katapi New Study Bible - select-a-version
ΑΠΟΛΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ
The Fall of Babylon Re.18.1-19.4
1Μετὰ ταῦτα εἶδον ἀλλον ἀγγελον καταβαίνοντα ἐκ τοῦ οὐρανοῦ, ἐχοντα ἐξουσίαν μεγάλην, καὶ ἡ γῆ ἐφωτίσθη ἐκ τῆς δόξης αὐτοῦ. 2καὶ ἐκραξεν ἐν ἰσχυρᾷ φωνῇ λέγων,
Ἔπεσεν, ἐπεσεν Βαβυλὼν ἡ μεγάλη,
καὶ ἐγένετο κατοικητήριον δαιμονίων
καὶ φυλακὴ παντὸς πνεύματος ἀκαθάρτου
καὶ φυλακὴ παντὸς ὀρνέου ἀκαθάρτου καὶ μεμισημένου,
3ὁτι ἐκ τοῦ οἰνου τοῦ θυμοῦ τῆς πορνείας αὐτῆς
πέπωκαν πάντα τὰ ἐθνη,
καὶ οἱ βασιλεῖς τῆς γῆς μετ' αὐτῆς ἐπόρνευσαν,
καὶ οἱ ἐμποροι τῆς γῆς ἐκ τῆς δυνάμεως τοῦ
στρήνους αὐτῆς ἐπλούτησαν.
4Καὶ ἠκουσα ἀλλην φωνὴν ἐκ τοῦ οὐρανοῦ λέγουσαν,
Ἐξέλθατε, ὁ λαός μου, ἐξ αὐτῆς,
ἵνα μὴ συγκοινωνήσητε ταῖς ἀμαρτίαις αὐτῆς,
καὶ ἐκ τῶν πληγῶν αὐτῆς
ἵνα μὴ λάβητε·
5ὁτι ἐκολλήθησαν αὐτῆς αἱ ἀμαρτίαι ἀχρι τοῦ οὐρανοῦ,
καὶ ἐμνημόνευσεν ὁ θεὸς τὰ ἀδικήματα αὐτῆς.
6ἀπόδοτε αὐτῇ ὡς καὶ αὐτὴ ἀπέδωκεν,
καὶ διπλώσατε τὰ διπλᾶ κατὰ τὰ ἐργα αὐτῆς·
ἐν τῷ ποτηρίῳ ᾧ ἐκέρασεν κεράσατε αὐτῇ διπλοῦν·
7ὅσα ἐδόξασεν αὐτὴν καὶ ἐστρηνίασεν,
τοσοῦτον δότε αὐτῇ βασανισμὸν καὶ πένθος.
ὅτι ἐν τῇ καρδίᾳ αὐτῆς λέγει ὅτι
κάθημαι βασίλισσα,
καὶ χήρα οὐκ εἰμί,
καὶ πένθος οὐ μὴ ἰδω·
8διὰ τοῦτο ἐν μιᾷ ἡμέρᾳ ἡξουσιν αἱ πληγαὶ αὐτῆς,
θάνατος καὶ πένθος καὶ λιμός,
καὶ ἐν πυρὶ κατακαυθήσεται·
ὅτι ἰσχυρὸς κύριος ὁ θεὸς ὁ κρίνας αὐτήν. 9Καὶ κλαύσουσιν καὶ κόψονται ἐπ' αὐτὴν οἱ βασιλεῖς τῆς γῆς οἱ μετ' αὐτῆς πορνεύσαντες καὶ στρηνιάσαντες, ὁταν βλέπωσιν τὸν καπνὸν τῆς πυρώσεως αὐτῆς, 10ἀπὸ μακρόθεν ἑστηκότες διὰ τὸν φόβον τοῦ βασανισμοῦ αὐτῆς, λέγοντες,
Οὐαὶ οὐαί, ἡ πόλις ἡ μεγάλη,
Βαβυλὼν ἡ πόλις ἡ ἰσχυρά,
ὅτι μιᾷ ὡρᾳ ἦλθεν ἡ κρίσις σου. 11Καὶ οἱ ἐμποροι τῆς γῆς κλαίουσιν καὶ πενθοῦσιν ἐπ' αὐτήν, ὅτι τὸν γόμον αὐτῶν οὐδεὶς ἀγοράζει οὐκέτι, 12γόμον χρυσοῦ καὶ ἀργύρου καὶ λίθου τιμίου καὶ μαργαριτῶν καὶ βυσσίνου καὶ πορφύρας καὶ σιρικοῦ καὶ κοκκίνου, καὶ πᾶν ξύλον θύϊνον καὶ πᾶν σκεῦος ἐλεφάντινον καὶ πᾶν σκεῦος ἐκ ξύλου τιμιωτάτου καὶ χαλκοῦ καὶ σιδήρου καὶ μαρμάρου, 13καὶ κιννάμωμον καὶ ἀμωμον καὶ θυμιάματα καὶ μύρον καὶ λίβανον καὶ οἶνον καὶ ἐλαιον καὶ σεμίδαλιν καὶ σῖτον καὶ κτήνη καὶ πρόβατα, καὶ ἱππων καὶ ῥεδῶν καὶ σωμάτων, καὶ ψυ χὰς ἀνθρώπων.
14καὶ ἡ ὀπώρα σου τῆς ἐπιθυμίας τῆς ψυχῆς
ἀπῆλθεν ἀπὸ σοῦ,
καὶ πάντα τὰ λιπαρὰ καὶ τὰ λαμπρὰ
ἀπώλετο ἀπὸ σοῦ,
καὶ οὐκέτι οὐ μὴ αὐτὰ εὑρήσουσιν. 15οἱ ἐμποροι τούτων, οἱ πλουτήσαντες ἀπ' αὐτῆς, ἀπὸ μακρόθεν στήσονται διὰ τὸν φόβον τοῦ βασανισμοῦ αὐτῆς, κλαίοντες καὶ πενθοῦντες, 16λέγοντες, Οὐαὶ οὐαί, ἡ πόλις ἡ μεγάλη,
ἡ περιβεβλημένη βύσσινον
καὶ πορφυροῦν καὶ κόκκινον,
καὶ κεχρυσωμένη χρυσίῳ
καὶ λίθῳ τιμίῳ καὶ μαργαρίτῃ, 17ὁτι μιᾷ ὡρᾳ ἠρημώθη ὁ τοσοῦτος πλοῦτος. Καὶ πᾶς κυβερνήτης καὶ πᾶς ὁ ἐπὶ τόπον πλέων καὶ ναῦται καὶ ὁσοι τὴν θάλασσαν ἐργάζονται ἀπὸ μακρόθεν ἐστησαν 18καὶ ἐκραζον βλέποντες τὸν καπνὸν τῆς πυρώσεως αὐτῆς λέγοντες, Τίς ὁμοία τῇ πόλει τῇ μεγάλῃ; 19καὶ ἐβαλον χοῦν ἐπὶ τὰς κεφαλὰς αὐτῶν καὶ ἐκραζον κλαίοντες καὶ πενθοῦντες, λέγοντες, Οὐαὶ οὐαί, ἡ πόλις ἡ μεγάλη,
ἐν ᾗ ἐπλούτησαν πάντες οἱ ἐχοντες τὰ πλοῖα
ἐν τῇ θαλάσσῃ ἐκ τῆς τιμιότητος αὐτῆς,
ὅτι μιᾷ ὥρᾳ ἠρημώθη.
20Εὐφραίνου ἐπ' αὐτῇ, οὐρανέ,
καὶ οἱ ἀγιοι καὶ οἱ ἀπόστολοι καὶ οἱ προφῆται,
ὅτι ἐκρινεν ὁ θεὸς τὸ κρίμα ὑμῶν ἐξ αὐτῆς.
21Καὶ ἦρεν εἷς ἀγγελος ἰσχυρὸς λίθον ὡς μύλινον μέγαν καὶ ἐβαλεν εἰς τὴν θάλασσαν λέγων,
Οὑτως ὁρμήματι βληθήσεται
Βαβυλὼν ἡ μεγάλη πόλις,
καὶ οὐ μὴ εὑρεθῇ ἐτι.
22καὶ φωνὴ κιθαρῳδῶν καὶ μουσικῶν
καὶ αὐλητῶν καὶ σαλπιστῶν
οὐ μὴ ἀκουσθῇ ἐν σοὶ ἐτι,
καὶ πᾶς τεχνίτης πάσης τέχνης
οὐ μὴ εὑρεθῇ ἐν σοὶ ἐτι,
καὶ φωνὴ μύλου
οὐ μὴ ἀκο υσθῇ ἐν σοὶ ἐτι,
23καὶ φῶς λύχνου
οὐ μὴ φάνῃ ἐν σοὶ ἐτι,
καὶ φωνὴ νυμφίου καὶ νύμφης
οὐ μὴ ἀκουσθῇ ἐν σοὶ ἐτι·
ὅτι οἱ ἐμποροί σου ἦσαν οἱ μεγιστᾶνες τῆς γῆς,
ὅτι ἐν τῇ φαρμακείᾳ σου ἐπλανήθησαν πάντα τὰ ἔθνη,
24καὶ ἐν αὐτῇ αἷμα προφητῶν καὶ ἀγίων εὑρέθη
καὶ πάντων τῶν ἐσφαγμένων ἐπὶ τῆς γῆς.