katapi New Study Bible - select-a-version
katapi HOME DB1
New Testament in Greek (UBS.Ed.26) - NEW TESTAMENT | about ΠΡΟΣ ΦΙΛΗΜΟΝΑ | GNT: contents | | by passage | search---> | in flowing text | select- | 2 | -versions | notes

1ΠΡΟΣ ΦΙΛΗΜΟΝΑ

1 Παῦλος
δέσμιος Χριστοῦ Ἰησοῦ
καὶ Τιμόθεος ὁ ἀδελφὸς

Φιλήμονι τῷ ἀγαπητῷ καὶ συνεργῷ ἡμῶν

Salutation Phm.1.1-3
2 καὶ Ἀπφίᾳ τῇ ἀδελφῇ καὶ Ἀρχίππῳ τῷ συστρατιώτῃ ἡμῶν καὶ τῇ κατ' οἶκόν σου ἐκκλησίᾳ·  
3 χάρις ὑμῖν καὶ εἰρήνη ἀπὸ θεοῦ πατρὸς ἡμῶν καὶ κυρίου Ἰησοῦ Χριστοῦ.

 
4 Εὐχαριστῶ τῷ θεῷ μου πάντοτε μνείαν σου ποιούμενος ἐπὶ τῶν προσευχῶν μου, Philemon's Love and Faith Phm.1.4-7
5 ἀκούων σου τὴν ἀγάπην καὶ τὴν πίστιν ἣν ἐχεις πρὸς τὸν κύριον Ἰησοῦν καὶ εἰς πάντας τοὺς ἀγίους,  
6 ὁπως ἡ κοινωνία τῆς πίστεώς σου ἐνεργὴς γένηται ἐν ἐπιγνώσει παντὸς ἀγαθοῦ τοῦ ἐν ἡμῖν εἰς Χριστόν·

 
7 χαρὰν γὰρ πολλὴν ἐσχον καὶ παράκλησιν ἐπὶ τῇ ἀγάπῃ σου, ὅτι τὰ σπλάγχνα τῶν ἀγίων ἀναπέπαυται διὰ σοῦ, ἀδελφέ.  
8 Διό, πολλὴν ἐν Χριστῷ παρρησίαν ἐχων ἐπιτάσσειν σοι τὸ ἀνῆκον,

Paul Pleads for Onesimus Phm.1.8-22
9 διὰ τὴν ἀγάπην μᾶλλον παρακαλῶ, τοιοῦτος ὢν ὡς Παῦλος πρεσβύτης, νυνὶ δὲ καὶ δέσμιος Χριστοῦ Ἰησοῦ -

 
10 παρακαλῶ σε περὶ τοῦ ἐμοῦ τέκνου, ὃν ἐγέννησα ἐν τοῖς δεσμοῖς Ὀνήσιμον,  
11 τόν ποτέ σοι ἀχρηστον νυνὶ δὲ καὶ σοὶ καὶ ἐμοὶ εὐχρηστον,

 
12 ὃν ἀνέπεμψά σοι, αὐτόν, τοῦτ' ἐστιν τὰ ἐμὰ σπλάγχνα·  
13 ὃν ἐγὼ ἐβουλόμην πρὸς ἐμαυτὸν κατέχειν, ἵνα ὑπὲρ σοῦ μοι διακονῇ ἐν τοῖς δεσμοῖς τοῦ εὐαγγελίου,  
14 χωρὶς δὲ τῆς σῆς γνώμης οὐδὲν ἠθέλησα ποιῆσαι, ἵνα μὴ ὡς κατὰ ἀνάγκην τὸ ἀγαθόν σου ᾖ ἀλλὰ κατὰ ἑκούσιον.  
15 τάχα γὰρ διὰ τοῦτο ἐχωρίσθη πρὸς ὡραν ἵνα αἰώνιον αὐτὸν ἀπέχῃς,

 
16 οὐκέτι ὡς δοῦλον ἀλλ' ὑπὲρ δοῦλον, ἀδελφὸν ἀγαπητόν, μάλιστα ἐμοί, πόσῳ δὲ μᾶλλον σοὶ καὶ ἐν σαρκὶ καὶ ἐν κυρίῳ.  
17 Εἰ οὖν με ἐχεις κοινωνόν, προσλαβοῦ αὐτὸν ὡς ἐμέ.

 
18 εἰ δέ τι ἠδίκησέν σε ἢ ὀφείλει, τοῦτο ἐμοὶ ἐλλόγα·

 
19 ἐγὼ Παῦλος ἐγραψα τῇ ἐμῇ χειρί, ἐγὼ ἀποτίσω· ἵνα μὴ λέγω σοι ὅτι καὶ σεαυτόν μοι προσοφείλεις.

 
20 ναί, ἀδελφέ, ἐγώ σου ὀναίμην ἐν κυρίῳ· ἀνάπαυσόν μου τὰ σπλάγχνα ἐν Χριστῷ.

 
21 Πεποιθὼς τῇ ὑπακοῇ σου ἐγραψά σοι, εἰδὼς ὅτι καὶ ὑπὲρ ἂ λέγω ποιήσεις.

 
22 ἀμα δὲ καὶ ἑτοίμαζέ μοι ξενίαν, ἐλπίζω γὰρ ὅτι διὰ τῶν προσευχῶν ὑμῶν χαρισθήσομαι ὑμῖν.

 
23 Ἀσπάζεταί σε Ἐπαφρᾶς ὁ συναιχμάλωτός μου ἐν Χριστῷ Ἰησοῦ,

Final Greetings Phm.1.23-3.25
24 Μᾶρκος, Ἀρίσταρχος, Δημᾶς, Λουκᾶς, οἱ συνεργοί μου.  
25 Ἡ χάρις τοῦ κυρίου Ἰησοῦ Χριστοῦ μετὰ τοῦ πνεύματος ὑμῶν.  
    | ΦΙΛΕΜ:1 |  

Notes: This webpage enables you to select-a-version from the Bible versions held on the katapi bible database.

The katapi New Study Bible reference section displays links to parallel passages, and to direct quotations by New Testament authors to Old Testament passages. Quotations of OT passages by NT authors can in most cases be viewed within their context of the OT passage as a whole, with the quoted text displayed, against a subdued background. Any mismatches, truncated verses, other mistakes ?
Please e-mail me. © This page: Paul Ingram 2012.