1ἰδετε ποταπὴν ἀγάπην δέδωκεν ἡμῖν ὁ πατὴρ ἵνα τέκνα θεοῦ κληθῶμεν· καὶ ἐσμέν. διὰ τοῦτο ὁ κόσμος οὐ γινώσκει ἡμᾶς ὅτι οὐκ ἐγνω αὐτόν. 2Ἀγαπητοί, νῦν τέκνα θεοῦ ἐσμεν, καὶ οὐπω ἐφανερώθη τί ἐσόμεθα. οἰδαμεν ὅτι ἐὰν φανερωθῇ ὁμοιοι αὐτῷ ἐσόμεθα, ὅτι ὀψόμεθα αὐτὸν καθώς ἐστιν. 3καὶ πᾶς ὁ ἐχων τὴν ἐλπίδα ταύτην ἐπ' αὐτῷ ἀγνίζει ἑαυτὸν καθὼς ἐκεῖνος ἀγνός ἐστιν. 4Πᾶς ὁ ποιῶν τὴν ἀμαρτίαν καὶ τὴν ἀνομίαν ποιεῖ, καὶ ἡ ἀμαρτία ἐστὶν ἡ ἀνομία. 5καὶ οἰδατε ὅτι ἐκεῖνος ἐφανερώθη ἵνα τὰς ἀμαρτίας ἀρῃ, καὶ ἀμαρτία ἐν αὐτῷ οὐκ ἐστιν. 6πᾶς ὁ ἐν αὐτῷ μένων οὐχ ἀμαρτάνει· πᾶς ὁ ἀμαρτάνων οὐχ ἑώρακεν αὐτὸν οὐδὲ ἐγνωκεν αὐτόν. 7Τεκνία, μηδεὶς πλανάτω ὑμᾶς· ὁ ποιῶν τὴν δικαιοσύνην δίκαιός ἐστιν, καθὼς ἐκεῖνος δίκαιός ἐστιν· 8ὁ ποιῶν τὴν ἀμαρτίαν ἐκ τοῦ διαβόλου ἐστίν, ὅτι ἀπ' ἀρχῆς ὁ διάβολος ἀμαρτάνει. εἰς τοῦτο ἐφανερώθη ὁ υἱὸς τοῦ θεοῦ, ἵνα λύσῃ τὰ ἐργα τοῦ διαβόλου. 9Πᾶς ὁ γεγεννημένος ἐκ τοῦ θεοῦ ἀμαρτίαν οὐ ποιεῖ, ὅτι σπέρμα αὐτοῦ ἐν αὐτῷ μένει· καὶ οὐ δύναται ἀμαρτάνειν, ὅτι ἐκ τοῦ θεοῦ γεγέννηται. 10ἐν τούτῳ φανερά ἐστιν τὰ τέκνα τοῦ θεοῦ καὶ τὰ τέκνα τοῦ διαβόλου· πᾶς ὁ μὴ ποιῶν δικαιοσύνην οὐκ ἐστιν ἐκ τοῦ θεοῦ, καὶ ὁ μὴ ἀγαπῶν τὸν ἀδελφὸν αὐτοῦ.
13 μὴ θαυμάζετε, ἀδελφοί, εἰ μισεῖ ὑμᾶς ὁ κόσμος. 14ἡμεῖς οἰδαμεν ὅτι μεταβεβήκαμεν ἐκ τοῦ θανάτου εἰς τὴν ζωήν, ὅτι ἀγαπῶμεν τοὺς ἀδελφούς· ὁ μὴ ἀγαπῶν μένει ἐν τῷ θανάτῳ. 15πᾶς ὁ μισῶν τὸν ἀδελφὸν αὐτοῦ ἄνθρωποκτόνος ἐστίν, καὶ οἰδατε ὅτι πᾶς ἄνθρωποκτόνος οὐκ ἐχει ζωὴν αἰώνιον ἐν αὐτῷ μένουσαν. 16ἐν τούτῳ ἐγνώκαμεν τὴν ἀγάπην, ὅτι ἐκεῖνος ὑπὲρ ἡμῶν τὴν ψυχὴν αὐτοῦ ἐθηκεν· καὶ ἡμεῖς ὀφείλομεν ὑπὲρ τῶν ἀδελφῶν τὰς ψυχὰς θεῖναι. 17ὃς δ' ἂν ἐχῃ τὸν βίον τοῦ κόσμου καὶ θεωρῇ τὸν ἀδελφὸν αὐτοῦ χρείαν ἐχοντα καὶ κλείσῃ τὰ σπλάγχνα αὐτοῦ ἀπ' αὐτοῦ, πῶς ἡ ἀγάπη τοῦ θεοῦ μένει ἐν αὐτῷ; 18Τεκνία, μὴ ἀγαπῶμεν λόγῳ μηδὲ τῇ γλώσσῃ ἀλλὰ ἐν ἐργῳ καὶ ἀληθείᾳ.
| << | ΙΩΑΝα:3 | >> |
|---|