katapi New Study Bible - select-a-version

DB1 << katapi HOME New Testament in Greek (UBS.Ed.26) - NEW TESTAMENT | about ΠΡΟΣ ΦΙΛΗΜΟΝΑ | GNT: contents | by passage | with passage selection | search--->| in verses | select-|2|-versions | notes

ΠΡΟΣ ΦΙΛΗΜΟΝΑ

Salutation  Phm.1.1-3

1Παῦλος
δέσμιος Χριστοῦ Ἰησοῦ
καὶ Τιμόθεος ὁ ἀδελφὸς

Φιλήμονι τῷ ἀγαπητῷ καὶ συνεργῷ ἡμῶν 2καὶ Ἀπφίᾳ τῇ ἀδελφῇ καὶ Ἀρχίππῳ τῷ συστρατιώτῃ ἡμῶν καὶ τῇ κατ' οἶκόν σου ἐκκλησίᾳ·

3χάρις ὑμῖν καὶ εἰρήνη ἀπὸ θεοῦ πατρὸς ἡμῶν καὶ κυρίου Ἰησοῦ Χριστοῦ.

Philemon's Love and Faith  Phm.1.4-7

4Εὐχαριστῶ τῷ θεῷ μου πάντοτε μνείαν σου ποιούμενος ἐπὶ τῶν προσευχῶν μου, 5ἀκούων σου τὴν ἀγάπην καὶ τὴν πίστιν ἣν ἐχεις πρὸς τὸν κύριον Ἰησοῦν καὶ εἰς πάντας τοὺς ἀγίους, 6ὁπως ἡ κοινωνία τῆς πίστεώς σου ἐνεργὴς γένηται ἐν ἐπιγνώσει παντὸς ἀγαθοῦ τοῦ ἐν ἡμῖν εἰς Χριστόν· 7χαρὰν γὰρ πολλὴν ἐσχον καὶ παράκλησιν ἐπὶ τῇ ἀγάπῃ σου, ὅτι τὰ σπλάγχνα τῶν ἀγίων ἀναπέπαυται διὰ σοῦ, ἀδελφέ.

Paul Pleads for Onesimus  Phm.1.8-22

8Διό, πολλὴν ἐν Χριστῷ παρρησίαν ἐχων ἐπιτάσσειν σοι τὸ ἀνῆκον, 9διὰ τὴν ἀγάπην μᾶλλον παρακαλῶ, τοιοῦτος ὢν ὡς Παῦλος πρεσβύτης, νυνὶ δὲ καὶ δέσμιος Χριστοῦ Ἰησοῦ - 10παρακαλῶ σε περὶ τοῦ ἐμοῦ τέκνου, ὃν ἐγέννησα ἐν τοῖς δεσμοῖς Ὀνήσιμον, 11τόν ποτέ σοι ἀχρηστον νυνὶ δὲ καὶ σοὶ καὶ ἐμοὶ εὐχρηστον, 12ὃν ἀνέπεμψά σοι, αὐτόν, τοῦτ' ἐστιν τὰ ἐμὰ σπλάγχνα· 13ὃν ἐγὼ ἐβουλόμην πρὸς ἐμαυτὸν κατέχειν, ἵνα ὑπὲρ σοῦ μοι διακονῇ ἐν τοῖς δεσμοῖς τοῦ εὐαγγελίου, 14χωρὶς δὲ τῆς σῆς γνώμης οὐδὲν ἠθέλησα ποιῆσαι, ἵνα μὴ ὡς κατὰ ἀνάγκην τὸ ἀγαθόν σου ᾖ ἀλλὰ κατὰ ἑκούσιον.

15τάχα γὰρ διὰ τοῦτο ἐχωρίσθη πρὸς ὡραν ἵνα αἰώνιον αὐτὸν ἀπέχῃς, 16οὐκέτι ὡς δοῦλον ἀλλ' ὑπὲρ δοῦλον, ἀδελφὸν ἀγαπητόν, μάλιστα ἐμοί, πόσῳ δὲ μᾶλλον σοὶ καὶ ἐν σαρκὶ καὶ ἐν κυρίῳ. 17Εἰ οὖν με ἐχεις κοινωνόν, προσλαβοῦ αὐτὸν ὡς ἐμέ. 18εἰ δέ τι ἠδίκησέν σε ἢ ὀφείλει, τοῦτο ἐμοὶ ἐλλόγα· 19ἐγὼ Παῦλος ἐγραψα τῇ ἐμῇ χειρί, ἐγὼ ἀποτίσω· ἵνα μὴ λέγω σοι ὅτι καὶ σεαυτόν μοι προσοφείλεις. 20ναί, ἀδελφέ, ἐγώ σου ὀναίμην ἐν κυρίῳ· ἀνάπαυσόν μου τὰ σπλάγχνα ἐν Χριστῷ.

21Πεποιθὼς τῇ ὑπακοῇ σου ἐγραψά σοι, εἰδὼς ὅτι καὶ ὑπὲρ ἂ λέγω ποιήσεις. 22ἀμα δὲ καὶ ἑτοίμαζέ μοι ξενίαν, ἐλπίζω γὰρ ὅτι διὰ τῶν προσευχῶν ὑμῶν χαρισθήσομαι ὑμῖν.

Final Greetings  Phm.1.23-3.25

23Ἀσπάζεταί σε Ἐπαφρᾶς ὁ συναιχμάλωτός μου ἐν Χριστῷ Ἰησοῦ, 24Μᾶρκος, Ἀρίσταρχος, Δημᾶς, Λουκᾶς, οἱ συνεργοί μου.

25Ἡ χάρις τοῦ κυρίου Ἰησοῦ Χριστοῦ μετὰ τοῦ πνεύματος ὑμῶν.


| ΦΙΛΕΜ:1 |

Notes: This webpage enables you to select-a-version from the Bible versions held on the katapi bible database.
This page displays the New Testament in Greek (UBS.Ed.26) as flowing text.
The katapi New Study Bible reference section has been incorporated into the page as follows: Links to parallel passages show below passage headings. Links to Old Testament quotations in New Testament verses show after the verse number.
Quotations of OT passages by NT authors can in most cases be viewed within their context of the OT passage as a whole, with the quoted text displayed, against a subdued background.
Any mismatches, truncated verses, other mistakes ? Please e-mail me. © this page layout: Paul Ingram 2012.