|
3 | ΙΩΑΝΝΟΥ Α |
|
1 |
ἰδετε ποταπὴν ἀγάπην δέδωκεν ἡμῖν ὁ πατὴρ ἵνα τέκνα θεοῦ κληθῶμεν· καὶ ἐσμέν. διὰ τοῦτο ὁ κόσμος οὐ γινώσκει ἡμᾶς ὅτι οὐκ ἐγνω αὐτόν. | |
2 |
Ἀγαπητοί, νῦν τέκνα θεοῦ ἐσμεν, καὶ οὐπω ἐφανερώθη τί ἐσόμεθα. οἰδαμεν ὅτι ἐὰν φανερωθῇ ὁμοιοι αὐτῷ ἐσόμεθα, ὅτι ὀψόμεθα αὐτὸν καθώς ἐστιν. | |
3 |
καὶ πᾶς ὁ ἐχων τὴν ἐλπίδα ταύτην ἐπ' αὐτῷ ἀγνίζει ἑαυτὸν καθὼς ἐκεῖνος ἀγνός ἐστιν. | |
4 |
Πᾶς ὁ ποιῶν τὴν ἀμαρτίαν καὶ τὴν ἀνομίαν ποιεῖ, καὶ ἡ ἀμαρτία ἐστὶν ἡ ἀνομία. | |
5 |
καὶ οἰδατε ὅτι ἐκεῖνος ἐφανερώθη ἵνα τὰς ἀμαρτίας ἀρῃ, καὶ ἀμαρτία ἐν αὐτῷ οὐκ ἐστιν. | |
6 |
πᾶς ὁ ἐν αὐτῷ μένων οὐχ ἀμαρτάνει· πᾶς ὁ ἀμαρτάνων οὐχ ἑώρακεν αὐτὸν οὐδὲ ἐγνωκεν αὐτόν. | |
7 |
Τεκνία, μηδεὶς πλανάτω ὑμᾶς· ὁ ποιῶν τὴν δικαιοσύνην δίκαιός ἐστιν, καθὼς ἐκεῖνος δίκαιός ἐστιν· | |
8 |
ὁ ποιῶν τὴν ἀμαρτίαν ἐκ τοῦ διαβόλου ἐστίν, ὅτι ἀπ' ἀρχῆς ὁ διάβολος ἀμαρτάνει. εἰς τοῦτο ἐφανερώθη ὁ υἱὸς τοῦ θεοῦ, ἵνα λύσῃ τὰ ἐργα τοῦ διαβόλου. | |
9 |
Πᾶς ὁ γεγεννημένος ἐκ τοῦ θεοῦ ἀμαρτίαν οὐ ποιεῖ, ὅτι σπέρμα αὐτοῦ ἐν αὐτῷ μένει· καὶ οὐ δύναται ἀμαρτάνειν, ὅτι ἐκ τοῦ θεοῦ γεγέννηται. | |
10 |
ἐν τούτῳ φανερά ἐστιν τὰ τέκνα τοῦ θεοῦ καὶ τὰ τέκνα τοῦ διαβόλου· πᾶς ὁ μὴ ποιῶν δικαιοσύνην οὐκ ἐστιν ἐκ τοῦ θεοῦ, καὶ ὁ μὴ ἀγαπῶν τὸν ἀδελφὸν αὐτοῦ. | |
11 |
Ὅτι αὑτη ἐστὶν ἡ ἀγγελία ἣν ἠκούσατε ἀπ' ἀρχῆς, ἵνα ἀγαπῶμεν ἀλλήλους· | Love One Another 1Jn.3.11-18 |
12 |
οὐ καθὼς Κάϊν ἐκ τοῦ πονηροῦ ἦν καὶ ἐσφαξεν τὸν ἀδελφὸν αὐτοῦ· καὶ χάριν τίνος ἐσφαξεν αὐτόν; ὅτι τὰ ἐργα αὐτοῦ πονηρὰ ἦν, τὰ δὲ τοῦ ἀδελφοῦ αὐτοῦ δίκαια. | |
13 |
μὴ θαυμάζετε, ἀδελφοί, εἰ μισεῖ ὑμᾶς ὁ κόσμος. | |
14 |
ἡμεῖς οἰδαμεν ὅτι μεταβεβήκαμεν ἐκ τοῦ θανάτου εἰς τὴν ζωήν, ὅτι ἀγαπῶμεν τοὺς ἀδελφούς· ὁ μὴ ἀγαπῶν μένει ἐν τῷ θανάτῳ. | |
15 |
πᾶς ὁ μισῶν τὸν ἀδελφὸν αὐτοῦ ἄνθρωποκτόνος ἐστίν, καὶ οἰδατε ὅτι πᾶς ἄνθρωποκτόνος οὐκ ἐχει ζωὴν αἰώνιον ἐν αὐτῷ μένουσαν. | |
16 |
ἐν τούτῳ ἐγνώκαμεν τὴν ἀγάπην, ὅτι ἐκεῖνος ὑπὲρ ἡμῶν τὴν ψυχὴν αὐτοῦ ἐθηκεν· καὶ ἡμεῖς ὀφείλομεν ὑπὲρ τῶν ἀδελφῶν τὰς ψυχὰς θεῖναι. | |
17 |
ὃς δ' ἂν ἐχῃ τὸν βίον τοῦ κόσμου καὶ θεωρῇ τὸν ἀδελφὸν αὐτοῦ χρείαν ἐχοντα καὶ κλείσῃ τὰ σπλάγχνα αὐτοῦ ἀπ' αὐτοῦ, πῶς ἡ ἀγάπη τοῦ θεοῦ μένει ἐν αὐτῷ; | |
18 |
Τεκνία, μὴ ἀγαπῶμεν λόγῳ μηδὲ τῇ γλώσσῃ ἀλλὰ ἐν ἐργῳ καὶ ἀληθείᾳ. | |
19 |
ἐν τούτῳ γνωσόμεθα ὅτι ἐκ τῆς ἀληθείας ἐσμέν, καὶ ἐμπροσθεν αὐτοῦ πείσομεν τὴν καρδίαν ἡμῶν | Confidence before God 1Jn.3.19-24 |
20 |
ὁτι ἐὰν καταγινώσκῃ ἡμῶν ἡ καρδία, ὅτι μείζων ἐστὶν ὁ θεὸς τῆς καρδίας ἡμῶν καὶ γινώσκει πάντα. | |
21 |
Ἀγαπητοί, ἐὰν ἡ καρδία μὴ καταγινώσκῃ, παρρησίαν ἐχομεν πρὸς τὸν θεόν, | |
22 |
καὶ ὃ ἐὰν αἰτῶμεν λαμβάνομεν ἀπ' αὐτοῦ, ὅτι τὰς ἐντολὰς αὐτοῦ τηροῦμεν καὶ τὰ ἀρεστὰ ἐνώπιον αὐτοῦ ποιοῦμεν. | |
23 |
καὶ αὑτη ἐστὶν ἡ ἐντολὴ αὐτοῦ, ἵνα πιστεύσωμεν τῷ ὀνόματι τοῦ υἱοῦ αὐτοῦ Ἰησοῦ Χριστοῦ καὶ ἀγαπῶμεν ἀλλήλους, καθὼς ἐδωκεν ἐντολὴν ἡμῖν. | |
24 |
καὶ ὁ τηρῶν τὰς ἐντολὰς αὐτοῦ ἐν αὐτῷ μένει καὶ αὐτὸς ἐν αὐτῷ· καὶ ἐν τούτῳ γινώσκομεν ὅτι μένει ἐν ἡμῖν, ἐκ τοῦ πνεύματος οὗ ἡμῖν ἐδωκεν. | |
|
|
<< | ΙΩΑΝα:3 | >> |
|