Καὶ ἐθαύμασα ἰδὼν αὐτὴν θαῦμα μέγα. 7καὶ εἶπέν μοι ὁ ἀγγελος, Διὰ τί ἐθαύμασας; ἐγὼ ἐρῶ σοι τὸ μυστήριον τῆς γυναικὸς καὶ τοῦ θηρίου τοῦ βαστάζοντος αὐτήν, τοῦ ἐχοντος τὰς ἑπτὰ κεφαλὰς καὶ τὰ δέκα κέρατα· 8τὸ θηρίον ὃ εἶδες ἦν καὶ οὐκ ἐστιν, καὶ μέλλει ἀναβαίνειν ἐκ τῆς ἀβύσσου, καὶ εἰς ἀπώλειαν ὑπάγει· καὶ θαυμασθήσονται οἱ κατοικοῦντες ἐπὶ τῆς γῆς, ὧν οὐ γέγραπται το ; ὀνομα ἐπὶ τὸ βιβλίον τῆς ζωῆς ἀπὸ καταβολῆς κόσμου, βλεπόντων τὸ θηρίον ὅτι ἦν καὶ οὐκ 9ὧδε ὁ νοῦς ὁ ἐχων σοφίαν. αἱ ἑπτὰ κεφαλαὶ ἑπτὰ ὀρη εἰσίν, ὁπου ἡ γυνὴ κάθηται ἐπ' αὐτῶν. καὶ βασιλεῖς ἑπτά εἰσιν· 10οἱ πέντε ἐπεσαν, ὁ εἷς ἐστιν, ὁ ἀλλος οὐπω ἦλθεν, καὶ ὁταν ἐλθῃ ὀλίγον αὐτὸν δεῖ μεῖναι. 11καὶ τὸ θηρίον ὃ ἦν καὶ οὐκ ἐστιν, καὶ αὐτὸς ὀγδοός ἐστιν καὶ ἐκ τῶν ἑπτά ἐστιν, καὶ εἰς ἀπώλειαν ὑπάγει. 12καὶ τὰ δέκα κέρατα ἂ εἶδες δέκα βασιλεῖς εἰσιν, οἱτινες βασιλείαν οὐπω ἐλαβον, ἀλλὰ ἐξουσίαν ὡς βασιλεῖς μίαν ὡραν λαμβάνουσιν μετὰ τοῦ θηρίου. 13οὗτοι μίαν γνώμην ἐχουσιν, καὶ τὴν δύναμιν καὶ ἐξουσίαν αὐτῶν τῷ θηρίῳ διδόασιν. 14οὗτοι μετὰ τοῦ ἀρνίου πολεμήσουσιν, καὶ τὸ ἀρνίον νικήσει αὐτούς, ὅτι κύριος κυρίων ἐστὶν καὶ βασιλεὺς βασιλέων, καὶ οἱ μετ' αὐτοῦ κλητοὶ καὶ ἐκλεκτοὶ καὶ πιστοί. 15Καὶ λέγει μοι, Τὰ ὑδατα ἂ εἶδες, οὗ ἡ πόρνη κάθηται, λαοὶ καὶ ὀχλοι εἰσὶν καὶ ἐθνη καὶ γλῶσσαι. 16καὶ τὰ δέκα κέρατα ἂ εἶδες καὶ τὸ θηρίον, οὗτοι μισήσουσιν τὴν πόρνην, καὶ ἠρημωμένην ποιήσουσιν αὐτὴν καὶ γυμνήν, καὶ τὰς σάρκας αὐτῆς φάγονται, καὶ αὐτὴν κατακαύσουσιν ἐν πυρί· 17ὁ γὰρ θεὸς ἐδωκεν εἰς τὰς καρδίας αὐτῶν ποιῆσαι τὴν γνώμην αὐτοῦ, καὶ ποιῆσαι μίαν γνώμην καὶ δοῦναι τὴν βασιλείαν αὐτῶν τῷ θηρίῳ, ἀχρι τελεσθήσονται οἱ λόγοι τοῦ θεοῦ. 18καὶ ἡ γυνὴ ἣν εἶδες ἐστιν ἡ πόλις ἡ μεγάλη ἡ ἐχουσα βασιλείαν ἐπὶ τῶν βασιλέων τῆς γῆς.
| << | ΑΠΟΚ:17 | >> |
|---|