τῷ ὀχλῳ τὸ ἱκανὸν ποιῆσαι ἀπέλυσεν αὐτοῖς τὸν Βαραββᾶν, καὶ παρέδωκεν τὸν Ἰησοῦν φραγελλώσας ἵνα σταυρωθῇ. | ||
| 16 | Οἱ δὲ στρατιῶται ἀπήγαγον αὐτὸν ἐσω τῆς αὐλῆς, ὁ ἐστιν πραιτώριον, καὶ συγκαλοῦσιν ὁλην τὴν σπεῖραν. | The Soldiers Mock Jesus Mk.15.16-20 (Jerusalem) -[ Mk.15.16-20 → ] - Mt.27.27-31, Jn.19.2-3 | |
| 17 | καὶ ἐνδιδύσκουσιν αὐτὸν πορφύραν καὶ περιτιθέασιν αὐτῷ πλέξαντες ἀκάνθινον στέφανον· | ||
| 18 | καὶ ἠρξαντο ἀσπάζεσθαι αὐτόν, Χαῖρε, βασιλεῦ τῶν Ἰουδαίων· | ||
| 19 | καὶ ἐτυπτον αὐτοῦ τὴν κεφαλὴν καλάμῳ καὶ ἐνέπτυον αὐτῷ, καὶ τιθέντες τὰ γόνατα προσεκύνουν αὐτῷ. | ||
| 20 | καὶ ὅτε ἐνέπαιξαν αὐτῷ, ἐξέδυσαν αὐτὸν τὴν πορφύραν καὶ ἐνέδυσαν αὐτὸν τὰ ἱμάτια αὐτοῦ. καὶ ἐξάγουσιν αὐτὸν ἵνα σταυρώσωσιν αὐτόν. | ||
| 21 | Καὶ ἀγγαρεύουσιν παράγοντά τινα Σίμωνα Κυρηναῖον ἐρχόμενον ἀπ' ἀγροῦ, τὸν πατέρα Ἀλεξάνδρου καὶ Ῥούφου, ἵνα ἀρῃ τὸν σταυρὸν αὐτοῦ. | The Crucifixion of Jesus Mk.15.21-32 (Golgotha) -[ Mk.15.21-32 → ] - Mt.27.32-44, Lk.23.26-43, Jn.19.17-27 | |
| 22 | καὶ φέρουσιν αὐτὸν ἐπὶ τὸν Γολγοθᾶν τόπον, ὁ ἐστιν μεθερμηνευόμενον Κρανίου Τόπος. | ||
| 23 | καὶ ἐδίδουν αὐτῷ ἐσμυρνισμένον οἶνον, ὃς δὲ οὐκ ἐλαβεν. | ||
| 24 | καὶ σταυροῦσιν αὐτὸν βάλλοντες κλῆρον ἐπ' αὐτὰ τίς τί ἄρῃ. | - divided his garments among them . Mk.15.24 - Ps.22.18 | |
| 25 | ἦν δὲ ὡρα τρίτη καὶ ἐσταύρωσαν αὐτόν. | ||
| 26 | καὶ ἦν ἡ ἐπιγραφὴ τῆς αἰτίας αὐτοῦ ἐπιγεγραμμένη, | ||
| 27 | Καὶ σὺν αὐτῷ σταυροῦσιν δύο λῃστάς, ἑνα ἐκ δεξιῶν καὶ ἑνα ἐξ εὐωνύμων αὐτοῦ. | ||
| 28 | |||
| 29 | Καὶ οἱ παραπορευόμενοι ἐβλασφήμουν αὐτὸν κινοῦντες τὰς κεφαλὰς αὐτῶν καὶ λέγοντες, Οὐὰ ὁ καταλύων τὸν ναὸν καὶ οἰκοδομῶν ἐν τρισὶν ἡμέραις, | - You who would destroy the temple and build it in three days Mk.15.29 - Ps.22.7 | |
| 30 | σῶσον σεαυτὸν καταβὰς ἀπὸ τοῦ σταυροῦ. | ||
| 31 | ὁμοίως καὶ οἱ ἀρχιερεῖς ἐμπαίζοντες πρὸς ἀλλήλους μετὰ τῶν γραμματέων ἐλεγον, Ἄλλους ἐσωσεν, ἑαυτὸν οὐ δύναται σῶσαι· | ||
| 32 | ὁ Χριστὸς ὁ βασιλεὺς Ἰσραὴλ καταβάτω νῦν ἀπὸ τοῦ σταυροῦ, ἵνα ἰδωμεν καὶ πιστεύσωμεν. καὶ οἱ συνεσταυρωμένοι σὺν αὐτῷ ὠνείδιζον αὐτόν. | ||
| 33 | Καὶ γενομένης ὡρας ἑκτης σκότος ἐγένετο ἐφ' ὁλην τὴν γῆν ἑως ὡρας ἐνάτης. | The Death of Jesus Mk.15.33-41 (Golgotha) -[ Mk.15.33-41 → ] - Mt.27.45-56, Lk.23.44-49, Jn.19.28-30 | |
| 34 | καὶ τῇ ἐνάτῃ ὡρᾳ ἐβόησεν ὁ Ἰησοῦς φωνῇ μεγάλῃ, Ελωι ελωι λεμα σαβαχθανι; ὁ ἐστιν μεθερμηνευόμενον Ὁ θεός μου ὁ θεός μου, εἰς τί ἐγκατέλιπές με; | - My God, my God, why hast thou forsaken me? Mk.15.34 - Ps.22.1, Ps.109.25 | |
| 35 | καί τινες τῶν παρεστηκότων ἀκούσαντες ἐλεγον, Ἴδε Ἠλίαν φωνεῖ. | ||
| 36 | δραμὼν δέ τις γεμίσας σπόγγον ὄξους περιθεὶς καλάμῳ ἐπότιζεν αὐτόν, λέγων, Ἄφετε ἰδωμεν εἰ ἐρχεται Ἠλίας καθελεῖν αὐτόν. | - And one ran [and,] filling a sponge full of vinegar Mk.15.36 - Ps.69.21 | |
| 37 | ὁ δὲ Ἰησοῦς ἀφεὶς φωνὴν μεγάλην ἐξέπνευσεν. | ||
| 38 | Καὶ τὸ καταπέτασμα τοῦ ναοῦ ἐσχίσθη εἰς δύο ἀπ' ἀνωθεν ἑως κάτω. | ||
| 39 | Ἰδὼν δὲ ὁ κεντυρίων ὁ παρεστηκὼς ἐξ ἐναντίας αὐτοῦ ὅτι οὑτως ἐξέπνευσεν εἶπεν, Ἀληθῶς οὗτος ὁ ἄνθρωπος υἱὸς θεοῦ ἦν. | ||
| 40 | Ἦσαν δὲ καὶ γυναῖκες ἀπὸ μακρόθεν θεωροῦσαι, ἐν αἷς καὶ Μαρία ἡ Μαγδαληνὴ καὶ Μαρία ἡ Ἰακώβου τοῦ μικροῦ καὶ Ἰωσῆτος μήτηρ καὶ Σαλώμη, | ||
| 41 | αἳ ὅτε ἦν ἐν τῇ Γαλιλαίᾳ ἠκολούθουν αὐτῷ καὶ διηκόνουν αὐτῷ, καὶ ἀλλαι πολλαὶ αἱ συναναβᾶσαι αὐτῷ εἰς Ἱεροσόλυμα. | ||
| 42 | Καὶ ἠδη ὀψίας γενομένης, ἐπεὶ ἦν παρασκευή, ὁ ἐστιν προσάββατον, | The Burial of Jesus Mk.15.42-47 (the garden) -[ Mk.15.42-47 → ] - Mt.27.57-61, Lk.23.50-56, Jn.19.38-42 | |
| 43 | ἐλθὼν Ἰωσὴφ ἀπὸ Ἁριμαθαίας εὐσχήμων βουλευτής, ὃς καὶ αὐτὸς ἦν προσδεχόμενος τὴν βασιλείαν τοῦ θεοῦ, τολμήσας εἰσῆλθεν πρὸς τὸν Πιλᾶτον καὶ ᾐτήσατο τὸ σῶμα τοῦ Ἰησοῦ. | ||
| 44 | ὁ δὲ Πιλᾶτος ἐθαύμασεν εἰ ἠδη τέθνηκεν, καὶ προσκαλεσάμενος τὸν κεντυρίωνα ἐπηρώτησεν αὐτὸν εἰ πάλαι ἀπέθανεν· | ||
| 45 | καὶ γνοὺς ἀπὸ τοῦ κεντυρίωνος ἐδωρήσατο τὸ πτῶμα τῷ Ἰωσήφ. | ||
| 46 | καὶ ἀγοράσας σινδόνα καθελὼν αὐτὸν ἐνείλησεν τῇ σινδόνι καὶ ἐθηκεν αὐτὸν ἐν μνημείῳ ὃ ἦν λελατομημένον ἐκ πέτρας, καὶ προσεκύλισεν λίθον ἐπὶ τὴν θύραν τοῦ μνημείου. | ||
| 47 | ἡ δὲ Μαρία ἡ Μαγδαληνὴ καὶ Μαρία ἡ Ἰωσῆτος ἐθεώρουν ποῦ τέθειται. | ||
| << | ΜΚ:15 | >> | |||
|---|---|---|---|